Declamatio 45

Libanius

Libanius, Declamatio 45, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

πρὸς θεῶν, εἰ δὲ θάνατον ᾔτουν προσιὼν ἐγὼ ἢ τὴν ἀτι- μίαν κατά τινας τῶν δικασάντων, οὐκ ἂν εὐθὺς ἀν- ἐβόησας; ἄνθρωπε, παρὰ τὸν νόμον αἰτεῖς καὶ φεύγειν ἐξὸν ἀτιμίας ἐρᾷς. οὐ δίδωμί σοι, κἂν [*](5 cf. ad p. 628,1 17 cf. ad p. 537,5) [*](1 ὅρος Mrubr 3 ἀνθορισμός Mrubr ἡ Τιμοθέου λύσις Ath) [*](1 τίς παρελθὼν MVa | περὶ Va2 τὴν om AthMaClB) [*](4 δικάσαντας AthMaCl 5 γρ ἀφεὶς τοὺς ἐξ in marg Mor) [*](7 τέτταρας MaClB | βουλήμασι scripsi e MMaClB sed in hoc η ex ευ corr, Va βουλεύμασι PAth edd 10 παρακρού- σεσθαι scripsi auctore Re παρακρούεσθαι libri edd 11 ἐξα- πατᾶσθαι AthMaClVa et γρ in marg Mor 15 περὶ Va 16 ἂν inserui ut coni Mor Not et Gasda om libri edd | περὶ Va Ι διπλῆν MaB 21 περὶ Va 22 δίδωμί scripsi ex Ath MaClB ut „ex alio“ scribendum coni Mor Not δίδωσί PMVa edd)

536
ἐπιθυμῇς, τὸν θάνατον. δεῖ γὰρ ἐκείνην τὴν ψῆφον νικᾶν ἢν οἱ πλείους τῶν δικαζόντων εἰ- ρήκασιν. εἶτα σὺ μέν, εἴπερ ἄλλου τινὸς ἐπεθύμουν ἐγώ, τὴν φυγὴν διὰ τὸ πλῆθος < ἄν> ἀντέδωκας δικασάντων, ἐμοὶ δὲ αἰτοῦντι τὴν ἀναχώρησιν κατὰ τὸν νόμον οὐ δίδως;

ἵνα δέ σε μετὰ ἀκριβείας πιστώσωμαι, αὐτό σοι τοῦ νομοθέτου γυμνώσω τὸ βούλημα. εἰδὼς γὰρ ὅτι πολιτείᾳ νομοθετεῖ παρ’ ᾗ πλείους δικάζουσι τὰς πλείους ψήφους κρατεῖν προσ- ἔταξεν. ᾔδει γὰρ ἀκριβῶς ὅτι τῇ φύσει διαλλάττουσι πάντες ἁπλῶς οἱ δικάζοντες καὶ ὁ μὲν τὴν γνώμην ἀπάνθρωπος, ὁ δὲ ἑτέρου μᾶλλον χρηστότερος, καὶ ὁ [*](RIV 508) Ι μὲν ἀδικίᾳ προσφιλής, ὁ δὲ δικαιοσύνῃ σύν- τροφος, καὶ τῷ μὲν ὕβρις δοκεῖ τῶν ἐν τῷ βίῳ τὸ χαλεπώτατον, τῷ δὲ κυβεία καὶ μέθη, ἄλλος καθ’ ἱερο- σύλων ἄσπονδος, ἕτερος πολέμιος τοῖς κατὰ τῶν τετε- λευτηκότων χεῖρας ἐπιβάλλουσι, καὶ ἄλλος πρὸς ἄλλο τι τῶν ἀδικημάτων παροξύνεται πλέον, τὸν μὲν ἐλύ- πησεν ἄδικος φόνος, τὸν δέ, εἴ τις τοὺς γεγεννηκότας κακῶς διέθηκε.

φύσει γὰρ οἱ ἄνθρωποι καὶ μᾶλλον [*](7 γνώμη νομοθέτου M rubr) [*](1 ἐπιθυμῇς Va sed η in ras m2 2 οἱ om Ma 4 ἂν inserui ante ἀντέδωκας, post Ath om reliqui libri edd inseren- dum vidit Gasda | τῶν δικαστῶν ἀντέδωκας Β 6 τὸν inserui e MAthMaClBVa om Ρ edd Ι νόμου Re | colon post δίδως Mor Ι σοι Ath 7 πιστώσωμαι scripsi e PAthMaClBVa πιστώσομαι Μ edd I πιστώσω Ma 9 δικάζουσι Ma sed δι in ras m2 | κρατεῖν ψήφους AthMaClB Ι ἐπέταξεν MaB 10 τῇ om MaCl | διαλλάττουσιν Cl 12 καὶ om Μ 13 δικαιοσύνης MaCl 15 χαλεπώτατον scripsi ut coni Re χαλεπώτερον libri edd 18 πλέον παρώξυνται AthMa sed in hoc πε ante παρ inser m2, ClB 20 οἱ om AthMaCl Ι πάντων μάλιστα coni Gasda)

