Declamatio 42
Libanius
Libanius, Declamatio 42, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
ἐῶ τἄλλα, ἀλλ’ εἴ τις ὑμᾶς ἔροιτο τοὺς κατηγοροῦντας· διὰ τί τοῦτο ποιεῖτε; λυπεῖ- σθαι φαίητ’ ἂν ὑπὲρ τοῦ μειρακίου. εἶθ’ ὑμεῖς μὲν λυπεῖσθε τεθνεῶτος, ἐγὼ δὲ χαίρω; πάνυ γοῦν τοῖς μετὰ τὸν θάνατον διαβέβληκα τὸν φόνον. ὁρᾶτε ὡς λευχειμονῶ καὶ ἐπὶ λουτρὰ βαδίζω καὶ δειπνῶ πολυ- τελῶς καὶ ἐν συμποσίοις ᾄδω; οὐκ ἐν τέφρᾳ κεῖμαι; οὐκ ἔοικα νεκροῖς; οὐκ ἐπιθυμῶ τελευτῆς; ταῦτ’ οὖν ἐζήτουν ὧν γενομένων ἀπόλωλα; καὶ οὐδὲ τῶν θηρίων ᾐσχυνόμην τὴν περὶ τὰ τέκνα φιλοστοργίαν;
[*](17 Plat. rep. Χ p. 617 C. cf. p. 391, 10)[*](3 ἐν ἐκεῖνο scripsi e LaViCl ἐν ἐκείνῳ HVCMVaB edd scriptura in Cr parum certa | ὁ ante μέλλων HV scriptura in Cr parum certa | διὰ τούτων ut glossema ad ἐν ἐκείνω delen- dum censet Gasda διατοῦτο Cl 4 κερδαίνειν reposui e libris sed scriptura in Cr parum certa κερδανεῖν edd | διατί HClVa Β 5 ἀπέδωκα ViCl | ἐπιεικὸς MVa 7 αὑτοῦ scripsi e C αὐτοῦ reliqui libri sed scriptura in Cr incerta, edd | δὲ κοι- νῶν MVaB Mor 10 γε scripsi auctore Re τε libri edd)[*](11 καὶ om Va | γρ τεθνεῶτι in marg Mor 12 τ’ ἄλλα Β τἆλλα HLaVi 13 διατί HLaViClVaB | τοῦτον LaVi 16 γ’ οὖν Η 18 συμποσίω Cl | τάφω ClVaB 19 νεκ(??)C)22. Τίς οὖν ἡ τοῦ πραχθέντος αἰτία; ἐμὲ γὰρ δεῖ τοῦτ’ ἀποκρίνασθαι, οἱ δικάζοντες δέ, οἱ δὲ περιεστη- κότες, ἅπασα δὲ ἡ πόλις οὐκ ἂν εἴποι, παῖδες, γυναῖ- κες; ἀλλ’ ἐμὲ δεῖ περὶ ὧν ἅπαντες ἴσασι λέγειν.
23. Δύναμις ἐπεληλύθει πολλὴ καὶ μεγάλη, στρά- τευμα δεινὸν καὶ χαλεπόν, ἱππεῖς, ὁπλῖται, τοξόται, σφενδονῆται. αἱ κῶμαι διεφθείροντο, τὰ βοσκήματα ἡρπάζετο, τὰ δένδρα ἐτέμνετο. κύριος μὲν ἦν τῆς χώ- ρας ὁ τύραννος, ἐβούλετο δὲ καὶ τῆς πόλεως. καὶ τὰ μηχανήματα ἑωρῶμεν, καὶ κραυγὴ πολλὴ καὶ λοιδορία στρατηγοῦ πρὸς ταξίαρχον, ταξιάρχου πρὸς στρατιώτας, στρατιωτῶν πρὸς τοὺς ἄρχοντας. φόβοι δὲ πανταχοῦ προσέπιπτον ὁμοίως ταράττοντες τοῖς λόγοις. ἡμέρα μὲν ἦν ἐν ταραχῇ, νύκτες δ’ ἐν ἀγρυπνίᾳ, τροφὴ δὲ οὐκ εἰς κόρον. τὸ δὲ τῆς πολιορκίας πέρας ἔτι μὲν ἀπῆν, ἑωρᾶτο δὲ τοῖς λογισμοῖς.