Declamatio 46

Libanius

Libanius, Declamatio 46, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

41. καὶ δὴ δῶμεν εὐθὺς ἔσεσθαι παῖδας· τίς οὖν ἐγ- γυᾶται θεῶν ὡς εἰς ἀκμὴν προβήσονται; βούλει σοι πάλιν ἐξαριθμήσω τοὺς ἐκ πολυπαιδίας εἰς ἐρημίαν λήξαντας καὶ τὰ μνήματα δεικνύντας ἀντὶ τῶν υἱέων; ἂν οὖν ἡμεῖς νῦν μὲν θῶμεν γενέσθαι, μικρὸν δὲ [*](1 οἱ om La | πρεσβύτῃ Ma sed τῇ corr m 2 2 νέω HV Li νέω Va Ι σωφρονοῦσιν, ὧς ἔοικεν, scripsi ex HVLiLaMaCl ὡς ἔοικε σωφρονοῦσιν MAthBVa edd 4 εἷναι om MAthB Va 5 δὲ Ma Ι καὶ Ma 6 αὐτοὺς La sed οὑς in ras q αὐτῶν reliqui libri edd 7 ἔχοντας Ma sed ἔ in ras m 3 σχόντας Cl 8 γήρως Cl sed ἥρως in ras 9 μέν om H V 10 σοὶ μὲν MBVa | πάντα HVLiLaAthMaClBVa et γρ in marg Mor 11 μηδαμὴ Cl μηδαμοῦ Η μηδαμοῦ μὴ V μηδαμῶς Ma | φαίνωονται Va φαίνονται Ferr Mor | πονηρούς et πατέρας LaMa sed in hoc πονηρὸν suprascr m 2, Cl 13 διαδόχους δὲ HVLiLa Ι μὴ Li 14 δὲ om V 17 θεὸς Μ I ὡς om La Ι εἰς inser B 2 om Va | προβῆναι La 18 ἐξ- αναριθμήσω HV 19 νέων Li 20 μὲν post νῦν posui ex HVLiLa post ἡμεῖς AthMaCl post ἂν MBVa edd Ι νῦν om MAthMaClBVa | θῶμεν scripsi e La cum lacobsio Add 199 Lect Sinteni coll p. 573, 14 θύωμεν reliqui libri edd sed „malim θύωμεν, ὑπὲρ τοῦ γενέσθαι“ Re)

573
ὕστερον θάπτωμεν, οὐκ οἴει μείζω τὴν ἀνίαν κατὰ τοῦτο γενήσεσθαι; λυπεῖ γὰρ οὐχ οὕτω τὸ μὴ γεύσασθαι τῶν χρηστῶν, ὡς ἡ μετὰ τὴν πεῖραν στέρησις.

42. Ἀλλ’ ἔσονται καὶ βιώσονται. καὶ τοῦτο οἱ μάντεις ὑπισχνοῦνται; καλῶς. τίς οὖν ἐγγυητὴς τοῦ τρό- που; οὐχ ὁρᾷς τοὺς μὲν οἴνῳ, τοὺς δὲ ἑταίραις προσκει- μένους, τοὺς δὲ τοίχους διορύττοντας, τοὺς δὲ τοῖς ἀπαν- τῶσι Ι πληγὰς ἐντείνοντας, τοὺς δὲ μισθὸν τῆς [*](RIV 652) ὥρας λαμβάνοντας; τούτους οὖν πότερον εἶναι βέλτιον ἢ τεθνάναι; καὶ πότερον εὐφραίνουσι ζῶντες ἢ καταισχύ- νοῦσιν; ἐγὼ μὲν γὰρ οἶδα πολλοὺς πατέρας οἳ περιόντων μὲν τῶν παίδων καταδύονται, τετελευτηκότων δὲ ἀνακύ- πτουσι.

