Declamatio 41

Libanius

Libanius, Declamatio 41, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

νῦν, ὦ κατάρατε, ταῦτα λέγεις καὶ τολμᾷς ὁμολογεῖν ὧς ἔχων βοηθεῖν οὐκ ἐβούλου; οὐκοῦν οὐχ ὁ παῖς διὰ τοῦτο ζῆν ἄξιος, ἀλλ’ οὗτος προστυθῆναι τῷ παιδὶ καὶ τὸν μὲν ὑπηρετῆσαι τῷ χρησμῷ δίκαιον, τὸν δὲ δοῦναι δίκην, ὅστις ὁρῶν τὴν πόλιν οὕτως [*](12 Her. VII 132. Thuc. I 80, 2) [*](3 τὰ Β 5 ὅτι scripsi ὅ τι libri edd | δὴ om Μ δὲ Par | ἀπαλλάξεσθαι Μ sed ἑ in ras ἀπαλλάξασθαι Ρ Mor sed σθαι in hoc γρ ἀπαλλάξεσθαι in marg 7 εὐθύς τε θῦσαι Β εὐθύς τε θῦσαι Mos Mor | τεθύσθαι Par Re 8 πόλιν PPar et γρ in marg Mor 11 γινομένης Par γενομένης Ρ edd sed γρ γιγνο- μένης in marg Mor | εἰ] οὐ Par | οἰός τε Re | γε om Β cancellavi) [*](12 τὸν om Re 15 φησὶ post γὰρ PPar Re φημὶ Mor delevi 19 τοῦτο Β | προστυθῆναι scripsi e γρ in marg Mor cum lacobsio Add 199 Lect 138 Cobeto CoU 300 προστεθῆναι ParMB Re προστεθεῖναι ΡΜοs Mor 21 οἰκτρῶς οὕτως ΜοsΒ)

378
οἰκτρῶς ἀπολλυμένην οὐκ ἠλέησεν οὐδὲ ἐπήμυνε κύ- ριος ὤν, ὧς αὐτὸς λέγει;

15. Ἀλλὰ τοῦτο μὲν οὐκ ἄξιον ἐγκαλεῖν, οὔτε γὰρ τότε τοσοῦτον οὔτε νῦν ἰσχύει, διακρούεται δὲ καὶ παράγειν ἐπιχειρεῖ καὶ ἔστι πανταχοῦ πονηρός. ὃς πρῶτον μὲν ὑμᾶς οὐκ ἐᾷ τοῖς ἐγνωσμένοις ἐμμένειν. φέρε γάρ, τί τότε βουλευομένοις ὑμῖν ὑπὲρ βοηθείας ἔδοξεν; οὐ τοὺς μὲν ἀνθρώπους ἅπαντας χαίρειν ἐᾶν ὡς ἂν ἐλάττονας τοῦ πράγματος, ἐπὶ δὲ τὴν ἀπάσης κρείττω συμφορᾶς ἐπικουρίαν καταφεύγειν, τὸν θεὸν τὸν ἐν Δελφοῖς;

καὶ οὐκ ἂν φαίην ὅτι πολλοὶ περὶ τούτων ἐγένοντο λόγοι παρ’ ὑμῖν. ἀλλ’ εἶπε μὲν ὁ δεῖνα διὰ βραχέων, ἀντεῖπε δὲ οὐδείς, ἐχειροτόνησε δὲ ὁ δῆμος. ᾑρέθησαν οἶ θεωροί, ἦλθον ἐκεῖσε, ἐχρή- σαντο τῷ μαντείῳ, τί παύσει τὴν νόσον; ἤκουσαν, ἐπ- ανῆλθον, ἀπήγγειλαν· ἔξεστι μὴ νοσεῖν. νῦν οὖν λύσομεν τὰ δεδογμένα καὶ οὐκ αἰσχυνούμεθα τὰς με- ταβολὰς αἳ μέγιστα ὀνείδη καὶ ἀνδρὶ καὶ πόλει φέρου- σιν; οὐ γὰρ ἔστιν ἀνοίας αἰτίαν ἐν τοῖς τοιούτοις διαφυγεῖν, οὐ γὰρ οἶόν τε τοῦ δέοντος ἐν ἀμφοτέροις [*](RIV 729) οὖσί γε ἐναντίοις τυγχάνειν, | ἀλλ’ ἀνάγκη θά- τερον ὁμολογεῖν ἡμαρτῆσθαι.