Declamatio 47
Libanius
Libanius, Declamatio 47, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
Ἀλλ’ εἰ καὶ μὴ πρότερον, νῦν γε, πρὸς θεῶν, 09 πάτερ, γνώρισον μὲν αὑτόν, γνώρισον δὲ ἡμᾶς. αἰδέσθητι δὲ θεοὺς οἷς ἔθυσας μὲν εὐχόμενος γενέσθαι πατήρ, ἔθυσας δὲ ἤδη γεγενημένος, ἔθυσας δὲ δεκάτην ποιῶν, οὐ ταῦτα αἰτῶν δήπου, μήτ’ οἰκίαν μήτε κλῆ- ρον παραδοῦναι τοῖς υἱέσιν, ἀλλὰ διαδόχους, κληρονό- μους, χορηγούς, τριηράρχας, ῥήτορας, πρέσβεις, στρα- τιώτας ἀγαθούς, ἀριστέας, στρατηγούς.