Declamatio 45

Libanius

Libanius, Declamatio 45, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

εἰσὶν ἀχαριστίας γραφαί, προαγωγείας ἐγκλήματα, [*](7 Dem. Aristocr. p. 629, 28 sq. 13 Dem. Timocr. p. 738, 27 15 Aeachin. Tim. § 14 p. 3, 9; § 184 p. 26, 17. PoU. III 27. cf. Meier-Schoemann-Lipsius, Att. Process p. 410) [*](5 πρός τι Mrubr (corr πρὸς τί)) [*](1 με οἴει Β I στενάξειν et 2 ὀδυρεῖσθαι scripsi στενάξαι et ὀδύρεσθαι libri edd 2 συγγένειαν Β 3 ἆρα — 4 φαί- νεται ante 4 ἆρα — πλάνη posui ex AthMaClB, post PMVa edd Ι σοι om Ma 5 πρὸς om Β | τοσοῦτον MVa | ἁ cum lac 6 litt Β ἀπαρτήσω Va 6 οὐδὲ vel delendum vel in δὴ cor- rigendum coni Gasda οὐ Β | δι’ ἐμὲ πονηροὶ Β 11 πικρο- τέραις Ma sed τέραις in τάταις corr m 2 | ἀμυνόμενοι Ρ Ferr et γρ in marg Mor 12 οὐδὲν AthMaClB | ἀρκεῖ Ferr et γρ in marg Mor 13 οἱ delendum censet Gasda 14 τινες συνεχῶς Va 15 γραφὴ Cl | προαγωγείας Va sed ει ex ε corr m2 προαγωγίας Cl προσαγωγίας Ma)

540
πορνείας, ἀσελγείας, πονηροῦ βίου. κατὰ πάντων ὑπό- κεινται γραφαὶ καὶ κίνδυνοι. ἆρ’ οὖν οὔτε πορνεύουσί [*](RIV 510) τινες οὔτε μοιχεύουσιν | ἕτεροι οὐδὲ ἀχαριστοῦ- σιν ἄνθρωποι, ὅτι δειναὶ κατὰ τῶν ἁλισκομένων αἱ τιμωρίαι; πολλοῦ γε μὴν τὸν ἐμὸν ἂν ἐτιμησάμην θά- νατον τοσαύτην εὐεργεσίαν τῇ πόλει φέροντα, εἰ τοσ- οῦτον ἀποθανὼν ἴσχυον ὧς μηκέτι πταίειν ποιεῖν τοὺς ὕστερον.

ἄνελε τοίνυν καὶ τοὺς περὶ τούτων νό- μους. τί γὰρ ἔτι κέρδος τῇ πόλει ἔσονται οὐκέτι ὄντος τοῦ πταίσοντος; ἀλλ’ οὐχ οὕτω ταῦτα πέφυκεν, ἀλλὰ φύσει καὶ τύχῃ διώρισται. οὐ γὰρ τῇ τῶν τιμωριῶν ὑπερβολῇ οὐδὲ τῇ τῶν νόμων ἀπειλῇ κακουργεῖν οἱ πλείους ἀπέχονται, ἀλλὰ τῷ προαιρεῖσθαι σωφρονεῖν καὶ βούλεσθαι.

τοιγαροῦν εὐτυχῆ καλοῦμεν τοῦτον καὶ ὄλβιον οὐχ ὃν ἂν ἴδωμεν μόνον κακουργοῦντα μηδέν, ἀλλὰ καὶ ὅν μηδὲν ἀδικηθῆναι παρεσκεύασεν ἡ Τύχη. οὕτως οὐ διὰ τοὺς ἁλισκομένους καὶ κινδυ- νεύοντας σωφρονοῦσί τινες, ἀλλὰ διὰ τὴν ἀρίστην τοῦ βίου πρόθεσιν σωφρονοῦσι καὶ σώζονται. ποῦ τοίνυν [*](1 Lyc. Leocr. § 130 p. 130, 25 et 23. Dem. Phorm. p. 913, 6) [*](5 ἐτιμησάμην] ἄξιον ἡγησάμην Ρ Mor) [*](1 ἀπόκεινται AthMaClB Mor sed in hoc γρ ὑπόκεινται in marg, Re 2 πορνεύσουσί et 3 μοιχεύσουσιν MVa 3 ἀχαριστή- σουσιν MAthMaClBVa et γρ in marg Mor 5 ἂν om Μ 7 ἴσχυον reposui e libris ἴσχυσα edd sed γρ ἴσχυον in marg Mor) [*](9 γενήσονται MVa et γρ in marg Mor γενήσεται AthMa sed in hoc ε in ον corr m 3, ClB Ι μηκέτι AthMaCl μηκέτ’ Β | τίνοντος coni Gasda | πταίσοντος scripsi πταίοντος libri edd) [*](12 < τοῦ> κακουργεῖν? at cf. p. 522 13 τῷ om Ma Cl 14 καὶ βούλεσθαι ut glossema delendum censet Gasda βουλεύεσθαι Ath 15 ὅλον τὸν μόνιμον in marg Ath οὐχ ὃν μηδὲν ἀδικηθῆναι μόνον παρεσκεύασεν ἡ τύχη, ἀλλὰ καὶ ὃν ἂν ἴδωμεν κακουργοῦντα μηδέν Gasda 18 σωφρονοῦσί τινες om Μ 19 τινὲς post σωφρονοῦσι Μ)

