Declamatio 44

Libanius

Libanius, Declamatio 44, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

σκοπεῖτε γάρ· ἐκεῖνος ἐμοὶ φράζων ἃ ποιεῖν ἐγνώκει καὶ τὴν ἐπιθυμίαν ἐκ- φέρων οὐ τοῦτ’ αὐτὸ νομίζων αὑτῷ λυσιτελεῖν τὸ μη- ’δεν ἐμὲ τῶν πραττομένων ἀγνοεῖν προὔλεγεν ἄν, ἀλλ’ ὠνούμενος τὸ μηδὲν αὑτῷ κώλυμα παρὰ τῶν ὑπ’ ἐμοὶ τεταγμένων, εἴ τις αἴσθησις συμβαίη, γενέσθαι.

οὐκ- οῦν ἐχρῆν τὸν ἐκείνῳ συμπράττοντα στρατηγὸν μά- λιστα μὲν ὅλῃ τῇ δυνάμει περὶ τοῦ δεῖν ἐᾶν τὸν δεῖ- να καταλύειν τοὺς νόμους διαλέγεσθαι καὶ διδάσκειν ὡς ἀρέσκει μοι τὸ τόλμημα, εἰ δὲ μὴ τοῦτο, τοῖς τα- ξιάρχοις, τοῖς φυλάρχοις, τοῖς ἄλλοις δι’ ὧν ἂν ἦν τοὺς στρατιώτας ἐν ἀκμῇ τῶν καιρῶν κατέχειν. εἰ δὲ ἐγὼ μὲν ᾔδειν, οἱ δὲ ἠγνόουν καὶ διεκώλυον ἄν, εἴπερ ᾐσθάνοντο, τί πλέον ἂν ἦν τῷ τυράννῳ τῆς ἐμῆς κοι- νωνίας ἄνευ τῆς τῶν ὑπ’ ἐμοῦ στρατηγουμένων;