Declamatio 41

Libanius

Libanius, Declamatio 41, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

371

| οὐ τὸ τοῦτον, ὦ πολῖται, πάντα τρόπον RIV 724 ἐξαρπάσαι πειρᾶσθαι τὸν υἱὸν τὸν ἑαυτοῦ θαυμαστὸν εἶναί μοι δοκεῖ, τὸ δὲ ὑμᾶς τῆς πόλεως νοσούσης τοι- ούτων καθημένους ἀκροᾶσθαι λόγων. νοῦν μὲν γὰρ ἦν ἐχόντων ἀνθρώπων καὶ βουλομένων παῦσαι τὸ 10 κακὸν εὐθὺς ὑπακοῦσαι τοῖς παρὰ τοῦ θεοῦ καὶ μηδὲν παρὰ ταῦτα μήτε λέγειν μήτε ἀκούειν μηδένα· ἐπεὶ δὲ [*](Cr = Codex palimpsestus Hierosolymitanus S. Crucis 57) [*](Ρ = Parisinus gr. 2988) [*](Par = Parisinus gr. 3019) [*](Mos = Mosquensis syn. 489) [*](Μ = Marcianus gr. 439) [*](Β = Barberinus II 41 (Vaticanus Barb. 220)) [*](8 Soph. Ant. 1015) [*](6 πραγματική PParM) [*](1 Ἄλλη μελέτη. Θεωρία. ante Λοιμὸς edd delevi | Λοιμὸς — 5 βουλεύονται om Mos | τὴν om. Β 2 ὁ δῆμος om PPar Μ | ἑνὸς τοῦ Par 5 καὶ ante βουλεύονται Β 6 Μάγου κατηγορία ante οὐ edd delevi | παρόντες PPar et γρ in marg Mor cf. p. 372, 16; 376,3; 381,6; 384,13; 389,1; 390,14; 391, 10 7 γρ ἐμαυτοῦ in marg Mor 8 μοι om Β 12 μήτε ἀκούειν μήτε λέγειν Mos)

372
ἀφέντες τὸ βοηθεῖν τῇ πόλει λόγων ἠνέσχεσθε μακρῶν καὶ τοσοῦτον ἐδυνήθη τις παρ’ ὑμῖν ὥσθ’ ὑμᾶς κατα- στῆσαι πρὸς τὸ ζητεῖν εἰ δεῖ τῆς προδήλου σωτηρίας ἀμελήσαντας τὰ μηδαμοῦ γενησόμενα περιμένειν, πῶς οὐκ ἂν εἰκότως δοκοίητε παραφρονεῖν;

ἐγὼ δὲ ἠξίουν μὲν ὑμᾶς ἀπὸ τῶν πρώτων ῥημάτων εὐθὺς τουτονὶ τὸν μιαρὸν ἐκβαλεῖν καὶ μηδὲν ἐπ’ αὐτῷ δεηθῆναι ῥήτορος, ἀλλὰ τοῦ δήμου καθαρῶς ποιῆσαι τὸ ἔργον· ἐπεὶ δὲ οὐκ οἶδ’ ὅπως ἐδόθη τοσοῦτος χρό- νος τῇ τοῦδε ψευδολογίᾳ καὶ τοῦ διδάξοντος ὑμᾶς περὶ ὧν μόνων οὐδὲν δεῖ διδαχῆς ἐδεήθητε, παρῆλθον οὐκ ἐπιτρέψων βελτίω νομισθῆναι τοῦ Πυθίου τὸν μάγον.

