Declamatio 50

Libanius

Libanius, Declamatio 50, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

25. Νόμος, φησίν, ἐστὶ τῷ πατρὶ διδοὺς τὸν αὑτοῦ κτείνειν ἄκριτον, εἰ βούλοιτο, μὴ βου- λόμενον δὲ οὐκ ἐπαναγκάζει. καλῶς. οὐκοῦν οὐδὲ νῦν ὁ νόμος ἀναγκάσει, ἀλλ’ ὅ μὲν ὁ νόμος αὐτός. [*](†) βουληθῆναι δὲ ὁ παῖς διὰ τοῦ δήμου παρακαλεῖ· τίς οὖν γένοιτ’ ἂν ὠμότερος τῶν ἀντιλέγειν πειρωμένων, οἳ φθονοῦσί μοι ταχείας τελευτῆς;

[*](1 κἀκεῖνά scripsi ἐκεῖνά libri sed α ex ος corr Va 2, Re 3 ἀλλὰ] καὶ Ma | μαστιγῶν Ma sed corr m 2 4 δ’ Α | comma inserui e Β om reliqui libri Re 5 τῆς πόλεως inser Ma 2 om Cl 6 τις om AMa | ἠγανάκτεις Α 7 ὡς ante ὁρᾷς libri Re delevi 8 τιμωρίας Ma sed ς in ras m 2 τιμωρίαν Cl | τί — 10 ἀγαθῶν citat Macarius fol. 78 (Villoison et Reiskia 11. 11.) | τί γὰρ ἂν εἴη] οὐδὲν Macar | τίς Β 9 μὴ δ’ ΑΜαΒ Ι reposui e libris cum lacobsio et Sinteni ἥλιόν Re 11 τοίνυν inser Ma 2 12 ἂν inserui om libri Re 13 τοῦθ’ AMa 15 ἐστί φησι MaClB 16 αὐτοῦ libri Re 17 οὐκ inser Ma 2 | οὐκοῦν om Va οὐκ οὖν Mon Re 18 ὁ] ὁ MaBVa Ι ὁ om VaB | οὐ κωλύει post αὐτός inserendum coni lacobs Lect „sed vel sic apodosis deest“ num νόμος δίδωσιν, αὐτὸς ποιήσει 19 νόμου Α 20 δυναμένων Va sed γρ πειρωμένων in marg)
714

26. Ἀλλὰ μανία, φησί, προέμενον τὸ τῆς κρί- σεως ἄδηλον ἐπὶ φανερὰν σφαγὴν ἑκόντα δρα- μεῖν. καὶ τί δέδοικας, φησίν, εἰ μηδὲν ἀδικεῖς, τὴν κρίσιν; πολλά, ὦ πολῖται, πολλά. καὶ πρῶτον μὲν τὸ πάντων ὑμῶν ἀκουόντων εἰπεῖν ὅτι ψεύδεται ὁ πατὴρ καὶ συκοφαντεῖ καὶ τὰ μηδαμοῦ γεγενημένα πλάττει.

ἤδη δέ τις τοιαῦτα καὶ περὶ μικρῶν τι- νῶν ἀγωνιζόμενος εἴρηκεν. ὅτῳ δὲ ὁ λόγος περὶ θανά- του καὶ ἐπ’ αἰτίᾳ τοιαύτῃ καὶ τὴν ζημίαν ἡ χείρων δόξα παρέρχεται, πῶς ἂν τούτων ἀνέχεσθαι δύναιτο; [*](RIV 847) εἰ μὲν γὰρ ἀξιοῖ μέ τις εἰσελθόντα σιωπᾶν | πολλῶν ὄντων τῶν κατ’ ἐμοῦ ῥεόντων ἄφωνον ἑστά- ναι καθάπαξ, τί μοι τῆς κρίσεως τὸ κέρδος; τί δ’ ὑμῖν τηνάλλως παραναλίσκεται δικαστήριον; εἰ δὲ δεήσει με λέγειν τι καὶ μὴ δέχεσθαι τὴν αἰτίαν, ἀνάγκη πολλὴ τὰ τῶν ἀλγούντων καὶ τὰ τῶν ὀδυρομένων, ἐν οἷς ἂν ἐκδράμοι τι τοιοῦτον, ὅ σιωπᾶσθαι βέλτιον.