χωρὶς δὲ τούτων ἄπαιδα μὲν διαμεῖναι δυσ- τυχίας ἂν εἴη, θῶμεν γάρ, ἀτιμάσαι δὲ τοὺς εὔνους πο- νηρίας. ὅσῳ δὴ μετριώτερον δυστυχῆ μᾶλλον εἶναι δοκεῖν ἤ φαῦλον, τοσούτῳ κρεῖττον θαυμάσαι τὴν ἀπελθοῦσαν [*](2 Proc. Gaz. ep. 4. Chor. fr. 60 Boiss. 4 cf. p. 602, 2) [*](1 θάπτομεν Li | κατὰ τοῦτο τὴν ἀνίαν Ma 2 γενή- σεσθαι scripsi e MAthClBVa et γρ in marg Mor γεγενῆσθαι HVLiLa γενέσθαι Ma edd Ι οὐχ οὕτω scripsi auctore Re („aut λυπεῖ γὰρ οὐχ οὕτω τὸ aut paulo post leg. est ἀλλ’ ὡς“) οὐ libri edd οὐ τόσον μὴ lacobs Lect | γεύσασθαι Ma sed γρ γενέσθαι in marg m 2, Cl sed γ in ras m 2 3 ὡς ἡ in ras 2 litt Ma 2 | ὡς om Cl | δὲ post ἡ Cl 4 ἀλλ’ in ras Ma 2 5 signum interrogationis posui ex HLiMaCl punctum reliqui libri edd Ι ἐγγυητὴς Cl sed υη in ras m2) [*](6 ἑταίραις Cl sed ἑταί in ras m 2 7 τοὺς(2) — 8 ἐντεί- νοντας om MaCl 9 τούτους scripsi ex HLiLaMAthMaClB Va τούτοις V edd 10 εὐφραίνουσι Ma sed εὑ et σι in ras m 2 12 ἀναδύουσι Va sed γρ ἀνακύπτουσι in marg m 2 13 οὐ ante δυστυχίας La | δυστυχία HLi 14 πονηρία Η | ἂν post πονηρίας Β 15 δὲ LiMa sed in hoc δὴ suprascr m2) [*](16 ἢ in ras 1 litt inser Ma 2 | τοσοῦτον Ma)

574
ἤ συνοικῆσαι δευτέρᾳ.

ἔπειτα τί καὶ δέδοικας; σὺ μὲν γὰρ ἔχεις τὸν θεραπεύσοντα καὶ κουφιοῦντα τὸ γῆρας τουτονὶ τὸν τῆς ἀποκηρύξεως ἄξιον, τὸ δὲ ἡμέ- τερον ἄφες. ἐμοὶ μεῖζον παίδων εἰς παραμυθίαν τὸ μηδὲν ἐμαυτῷ δυσσεβὲς συνειδέναι. πολλῶν εὐπορήσο- μεν βοηθῶν ἀπὸ τῆς παρούσης γνώμης, τοὺς δ’ ἴσως καὶ παῖδας θησόμεθα. γάμου δὲ καὶ τὴν μνήμην, ὦ πάτερ, ἄνελε. οὐ γὰρ ἐν ὑμεναίοις ἐμοὶ τὰ πράγματα, πολλῶν εἰμι συμφορῶν ἀνάμεστος. ἔα με ταύτας ὀδύ- ρεσθαι.

45. Ὠ ψυχὴ γυναικὸς γενναίας, σύ μοι τῆς ἀπο- κηρύξεως αἰτία. τί γὰρ οὐκ ἔμενες κατὰ χώραν; τί δὲ οὐκ ἐμιμοῦ τὸν πατέρα; τί δὲ παρῄεις τοῖς ἔργοις τὴν φύσιν; ὦ θαλάττιοι δαίμονες, ἀντὶ ποίων ἀδικημάτων κατεδύσατε τὸ σκάφος; τίνα καταγνόντες τῆς ἀναγω- γῆς ἀηδεστέραν αἰτίαν;

ἤκουσεν ἡ δυστυχὴς τὴν ἐμὴν δουλείαν, ἐπλήγη πρὸς τὴν ἀκοήν, ἐμηχανήσατο πόρον, ἐξέπλευσεν ἀπαλλάξουσα τῶν δεινῶν. ὑμεῖς δὲ ἀντὶ τοῦ σῶσαι καὶ στορέσαι τὸ κλυδώνιον καὶ παρα- πέμψαι πρὸς λιμένας ἀνετρέψατε καὶ διεφθείρατε καὶ [*](1 δευτέρα συνοικῆσαι Li Ι δέδωκας Li 2 γὰρ om LaMa I θεραπεύσαντα Li | κουφιῶντα HV 4 παίδων om Li | εἰς παραμυθίαν παίδων La 5 ἐμαυτῷ δυσσεβὲς scripsi ex HV LiLaAthMaClBVa δυσσεβὲς ἐμαυτῷ Μ edd | εὐπορήσωμεν La) [*](6 τούς ΗΜaCl | ἤδη post ἴσως inser Ma 2 7 κτησόμεθα Ferr et γρ in marg Mor Ι γάμον δὲ καὶ τῆς μνήμης MaCl sed in hoc τῆς μνήμης e tri μνήμη corr m 2 8 οὐ γὰρ ἐν om Li | Ὑμεναίοις Mor Re 11 et 14 ὦ Β Ι γυναικὸς γενναίας scripsi ex HVLiLaMaCl γενναίας γυναικὸς MAthBVa edd 12 κατα- χώραν La καταῶραν Va 13 τοῖς ἔργοις τὴν φύσιν scripsi ex HVLiLa φύσιν τοῖς ἔργοις MAthMaClBVa edd 15 κατελύσατε MaCl 16 ἤκουσεν Ma sed ὲν in ras m 2 | δου- λείαν τὴν ἐμὴν Μ 18 ἀπαλλάσσουσα Li ἀπαλλάττουσα Ferr et γρ in marg Mor 19 στορέσαι Μ sed ρ e λ corr y 20 λιμένα Va et mavult Re Ι ἀνεστρέψατε HV Ι καὶ(2) om MaCl)

