Declamatio 44

Libanius

Libanius, Declamatio 44, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ἔστιν οὖν οὕτω τις ἄθλιος ὅστις τῆς ἐκ τοῦ πράγματος ἀσεβείας μετασχὼν ἐν ᾧ τῶν ἡδίστων ἦν ἀπολαύειν τὴν κοινωνίαν ἔφυ- γεν ἄν, ὥσπερ ἄν, εἴ τις τοῖχον σὺν ἄλλῳ διορύξας καὶ τῶν φόβων τὸ μέρος ὑποστὰς εἶτ’ ἐνὸν ἐπὶ τῆς ἀσφαλείας νέμεσθαι τῶν ἐπίπλων, ἐφ’ ᾧ πάντα ἐκιν- δυνεύετο, μὴ βούλοιτο;

τί οὖν, ὦ κακόδαιμον, την- άλλως ἐκακούργεις; τί δ’ ἐν τοῖς χαλεποῖς ἵστης τὴν κοινωνίαν, ἀλλ’ οὐκ ἐκτείνεις μέχρι τοῦ κέρδους; τοὺς δὲ κοινωνούς, ὦ ἄνδρες, τῶν ἐμποριῶν οὕτως ὁρᾶτε ποιοῦντας; τὴν θάλαττάν τις ὑπομείνας καὶ τὰ τῆς θαλάττης κακὰ καὶ τῶν ὅρμων ἐπιλαβόμενος ἀπῆλθεν οἴκαδε κεναῖς ταῖς χερσὶ τῶν καρπῶν ἄλλῳ παραχω- ρῶν;