ἐγὼ οὖν καλέσω τὸν πατέρα μου συκοφάντην; ἐγώ τι πι- κρότερον εἴπω πρὸς αὐτόν; μίμησαι, πάτερ, τὰ θη- ῥία. κἀκεῖνα κήδεται τῶν τέκνων. ἀλλὰ πρῶτον μὲν ἀσεβές τε καὶ δεινὸν καὶ θεοῖς καὶ δαίμοσιν [*](1 προσέμενον Ma sed σ eras, ClVa sed in hoc in προμένοντα corr et προσμένοντα in marg m2 προσέμενεν Α 3 μὴ Cl 5 ὑμῶν scripsi e VaAMaClB ἡμῶν Mon Re 6 τὰ inserui e libris cum lacobsio Schul om Re 8 ὅτῳ reposui e libris cum lacobsio Ach Τ 966 Schul ὅταν Re | θάνατον Α | ᾖ post inserendum coni lacobs Lect 9 αἰτίᾳ τοιαύτῃ scripsi cum lacobsio Schul αἰτία τοιαύτη libri αἰτίαν τοιαύτην Re | τὴν <ἐσχάτην> ζημίαν lacobs Lect | χείρω Va 10 ἀπέχεσθαι libri Re 11 τις] πατὴρ lacobs Lect 13 πολλάκις post καθάπαξ Α | ἡμῖν ΑΒ 14 τηνάλως VaAMaClB 15 τί libri Re | λέγειν post ἀνάγκη inserendum coni lacobs Lect, supplendum Schul Ι εἰ ClB εἷ Va om MonAMa Re | πολλὴ οἱ | τὰ(2) om Β 17 ἐκδράμοι scripsi ἐκδράμῃ libri Re | τί Β τὶ Α 18 τι om Va 19 πάτερ om A 21 τε] τοῦτο la- cobs Lect Schul | δαίμοσιν Ma sed δάι in ras m2)

715
ἐχθρὸν καὶ μυρίων ἐμοὶ θανάτων βαρύτερον.

ἔπειτα πόσην εἰκὸς ἔσεσθαι βοήν, πόσον δὲ θόρυβον ἐν τι δικαστηρίῳ καὶ τῶν καθημένων καὶ τῶν περιεστηκό- των; ἐξελήλεγκται τἀδίκημα, δέδεικται τὸ σκευ- ώρημα. τοῦ τοιαῦτα λέγοντός ἐστι τὸ κἀκεῖνο τετολμηκέναι καὶ τῆς αὐτῆς ψυχῆς καὶ τὰ ῥή- ματα καὶ τὰ ἔργα. εἰ γὰρ ἐν μέσῳ ταῦτα, τί λάθρα; οὐ βαλεῖ τις, οὐκ ἀποκτενεῖ τὸν φονέα τοῦ πατρός; εἰ οὖν ἥ τε σιωπὴ τῆς αἰτίας ὁμολογία σαφὴς καὶ ἡ φωνὴ ταὐτὸν ἂν ποιοίη, τίς ὄνησις τῷ φεύγοντι τοῦ δικαστηρίου;

ἀλλὰ θῶμεν βούλεσθαι πᾶσαν ἄδειαν ἅπαντος ἔσεσθαί μοι λόγου καὶ μηδένα ἐπιστομίσειν μήτε διακωλύσειν μηδ’ ἐπὶ μηδενὶ τῶν λεγομένων δυσχερανεῖν, ἀλλ’ ἄπειρος ὤν, ὦ πολῖται, δικαστηρίων καὶ νέος καὶ ἡλίκον ὁρᾶτε καὶ μόνος πῶς οἴσω γῆρας πατρὸς καὶ προσηγορίαν καὶ ἐμπειρίαν πραγμάτων καὶ πλῆθος ῥητόρων καὶ οἶς λυσιτελεῖ τὸ ἐμὲ τεθνάναι;