537
πάντων οἱ δικάζοντες πρὸς πάντα μὲν ἀεὶ τὰ δυσχερῆ χαλεπαίνουσι, πλέον δὲ ἃ πονηρά τις ὄντως ὑπείληφε. διὰ τοῦτο πολλοὶ μὲν ἀνδροφόνους ἴσωσαν ἐπ’ ἀδί- κοις φόνοις ἡδόμενοι, πολλοὶ δὲ καὶ κατὰ τούτων ἀπάνθρωπον ψῆφον ἐξήνεγκαν φόνου μισοῦντες καὶ πρόσρημα. ἄλλοι τὸν πλεονέκτην ἀφῆκαν ὡς οὐδὲν ἀδικήσαντα τῇ τῆς πλεονεξίας ἡδονῇ καὶ αὐτοὶ κατε- χόμενοι. κἂν τὸν ὑβριστὴν ἴδῃς μετὰ τὴν δίκην ἀνεύ- θυνον, νόμισον ὕβρει χαίρειν τοὺς δικάζοντας. καίτοι γε πολλοὶ μισεῖν οὕτως ὕβριν ἐγνώκασιν ὧς καὶ τὸν μικρόν τι λοιδορησάμενον πυρὶ παραδοῦναι καὶ μάστιξι.

τοσούτων τοίνυν ὄντων οἷς ἥδονται καὶ μισοῦσιν ἄνθρωποι καλῶς ὁ τὸν νόμον τιθεὶς προσέταξε τὰς πλείους ψήφους κρατεῖν. ᾔδει γὰρ πολλάκις περιπεσεῖν τοὺς δικάζοντας ἀνομοίοις τοῖς δόγμασι καὶ ἄλλον ἄλλο τι πλέον κατὰ τῶν δικαζομένων ψηφίζεσθαι, τὸν μέν, ἂν οὕτω τύχῃ, δήμευσιν, τὸν δὲ ἀειφυγίαν ἢ θά- νατον, ἄλλον ἀτιμίαν ἢ βρόχον ἢ καὶ μέχρι ῥημάτων αὐτῶν τὴν ζημίαν ὁρίζοντα τᾷ κατεγνωσμένῳ. εἰδὼς τοίνυν τοῦτο πολλάκις συμβησόμενον οὕτως ἐνομοθέ- τησεν, ἔνα τοὺς δικαστὰς ταῖς γνώμαις μετρήσαντες [*](3 Dem. Ariatocr. p. 629, 28 sq. 6 arg. Arist. vesp. Luc. Charid. 10. cf. p. 535, 17) [*](2 οὕτως ClB 3 διατοῦτο ClB | τοῦτον Ma 4 τούτων] τῶν δικαίων (sc. φόνων) coni Re τυραννοκτόνων lacobs Lect 125 τυραννοφόνων praetulerim sed cf. p. 539, 7. Dem. Aristocr. 629, 28 sq. 6 ἐξήνεγκαν scripsi ex AthMaClB εἰσήνεγκαν Ρ MVa edd 6 γρ σκαιώρημα πρόσρημα Β 8 ἴδοις Va 16 πλέον non post τι, sed post δικαζομένων MaClB | κατὰ om Va Ι δικαζόν- των Va 17 οὖν post μὲν AthMaCl Ι οὕτως Μ Ι τύχοι Va Ι δή- μευσιν scripsi auctore Gasda δημεύειν libri edd Ι τούς MaClB) [*](19 ὁρίζοντας Β 21 ταῖς γνώμαις τοὺς δικαστὰς Ath MaClB)

538
πέρας τοῖς ἀτυχοῦσι τὴν πλείονα τούτων ψῆφον ποι- ώμεθα.

