Declamatio 47
Libanius
Libanius, Declamatio 47, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
διὰ τοῦτο τὸν μὲν ὁ νόμος μισεῖ, τὸν δὲ ἐλεεῖ. κἂν ἀμύνηταί φησιν, ἐξέστω, κἂν ἐν μάχη νομίσας τὸν οἰκεῖον πολέμιον κτείνῃ, μὴ ἔστω δίκη. τοσοῦτον ἐν τοῖς ἔργοις ἡ γνώμη δύναται. καὶ πρὸς αὐτὴν εἰώθαμεν βλέποντες τὸ πεπραγμένον ἢ χρηστὸν ἢ πονηρὸν ἡγεῖσθαι.