τίς μοι παρέσται, τίς ἀμυνεῖ, τίς συλλήψεται, εἰ μήτε τῶν πρεσβυτέρων ἐθελήσει μηδεὶς μήτε τῶν νέων δυνήσεται; οἱ μὲν γὰρ τιμῇ τῆς αὐτῆς ἡλικίας συνοργιοῦνται τῷ πατρί, οἱ δ’ οὐδ’ ἂν παρα- [*](1 ἐμοὶ in marg inser Ma2 om VaAClB 2 τῷ om Ma Cl 4 τὰ ἀδίκημα Ma sed τὰ in ras m 2 καὶ ἀδίκημα Cl 5 κἀκεῖνο Α sed ο in α corr κἀκεῖνα VaClB κἀκείνω Mon) [*](8 signum interrogationis posui cum Sinteni om libri Re τί λάθρα οὐ βαλεῖ; τίς lacobs Lect Schul | οὐ καλεῖ Ma 10 ποιοίη scripsi ποιῆ libri sed οι supra ῆ Ma 2, Re 11 θῶ Va sed μὲν add et τῷ μὲν in marg m2, AMa sed in hoc θ in ras m 2, Β τῷ ἁ 12 ἅπαντος inser Ma 2 om VaAClB 13 μὴ δ’ ΑΒ 14 δυσχερανεῖν Mon δυσχεραίνειν VaMa sed in hoc ἁ supra αἰ m 2, ClB 17 λυσιτελῆ Mon 18 παρέσται scripsi auctore Sinteni παραστῇ libri Re 20 μήτε — 21 ἡλι- κίας in lac inser A 2 | οἳ MonMaCl Re | τιμῇ scripsi e MaClB τιμῶν Mon Re τιμωροὶ lacobs Lect Schul | αὐτῶν MaClB num αὑτῶν? 21 οἱδ’ MonMaClB Re οἳ δ’ Α οἱ δὲ Iacobs)

716
κύψαι θαρροῖεν εἰς τὸ δικαστήριον. πῶς γάρ, οἳ κἂν ἐν τοῖς στενωποῖς πλείοσιν ὑμῶν συντύχωσιν, ἰλιγ- γιῶσιν;

ἀλλ’ ἀργύριόν τις ἐλπίσας παρέσται μοι; πόθεν; ἀλλ’ εὖ τι πεπονθὼς καὶ χάριν ἀποδιδούς; ποί- ἀν’; ἐγὼ γάρτοι φιλῶ μὲν ὑμᾶς ἅπαντας, ὠ πολῖται, καὶ τοὺς ὑμετέρους παῖδας, ὡς ἴσασιν οἱ θεοί, τὸ δὲ εὐεργετηκέναι μεγάλα τινὰς ἀνθρώπων οὐχ ἡμῶν τῶν [*](RIV 848) νέων. οἰκέται, νὴ Δία, μεθ’ | ἡμῶν ἔσονται; νυ γε, οἱ τοῦ πατρός, οἱ τὰς πέδας εἰδότες καὶ τὸν μύλωνα. πῶς οὖν; πρὸς τίνας βλέψω; τίνας ἱκετεύσω; τίνας ἐρήσομαι; τίσιν ἀποκρινοῦμαι; πῶς διαφεύξομαι τοσαύτας τρικυμίας;