3. Τὸ μὲν οὖν ἐξελέγξαι τοῦτον ἀλαζονευόμενον οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ παντί τῳ ῥᾴδιον, οὕτως οὐ- δὲν πιθανὸν ἐν οἷς ὑπέσχηται τούτοις ἦν· δύο δέ ὦ πολῖται, μάλιστα τῆς τοῦ μάγου δημηγορίας ἀνιᾷ, ἕν μὲν ὅτι πολλοὶ νῦν τῶν πολιτῶν ἐν τοῖς τούτου [*](RIV 725) κεκηλημένοι λόγοις, ἔστι δὲ καὶ τούτων | οὗτος αἴτιος, ἀποθνήσκουσι τοῦ λοιμοῦ τὸ αὑτοῦ ποιοῦντος, [*](10 Soph. o. R. 387 sq.) [*](2 τίς PParM | ὑμῖν] ὑμῶν Β | καταστῆναι Re 5 δοκεῖτε Ρ et γρ in marg Mor δόξετε Β 6 εὐθὺς post ῥημάτων po- sui e PParB post ὑμᾶς ΜοsΜ edd 7 μικρὸν Par | αὐτὸν Mos et γρ in marg Mor 9 οἶδα Par 10 διδάξοαντος Β διδάξαντος PPar 11 διδαχῆς δεῖ Μ | δεῖ om PPar 12 βελτίονα PParM 15 πιθανὸς PPar et γρ in marg Mor | ὑπόσχηται ΡΒ 16 πολῖται scripsi e ΜοsΜ(πολίται) et γρ in marg Mor παρόντες PParB edd cf. ad p. 371, 6 17 νῦν om Μ | ἐν delendum censent Re et Cobetus Misc 155 Coll 299 sed convenit usui Libanii 18 κεκηλημένοι scripsi e Β sed κλι supra κηλη, ut coniecerunt Re, quamquam in nota impressum est κεκλημένοι, et Cobetus κεκλημένοι PParMosM edd κεκωλυ- μένοι lacobs Lect 138 | αἴτιος οὗτος Mar M 19 αὐτοῦ scripsi e Μ αὐτοῦ ΡΜοsΒ edd αὐτὸ Par et γρ in marg Mor)

373
ἕτερον δὲ τὸ μὴ τὸν θεὸν ὁμοίως ἡμῖν ἔτι βοηθεῖν ἐθελήσειν. τὸ γὰρ πρὸς ἑτέρας ἡμᾶς ἰδεῖν ἐλπίδας καὶ δέξασθαι λόγους ὑπὲρ ἄλλης ἐπικουρίας μετὰ τὴν με- γάλην ἐκείνην θαυμάσαιμ’ ἂν εἰ μὴ τῆς εὐνοίας τε καὶ σπουδῆς ᾗ κέχρηται περὶ τὴν πόλιν ὁ θεὸς μέγα μέρος ἀφαιρήσεται.

διὸ καὶ σφόδρα δεῖ τουτονὶ καὶ μισῆσαι καὶ ζημιῶσαι τηλικαύτης ἡμᾶς ἐν οἶς ἐπαγγέλ- λεται καὶ φησι δώσειν ἀποστεροῦντα ῥοπῆς, οἶμαι δὲ καὶ τοὺς τούτῳ συνειπόντας, οἱ τὸν μάγον ὅθεν φι- λοῦσιν οὐκ ἄδηλον, εἰκότως ἂν τῆς παρ’ ὑμῶν ὀργῆς τυγχάνειν, εἰ τὰ πρὸς τοῦτον ὄντα τοιοῦτον πρὸ τῶν τῆς πόλεως τίθενται.

