Declamatio 42
Libanius
Libanius, Declamatio 42, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
διὰ τί γὰρ οὐκ ἂν ἐπέδωκα ὦκα ἐμαυτὸν ὑπὲρ ἐκείνου; οὐκ ἐπιει- κής; οὐ κόσμιος; οὐ φιλοπάτωρ; οὐχ οἶος ἐνδοξοτέ- ρους μὲν ποιῆσαι τοὺς αὑτοῦ προγόνους, τῶν κοινῶν δὲ ἁπτόμενος μηδενὸς ὕστερος γενέσθαι; πλέον γὰρ οὐδὲν ἐρῶ. οὐκ ᾔδειν ὅτι καὶ δημηγορῶν καὶ στρατη- γῶν ἐκεῖνος νοῦν γε ἔχων μετὰ κάλλους ὑμᾶς μὲν [*](RIV 467) ποιήσει μείζους, τὸν πατέρα δὲ καὶ τεθνεῶτα | λαμπρότερον;