575
διενείματε τὴν ἡμετέραν συζυγίαν λῃσταῖς καὶ ναυα- γίοις.

τί οὖν, εἴπερ ἀναγκαῖον ἦν, οὐ μετηλλάξατε τὰς τύχας; ὤφελον ἐγὼ κεῖσθαι νῦν, ἡ δὲ ἐφ’ ἡμῖν δακρύειν. ἐπεὶ δὲ τοῦτο οὐχ ὑπῆρξε, δὸς ἡμῖν, ὦ πάτερ, χάριν μετρίαν· ἐπίτρεψον μέχρι τῆς τελευτῆς θρηνεῖν. μηδὲ στεφανώσῃς μηδὲ προσείπῃς αὖθις | νυμ- [*](RIV 653) φίον. αἰσχύνομαι τοὺς λῃστάς, εἰ πύθοιντο γάμους δευτέρους.

ὅλως δέ, εἰ καὶ σφόδρα βουλοίμην ὑπ- ακούειν, οὐχ ὁρῶ πῶς ἂν δυναίμην. φαιδρὸν εἷναι δεῖ τὸν νυμφίον, ἐγὼ δὲ κατηφής, ἀνειμένον, ἐγὼ δὲ συν- ἐσταλμένος, ἐρωτικόν, ἐγὼ δὲ ἀπ’ ἐκείνης τῆς ἡμέρας ἀνέραστος. φοβοῦμαι μὴ τοῖς ὑμεναίοις ἀναμίξω τὰ δάκρυα, φοβοῦμαι μὴ ταῖς εὐχαῖς τὰς οἰμωγάς. κατεί- λημμαι τὴν ψυχὴν ἀκριβῶς ἐξ ἐκείνης. ὁμολογῶ βλέ- πειν τὸν τύπον, ἀκούειν μοι δοκῶ τῆς φωνῆς ἐκείνης. δέδοικα μὴ τῇ δευτέρᾳ συγκατακείμενος ἐκείνην ἀνα- καλἐσωμαι.

καὶ μὴν τοῖς γε ποιηταῖς σύνηθες ᾄδειν ἐπὶ θύραις νυμφίων μέλη. ταῦτα δ’ ἐστὶν εὐ- [*](1 cf. t. VI 516, 10 18 cf. De la Yille de Mirmont, Mé- langes L. Havet p. 571 sq.) [*](1 λῃσταῖς HLiAthMa Ferr 2 οὐχὶ MaCl 3 ὄφελον HVM cf. t. VI 379, 11 4 ὑπῆρξεν Ma Ι ὦ om HVLiLa AthMaCl I πάτερ om La 5 τὴν ante χάριν La 6 μὴ δὲ ΗLiLaMaClMBVa μὴ edd Ι μὴ δὲ HLiMaClBVa Ferr Ι προσείπῃς Cl sed σ inser m 3 7 λῃστάς HLiMa Ferr λο- γιστὰς BVa | εἰ in ras Ma 3 8 ὑπακούσειν BVa 10 ἀνει- μένον La sed ει eras et in ημ corr p 11 ἐρωτικόν — 12 ἀνέ- ραστος praemissis verbis ἀνέραστος καὶ ὁ μὴ ἐρῶν καὶ ὁ μὴ ἐρώμενος. Λιβάνιος ἐν μελέτη τῇ Ἔχων τις γυναῖκα καὶ ὢν ὑπὸ πατρὶ ἀπεδήμησεν citat Thomas Mag. s. v. ἀνέραστος p. 42, 8 R | ἐρωτικόν om Cl I δὲ om Ferr δ’ ΜΒ 12 ἀναμίξω scripsi ex HVLiLaM sed in hoc ω ex αι corr y, MaB ut coni Re ἀναμίξαι ClVa edd 13 οἰμωγάς Ma sed οἰμῶ in ras m2 14 καὶ post ὁμολογῶ La Ι βλέπειν — 15 ἐκείνης om HVLi 16 ἀνακαλέσομαι HVLiMaCl 11 γε om HV τε Ferr 18 δέ HLaMa δὲ ὢ δι’ Li | ἐστὶν om Li εἷναι Ma sed γρ ἐστὶν m marg m2 Ι εὐφημία scripsi ex HVLiLa εὐφημίαι MCl sed in hoc ι(2) in ν corr, BVa edd εὐφημίαν Ma)