5. Τῶν μὲν οὖν ἄλλων τινὲς ἀποροῦσι καὶ πρὸς αὑτοὺς ἐζητήκασι πολλάκις, <ἐκ> τίνος ποτὲ ἀρχῆς πόθεν τὴν αἰτίαν λαβὸν τὸ δεινὸν τοῦτο καὶ ἀφόρη- ’τον νόσημα κενοῖ τὴν πόλιν. καὶ δὴ καὶ πρὸς ἀλλή- λους ᾐσθόμην τινῶν ἐπ’ ἀγορᾶς στενόντων· τίνος ταύτην ἀδικήματος δίδομεν δίκην; οὐχὶ καὶ νεῴ καὶ ἱερὰ καὶ τεμένη καὶ βωμοὶ καὶ πάντα κατὰ τοὺς παλαιοὺς νόμους πεφύλακται τοῖς θεοῖς; οὐ θύομεν; οὐ σπένδομεν; οὐ τελοῦμεν; οὐ πανηγυρίζομεν; οὐ παρ’ αὐτῶν ἐπὶ τὰς μά- χας ἐρχόμεθα; οὐ μετὰ νίκας ἀναθήματα κομί- [*](1 μὴ scripsi e MB μὴ δὲ PParMos μηδὲ edd | ἡμῖν ὁμοίως ΜοsΜ | ἔτι βοηθεῖν om Β 2 ἰδεῖν ἡμᾶς Par | ὑμᾶς ΡΒ) [*](7 ἐν οἷς om Par 9 τῶν μάγων Mor | τοι post ὅθεν Β) [*](10 εἰκότως ἂν post ὀργῆς Mos 11 εἶτα Par | τούτων Ρ sed τοῦτον suprascr m 2 14 αὐτοὺς scripsi e ΜΒ αὐτοὺς PParMos edd | ἐκ inserui auctore Re om libri edd 18 ταὐτὴν edd | δίδομεν scripsi e ΡΜοsΜΒ ut coni Re δι- δόαμεν Par 19 νεῴ Bcripsi cum Bastio Greg. Cor. ed. Schae- fer p. 646 νεὼ ΡΜοsΜΒ edd νεὼς Par)

374
ζομεν; οὐ συνθήκας τηροῦμεν; οὐχ ὅρκοις ἐμ- μένομεν; οὐ τὰ δίκαια πρὸς τοὺς περιχώρους ποιοῦμεν; πῶς οὖν νοσοῦμεν;

οἱ μὲν ἄλλοι ταῦτα, ἐγὼ δὲ οὐδεπώποτε θαυμαστὸν ἡγησάμην τὸ ταῦτα πάσχειν ἃ πάσχομεν οὐχὶ τῶν τρόπων κατεγνω- [*](RIV 726) κὼς τῆς πόλεως οὐδ’ ἀσεβές τι συνειδὼς | ὑμῖν οὐδ’ ἄγριον οὐδέν, μήποθ’ οὕτως ἀγνοήσαιμι τὴν πό- λιν, ἀλλ’ ὁρῶν τὸν ἄνθρωπον τοῦτον ἐκ γεωργίας μὲν ἢ θαλάττης ἤ τινος ἄλλης ἐπιεικοῦς ἐργασίας οὐ βου- λόμενον ζῆν, τὴν πονηρὰν δὲ ταύτην μετιόντα τέχνην καὶ φάσκοντα μὲν ὑπὲρ τοὺς ἄλλους ἐπίστασθαι τοὺς θεοὺς καὶ τἀκείνων ἀπόρρητα καὶ τίσι χαίρουσι καὶ τίσιν ἕλκονται καὶ τί λαβόντες ἀντιδοῖεν ἄν.

ὅλως δὲ ὁ κατάρατος ἑταῖρον αὑτὸν καὶ φίλον προσαγορεύων τῶν θεῶν καὶ πᾶν δυσχερὲς δι’ ἐκείνων λύειν ὑπι- σχνούμενος πολλοὺς οἴκους ἀνατέτραφε μισθῶν αὑτὸν ταῖς τῶν πολιτῶν ἔχθραις καὶ περὶ τοὺς τάφους κα- λινδούμενος κἀκεῖθεν ὀλέθρους τοῖς αὐτὸν οὐδὲν ἀδι- κοῦσιν ἐπάγων ἀνθρώποις, νεκροὺς ἐνοχλῶν καὶ ψυ- χὰς οὐκ ἐῶν ἐν τοῖς αὑτῶν μένειν ἤθεσι.

