Declamatio 47

Libanius

Libanius, Declamatio 47, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ἐν μὲν ταῖς ἄλλαις ἀπάσαις οἰκίαις ὁμόνοια, φίλτρον, κοινοὶ λόγοι, κοιναὶ τράπεζαι, τέρψεις ἐμμελεῖς, ἐλπίδες ἀμείνους, παρὰ δὲ ἡμῖν ἐγκλήματα, κατηγορίαι, θυμός, ἀγανάκτησις, ὀδυρμός, κατήφεια, τὸ νομίζειν ὑπ’ ἀλλήλων ἀδικεῖσθαι, πόλεμος εἴσω θυρῶν, σπονδαὶ δὲ οὐδαμόθεν. οὐκ ἔκαμες, ὦ πάτερ, μισῶν τοὺς οἰκείους; οὐκ ἀπείρηκας βοῶν καὶ διαρ- ῥηγνύμενος;