541
ἔτι σοι καιρὸν ἔχει τὸ σκαιώρημα ὧς ἡ ἐμὴ φυγὴ πολλοὺς εἶναι πονηροὺς ποιήσει τῇ πόλει;

24. Ἀλλὰ μέχρι τίνος ἡμῖν ἐπεμβαίνεις, ἄνθρωπε; σπεῖσαί μοι δυστυχοῦντι παρὰ τὸ προσῆκον, συγχώ- ρησόν μοι τὴν ἐμὴν ὀδύρεσθαι τύχην. τί μου τῇ φυγῇ βασκαίνεις; τί δέ με κωλύεις τῆς ἐπ’ ἐρημίας ὁδοῦ; ἐλεεινός εἰμι, οἴκτων, οὐ βασκανίας ἄξιος. εἰ τοῖς ἡμε- τέροις κακοῖς ἐπεμβαίνειν ἔγνωκας, εἰ τὴν ἡμετέραν συμφορὰν κέρδος νενόμικας, δύναμαί σοι ζῶν ἡδονὴν μᾶλλον προξενῆσαι καὶ γέλωτα. ὁρᾷς; ἂν ἀποθάνω, λήθῃ παραδώσεις τὴν κατ’ ἐμοῦ γραφήν· ἂν οἰκῶ τὴν πόλιν τὴν ἀτιμίαν ἔχων, τάχα πού σε καὶ λυπήσω μόνον φανείς· ἂν δὲ τὴν ἐρημίαν, δύνασαί μου καθ’ ἑκάστην ἀκούων τὴν πλάνην ἥδεσθαι, ὥσθ’ ὅσον ἐγὼ τῇ φυγῇ δυστυχέστερος, τοσοῦτον σὺ γενήσῃ τοῖς ἀλ- λοτρίοις ἀμείνων κακοῖς.

25. Ταῦτα, ὦ ἄνδρες πολῖται, πρὸς τοὺς ἐπηρεά- ζοντας ἐμοὶ καὶ πολεμοῦντας εἴρηται. Ι ἐγὼ δὲ [*](RIV 511) κἂν ἐπταικέναι δοκῶ καὶ δεινῶν ἄξιος τῇ πόλει καὶ τοῦ λοιποῦ τῆς ἐνεγκούσης ἀλλότριος, μέχρι τούτου στῆναι τῇ πόλει τὸν Φθόνον εὔχομαι καὶ μὴ περαι- [*](8 cf. IV 768, 19 R) [*](1 ἐπὶ σοὶ Β Ι σκαιώρημα scripsi e MAthMaClB σκευώσημα Va σκευώρημα Ρ edd cf. ad p, 325, 15 | ἡ ’μὴ Ma ἡμὴ Cl) [*](3 ἡμῖν om MVa | ἐπεμβαίνεις scripsi cum Gasda coll 1. 8 ἐπιβαίνεις ΡΜΒ edd ἐπιμένεις AthMaClVa et γρ in marg Mor 4 σπεῖσον μοι Β 5 μου] μοι Μ 7 εἰμι Ma sed e μοι corr m2 8 ἐπιβαίνειν Β 11 δὲ post ἂν inserendum coni Gasda 12 τάχα που Va τάχα ποῦ reliqui libri edd 13 οἰκῶ post ἐρημίαν AthMaClB | μέ μου Ma sed μέ del m 2 | καθεκάστην ClBVa et coni Gasda 15 δυσχερέστερος Ma 17 πολίται PMAthMaBVa edd 20 τουλοιποῦ Β τῆς λοιπῆς Ma I γίνωμαι post ἀλλότριος Β 21 τὸν Φθόνον εὔχομαι scripsi e MAthMa sed in hoc εὔχομαι inser m 2, ClBVa εὔχομαι τὸν φθόνον Ρ edd)

542
τέρω χωρεῖν τὰ δυσχερῆ.

φθόνε καὶ δαῖμον καὶ βασκανία καὶ τύχη πονηρά, σὺν ἐμοὶ τὴν πόλιν ἐκλείπετε καὶ δεινῆς ἀπαλλάττετε τὴν ἐνεγκοῦσαν στάσεως. κατὰ μηδενὸς ἔτι τῶν πολιτῶν χορεύοντες ἀρκέσθητε τῇ κατ᾿ ἐμοῦ τρυφῇ. ἱκανὸν τοῦθ᾿ ὑμῖν καθ᾿ ἑνὸς δημοτικοῦ νεανιεύσασθαι. ἰδού, προλείπω τὴν πόλιν, ἰδού, τῶν κοινῶν ἀπαλλάττμαι. μηδεὶς ἔτι μοι τῆς αὐτῆς ἀπολαύσαι τύχης, ὦ πατρῷοι θεοί.

