Declamatio 41

Libanius

Libanius, Declamatio 41, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

καίτοι καὶ ταῦτ’ ἄν, εἴπερ ἦν σοι δύναμις, ἐπέπρακτο. οὐ γὰρ δὴ τοὺς ἀριστεύοντας μᾶλλον ἂν ἐβούλου μακαρίζειν ἢ αὐτὸς εἶναι τῶν στεφανουμένων καὶ μᾶλλόν γε ἢ κατ’ ἐκεί- νους ἐπαινουμένων, ὅσῳπερ ἀψοφητὶ καὶ χωρὶς πραγ- μάτων τοὺς πολεμίους ἤλαυνες ἄν. ἐγὼ τοῦτον εἶδον πολλάκις ὑπὲρ ἀργυρίου διαλεγόμενον τοῖς ἐμπόροις καὶ νῦν μὲν αἰτοῦντα, νῦν δὲ τοῦ λαβεῖν εἰδότα χάριν. καίτοι τί χρῆν τοῖς πλουσίοις ἐνοχλεῖν ἐξὸν εἶναι τῶν δοῦναι δυναμένων;

διὰ τί | γὰρ μὴ πάντας [*](RIV 732) σοι θησαυροὺς ἀπεκάλυψεν ἡ τέχνη καὶ ὅσα νῦν ἐν τῇ γῇ κρύπτεται τῆς σῆς οἰκίας ἐποίησεν; ὅτι, φησίν, ἄλλος ἄλλο τι μεμελέτηκεν, ἐγὼ δὲ τοῦτο οὐ κακῶς ἐπίσταμαι. τὸ δὲ μὴ προσελθεῖν ὑμῖν μηδὲ ἐπαγγείλασθαι πρότερον διὰ τουτουσὶ τοὺς φθονοῦντας καὶ διαβάλλοντας τὴν τέχνην γεγένηται, νῦν δὲ εἰς ἀνάγκην ἀφῖγμαι.