576
φημία τῶν μιγνυμένων ἐπ’ ἄλλοις τε πολλοῖς καί, τὸ μέγιστον, τῷ δεξιῷ τῆς τύχης. τί βούλει δρᾶσαι τὸν ποιητὴν εἰς τὸ μέρος τοὐμόν; εἰπεῖν ὧς εὐδαίμων; ἀλλὰ ψεύσεται. ἀλλ’ ὡς ἄθλιος; ἀληθὴς μὲν ὁ λόγος, ἀλλ’ οὐ συνᾴδων τοῖς γιγνομένοις.

50. Ἅνδρες δικασταί, ἐγὼ πάντα πλὴν ἑνὸς τούτου πείθομαι τῷ πατρί· μαστιγούτω, στρεβλούτω, τὰ τῶν οἰκοτρίβων ὑπουργεῖν ἐπιταττέτω, θαυμάσεται τὴν ἐν τοῖς ἄλλοις ἑτοιμότητα. τουτὶ δὲ μόνον σιωπάτω, τὸν γάμον. δεινῶς μου στρέφει τοὔνομα τὴν ψυχήν. εἰ δὲ δεῖ δυοῖν θάτερον, ἢ γαμεῖν ἤ μεθεστάναι, ὅ τι μὲν ἀπολογήσεσθε ταῖς ὑμετέραις αὐτῶν γυναιξὶ ταύτην θέμενοι τὴν ψῆφον, οὐκ οἶδα, ἐγὼ δὲ ὑποχωρήσω μέν, οὐκ ἐπινεύσω δὲ ὅμως τὴν γνώμην κρείττω δεῖξαι τοῦ σχήματος.

[*](7 cf. t. VI 334, 15 12 cf. t. II 33, 4; VI 223, 14)[*](1 ἐπάλλοις La | τοῖς Li 2 βούλῃ La Ι δρᾶσαι scripsi e La δράσαι reliqui libri edd 3 ὧς εὐδαίμων in ras Va 2 | εὔδαιμον La 4 μὲν om Li 5 συναδίοις Li Ι τοῖς om Li Ι γινομένοις HVClVa Mor Re γινόμ cum lac 4 litt Li | post γιγνομένοις punctum posui colon Li comma reliqui libri edd)[*](6 post δικασταί comma posui cum Ferr, punctum libri sed om Cl, Mor Re 8 οἰκοτρίβων La sed ΄ del et βων in ras p I ποιεῖν Li 9 ἑτοιμότητα Ma sed ἑ in ras et τοι in marg m 2 I ταυτὶ MaCl 10 μοι MaCl 11 δεῖ inserui e LaM sed in hoc inser y, MaClB Va sed in hoc inser δοῖτε HV om Li edd Ι δυεῖν Va Ι μεθιστάναι HLi Ferr Mor Ι ὅτι Cl 12 ἡμε- τέραις Va Ι ταύτῃ an ταύτῃ perinde est“ Re Ma sed χω inser m 2 14 ἅμως reposui ex HVLiLaMMaCl Β ὥστε Va edd | δεῖξαι κρείττω HV | κρείττονα La sed e κρεῖττον corr p)
577

51. Τίς οὖν ἐστι παραμυθία; κρότος ὁ παρὰ τῶν σωφρόνων, ἔπαινος ὁ τῶν ἐπιεικεστέρων, ῥήματα τὰ πολλῆς οὐσίας λαμπρότερα. πολλοὶ φιλονεικήσουσιν ὑπὲρ τῆς εἰς ἐμὲ προνοίας. εἰ δ’ οὖν πανταχόθεν ἐξειρ- γοίμην, ἀρκεῖ μοι τοῦτο πρὸς ἡδονήν· θρηνῶν τὴν 5 γυναῖκα τεθνήξομαι.

[*](1 τί Li I ἐστιν Cl Ι κρότος om MaCl | ὁ in ras Cl 3 Ι περὶ LaMaCl sed in hoc in ras m 3 2 ῥημάτων HVLiMBVa et γρ in marg Mor 3 δὲ post πολλοὶ V Ι φιλονεικήσουσιν Ma sed ήσ inser m 2 4 περὶ Ma | δὲ Li)
578

Sequitur par declamationum φιλαδέλφων·