17. Ἀλλ’ ἐροῦσιν ἕτερον εὐθὺς κατασκευάσαντες λόγον ὧς πολλοὺς τῶν ἐνοικούντων πονηροὺς γενέσθαι προξενήσομεν, εἰ ταῦτα τούτῳ χαρι- [*](RIV 509) σόμεθα. ὢ παραδόξου λόγου καὶ | πονηρᾶς ἐπι- νοίας κατ’ ἐμοῦ πάλιν καὶ τέχνης καὶ σοφίσματος, ἄνθρωπε. μὴ γὰρ δωρεὰν αἰτῶ μετὰ τὴν κατάγνωσιν, μὴ γὰρ πανηγύρεως μετέχειν ἀξιῶ μετὰ τὸν ἔλεγχον, ἵνα καὶ πολλοὺς πονηροὺς εἶναι συμβήσεται; τιμωρίαν, οὐ δωρεὰν αἰτῶ, φυγήν, οὐ πανήγυριν.

ἀγνοεῖς ὅτι πολλοῖς ἡ φυγὴ πολλάκις θανάτου χαλεπωτέρα νομί- ζεται; ὁ μὲν γὰρ ἐκ καταγνώσεως ἀποθανὼν πολλάκις κἀν οἰκείᾳ τῇ γῇ κρύπτεται, ὁ δὲ ἐπ’ ἐρημίας τοῦτο παθὼν τοῦ πεσόντος ἐν οἰκείᾳ τῇ γῇ δυστυχέστερος. ὥστε μικροῦ λανθάνεις ἡμῖν καὶ συνιστάμενος δι’ ὧν βλάπτειν ἐσπούδακας

19. Βούλει σοι δείξω πηλίκην αἰτῶ συμφοράν; πρῶτον μὲν ἱερῶν καὶ γένους σχίζομαι καὶ πατρίδα ταύτην ἐῶ καὶ τάφους προγόνων καὶ μνήματα καὶ δόξαν πατέρων καὶ διηγήματα. οὐκέτι τοῖς πατρῴοις θεοῖς, ἀλλὰ δαίμοσι ξένοις καὶ πλάνοις προσεύξομαι. [*](3 ἀντίθεσις στοχαστική M rubr 18 πηλικότης M rubr) [*](5 χαρισαίμεθα Β 7 σώματος Va 9 μὴ γὰρ scripsi ex AthMaClB καὶ PMVa edd sed „μὴ γὰρ elegantius in alio Regio“ Mor Not | ἀξιῶ μετέχειν Β 10 ἴνα in lac 3 litt om I πολλοὺς om Ρ Ι εἷναι πονηροὺς MVa Ι συμβῇ Ath 12 πολ- λοῖς om MaCl | πολλάκις om AthMaClBVa 14 κἀν scripsi κἀν ἐν ΡΜΒ Re κἂν AthMaClVa Ferr Mor κἀν vel καὶ ἐν coni Gasda | δ’ AthMaClB 15 δυσχερέστερος Cl δυσχερέστος Ma 16 λανθάνειν „alius Regius“ (Mor Not) 20 ἐρῶ Ρ sed del, MVa 22 πλάνοις καὶ ξένοις Va | πλάνοις scripsi e Va πλάναις reliqui libri edd sed „aut πλάνοις aut πλανήταις leg. videtur“ Re | εὔξομαι AthB)

539
ποσάκις οἴει με στενάξειν τὴν ἐνεγκαμένην ποθήσαντα, ποσάκις ὀδυρεῖσθαι γένος ἐπιζητοῦντα καὶ συγγενεῖς καὶ προσήκοντας; ἆρα ταῦτά σοι φιλανθρωπότερα θα- νάτου φαίνεται; ἆρα κουφοτέρα τῆς ἀτιμίας ἡ πλάνη;

20. Ἵνα δέ σοι καὶ πρὸς τοῦτον ἀπαντήσω τὸν λόγον ὡς οὐδὲ πονηροὶ δι’ ἐμὲ πλείους γενήσονται, οὕτω λογίζου καὶ ὅρα. τοὺς ἀνδροφόνους κολάζομεν καὶ πολλοὺς ἐπὶ φόνοις ἁλόντας ἡ πόλις ἀνῄρηκεν. ἆρ’ οὖν οὐκέτι φόνοι γενήσονται οὐδὲ κατ’ ἀνδροφό- νων ἔσται γραφή, ὅτι πολλοὺς ἁλόντας ἀνῃρήκαμεν; πικροτάταις καὶ τοὺς μοιχοὺς ἀμυνόμεθα τιμωρίαις, ἀλλ’ οὐδὲ ταῦτα πρὸς σωφροσύνην ἀρκέσει τοῖς ὔστε- ρον. εἰσὶν οἱ κατὰ τῶν ἱεροσύλων ὡρισμένοι κίνδυνοι. πῶς οὖν ἱεροσυλοῦντες συνεχῶς τινες ἁλίσκονται;