33. Ἀλλὰ <τίς> δίκαια λέγων ἡττήθη; ἐν τοῖς δικαστηρίοις ἤδη τις δίκην ὀφείλων οὐκ ἔδωκεν, ἕτερος οὐκ ὀφείλων ἐκολάσθη. καὶ ὥσπερ οἱ χείμαρροι πολλάκις ἀποφέρουσι τὰ πρὸς φυλακὴν πεποιημένα τῶν ἀγρῶν, οὕτω παρασύρεται τῶν δικαίων ἡ μερὶς ὑπὸ στάσεως κολάκων καὶ σεμνοτέρων ὀνομάτων, ὁποῖ- όν τι καὶ τὸ τοῦ πατρός. εἰ γὰρ τἄλλα πάντα ἔχων [*](9 cf. ad t. V 36, 12 12 cf. t. I 149, 19. t. IV 872, 19 R. Plat. rep. V p. 472 A) [*](1 οἳ scripsi e Β cum lacobsio Schul et Sinteni οὐ Mon sed οἳ in marg οἱ MaCl Re οὐκ VaA | κἀν MaCl Re ἂν Va Α 2 ἐν om Β | ἰλιγγυῶσιν MonVa Re 4 τί Mon | πονθὲν Va sed πεπονθὼς in marg m 2 5 τοι om Ma 7 εὐηργετηκέναι Α cf. t. III 279, 11 | μεγάλα inser Ma 2 αἰ Α Ι ὑμῶν Α 9 πέδας Mon 10 μυλῶνα VaA cf. ad p. 98, 4 et t II 543, 10 | post οὖν signum interrogationis posui om libri Re | πρός τινα VaAB | τίνα Cl | ἱκετεύσω scripsi οἴσω libri Re αἰτήσω lacobs Schul 11 τοῖσιν Va 12 τἀς Β 13 ἀλλὰ Ma sed γρ πολλὰ suprascr m 2 | τίς inserui cum la- cobsio Lect Schul om libri Re 14 τίς MonB 18 ὑπὸ στάσεως scripsi e MonB cum lacobsio App Pors 331 Lect Schul ὑποστάσεως VaAMaCl Re | οἷόν Ma 19 τὸ om Va)

717
εἰσῄειν ὧν οὐδὲν ἔστι μοι νῦν, οὐκ ἂν ἐξήρκουν αἰ ὀφρύες τῷ πατρὶ καὶ τὰ νεύματα καὶ μικρὰ φωνὴ καὶ πρόσωπον κατηφὲς καὶ τό, ὦ θεοί, τί γὰρ ἐγάμουν;

οὐδὲν οὖν ἕτερον ἢ ἐν σχήματι κρίσεως ἀπολοῦ- μαι καὶ δοκῶν τῶν ἴσων μετέχειν εἰς ἄνισον ἀγῶνα ἐμπεσοῦμαι. ᾧ τοίνυν ἅπαν δικαίωμα πρὸς σωτηρίαν ἄχρηστον καὶ τὸ πάντως ἁλώσεσθαι πρόδηλον, πῶς οὐκ ἂν ἀνόητος εἴην μὴ φθάνων τοὺς δικαστάς;

Ὅτι, φησίν, ὀμοῦνται καὶ οὐδ’ εἰ σφόδρα βούλοιντο, χαρίσαιντ’ ἂν θατέρῳ. κωλύσει γὰρ ὁ φόβος. ἐγὼ δὲ ἀμελήσειν μὲν ὅρκων οὐκ ἂν αἰτια- σαίμην τοὺς ψηφιουμένους, οἶδα δὲ πολλοὺς πολλάκις τῶν δικαστῶν καὶ ταῦτα οὐκ ὀλίγην πεποιημένους τοῦ μὴ παρακρουσθῆναι πρόνοιαν ἠπατημένους.

πῶς δὴ τοῦτο γίγνεται; παρὰ τῶν δικαζομένων ἔρχεται μαθησόμενος ὁ δικαστὴς περὶ ὧν ψηφιεῖται. οὗτοι δὲ ποτὲ μὲν ἱκανῶς ἐδίδαξαν, ποτὲ δὲ οὔ. τούτων δὲ πολλάκις οἱ μὲν δεινοὶ λόγῳ διαστρέψαι τἀληθές, οἱ δὲ οὐ δύνανται δηλῶσαι περὶ ὧν ἔχουσιν ἱκανῶς. ἐν- ταῦθ’ οὖν ὁμοῦ τε τὸ δίκαιον ἡττᾶται καὶ ὁ ὅρκος οὐ παραβαίνεται. ὁ γὰρ ἄκων ἁμαρτὼν τοῦ προσήκον- τος αἰτίας ἔξω.