27. Ἐβουλόμην καὶ τοῖς στρατηγοῖς διαλεχθῆναι καὶ ῥήτορσι καὶ παρόντων ὑμῶν ὀλίγα τινὰ πρὸς αὐτοὺς ἀποκρίνασθαι. μηδεὶς ἄδικος ὑμᾶς, ὦ σύμβουλοι, κινείτω φθόνος. ἑαυτοὺς τοῖς τῆς πολιτείας καλοῖς συνδιανείματε. εἷς ὑμῖν ξῆλος ἔστω καὶ πόθος ἡ περὶ τὴν πόλιν ὁμόνοια. εἰ τὴν ἐμὴν τύχην ἀεὶ λογίζεσθε, λυσιτελέστερον οἶδ᾿ ὅτι βουλεύσεσθε.

28. Τί οὖν, ὦ ἄνδρες πολῖται, τί μέλλετε; ἐγὼ μὲν γὰρ ἤδη καὶ τοῖς φίλοις ἀπεταξάμην καὶ τοῖς συγ- [*](17 cf. t. VI 308, 13. Lobeck Phryn. p. 24) [*](17 ἀπεταξάμην] ἀφωσιωσάμην καὶ τὸ εἰκὸς ἐπλήρωσα Ρ Mor) [*](1 ὦ ante φθόνε inserendum coni Gasda | καὶ δαῖμον] καὶ καὶ δαῖμον Ρ interponi velim ακκέ“ Re, cui oblocutus est Iacobsius Anth. Pal. III 401 κακόδαιμον Cobet Coll 295 num ut glossa delenda? at cf.p. 588, 3 et 543, 2 | καὶ τύχη πονηρὰ καὶ βασκανία Ma 2 ἡμῖν Ath MaClB | ἐκλείπετε Ma sed τε e ται corr m2 ἐκλίπετε Β 4 χορεύοντες in lac 9–10 litt om B 5 ἔστω vel εἴη post ἱκανὸν inserendum coni Gasda | ἡμῖν Ma Cl 8 ἀπολαύσαι scripsi cum Gasda ἀπολαύσῃ MB ἀπολαύσει PMaClVa et γρ in marg Mor ἀπολαύσοι Ath edd | πατρῶοι Va 10 ἡμῶν Ath | τινὰ om B 12 ἐαυτοὺς — 13 συνδιανείματε] ἑαυτοῖς τῆς πολιτείας τὸ σχῆμα σώζετε Ath ἑαυτοὺς τῆς πολιτείας θεσμοῖς καταδουλοῦν MaCl ἑαυτοῖς τῆς πολιτείας Va κατὰ τῆς πολιτείας Μ ἔα τί τῆς ἱκετεύεις Β | γρ ἑαυτοῖς in marg Mor | καλοῖς scripsi auctore Re καλῶς P edd om reliqui libri 13 συνδιανείματε Mor sed γρ εἴκετε in marg | εἷς om PMAthB Va Ferr 14 ἂν ante εἰ Β | γρ ψυχὴν in marg Mor | λογίξησθε Β 16 πολίται BVa Ferr Mor | τί om ClB 17 τοῖς(2) ομ Ath B)

543
γένεσι καὶ προσήκουσι. δότε μοι τὴν ἐρημίαν ἀντὶ τῆς θρεψαμένης, δότε μοι πόλιν τὴν τοῦ δαίμονος. ἀλλὰ τίς ἡμᾶς μετὰ ταῦτα τύχη δέξεται; ποῖ με λαβὼν πάλιν ὁ Φθόνος διαβήσεται; ποίοις ἡμᾶς προσοίσει φέρων τοῖς ὄρεσι; ποῦ θαλάττης ἢ γῆς ἀποθήσεται; ἀλλ’, ὁρῶ γὰρ ὑμᾶς στυγνοτέρους γεγενημένους ἅπαυ- τας, τάχα μου τῇ τύχῃ συναλγήσαντες ἑτοίμως δοῦναι τὴν χάριν ταύτην ψηφίζεσθε.

[*](1 καὶ inser Ma 2 | τοῖς ante προσήκουσι Μ 2 θρεψαμένης scripsi e MAthVaMaClB ἐνεγκαμένης Ρ edd Ι τὴν πόλιν τὴν Μ I ἀλλὰ scripsi auctore Sinteni ἄρα libri sed ΄ e ~ corr Va 2, edd φοράν cum antecedentibus τὴν τοῦ δαίμονος coniunctum coni Gasda 3 ἡμᾶς Ma sed ὑμᾶς in marg | μεταταῦτα ΡΒ Va I ποῖ scripsi ποῦ libri edd 4 πάλιν om Μ Ι Φθόνος scripsi φθόνος libri edd | ἡμᾶς scripsi e PMMaClVa cum Sinteni ὑμᾶς AthB edd Ι προσοίσει Ρ sed ει in ras m2 6 comma post ἀλλ’ posui om libri edd)