καὶ πολ- λοὶ δὴ τοὺς αὐτοῖς προσκεκρουκότας ἀπώλεσαν δι’ [*](10 Soph. o. R. 388 16 cf. t. IV 379, 2. Plat. Euthyphr. p. 14 B) [*](1 ἐμένομεν Par 4 οὐδὲ πώποτε ΜΒ 6 ἀσθενές Par) [*](7 οὐδὲ ΜοsΒ 10 τὴν inserui e ΜοsΒ om PPar M edd) [*](12 τὰ ἐκείνων PPar M 13 τίσιν] τίνων Par 14 αὐτὸν PParMosB edd ἑαυτὸν Μ | αὐτόν post φίλον Ρ | προσαγο- ρεύων scripsi προσαγορεύει Β προσαγορεύει PParMosM edd) [*](16 ἀνατέτραφθαι Par | αὐτῶν Ρ 17 κυλινδούμενος Β) [*](18 δι’ ante αὐτὸν Par M | αὐτὸν οὐδὲν scripsi e Par MB οὐδὲν αὐτὸν ΡΜοs edd 20 ἐν om Re | αὐτῶν libri edd) [*](21 δὲ Par | ἀπ(??)λεσαν Ρ)

375
ἑνὸς τούτου μισθοφόρου, ὃς οἷς ἤδη πολλοὺς περιβε- βλήκει κακοῖς τούτοις καὶ τὴν τοῦ μὴ δοῦναι δίκην ἄδειαν παρεσκεύαζεν αὑτῷ. ὁ γὰρ αἰσθανόμενος καὶ κρίνειν δυνάμενος αὑτῷ παρῄνει σιγᾶν ὡς οὐκ ὃν ἀσφαλὲς ἄνδρα παροξύνειν ἀπὸ σημάτων ἰσχύοντα, ἐπεὶ καὶ αὐτὸς νῦν οἶδα μὲν ἃ πείσομαι, τὴν κοινὴν δὲ σωτηρίαν πρὸ τῆς ἐμαυτοῦ τιθέμενος ἀνέστην. τῷ δὲ οὐ τοῦτο συνηγωνίζετο μόνον, ἀλλὰ καὶ οἱ τὰς καλὰς αὐτῷ ταύτας ὀφείλοντες χάριτας πᾶν ἦσαν ἔτοι- μοι καὶ ποιεῖν καὶ πάσχειν ὑπὲρ αὐτοῦ. ὁρᾶτε δὲ ὧς καὶ νῦν οὐδὲν ὀκνοῦσι.

9. Ταῦτα ὁρῶντες οἱ θεοὶ καὶ μισοῦντες καὶ τοὺς τούτῳ περιπεσόντας ἐλεοῦντες τὴν ὀργὴν ἐπὶ πάντας ἀφῆκαν, ὃ πολλαχοῦ γεγένηται πολλάκις. τοῦτο δὲ ἄρα οὐδὲ τοὺς γενναίους ποιητὰς ἐλάνθανεν, ἀλλ’ εἰδότες ᾄδουσι· πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα. τοῦτο πόλεσι διέστησε γῆν, τοῦτο θάλατταν ἐπήνεγκε, τοῦτ’ ὄμβρον ἔξω τοῦ μετρίου, τοῦτο λιμόν, τοῦθ’ 20 ὅπερ | ἡμῖν.

ἀλλὰ παρ’ ὧν τὸ τραῦμα, παρὰ RIV 727 τούτων καὶ ἡ βοήθεια ἐπειδὴ γὰρ πολλοὶ μὲν ἐτεθνή- κεσαν ἤδη, τὰ δὲ τῶν ἰατρῶν ἦν οὐδέν, εἴδομεν οἷ [*](17 Hes. op. 240. cf. t. 11 180, 4; 99, 6 23 Thuc. H 47, 3) [*](2 τὴν om Mor 3 αὐτῷ ΡΒ ἑαυτῶ Thuc. 4 αὐτῷ Ρ ParMosB edd Ι νικᾶν Par Ι ἂν Mor 5 νοσημάτων Par sed νο antepos m 2 6 αὐτὸς om PPar B et γρ in marg Mor | οἶδ’ ἃ Ρ 10 καὶ(1) om Μ Ι τε post ποιεῖν Μ | αὐτοῦ Par 11 καὶ om Β 14 ὁ Ρ καὶ Par ἣ Μ ἢ γρ in marg Mor) [*](17 πολλάκις libri Re 20 ὄμβρους Par sed οὑς in lac 3 vel 4 litt m 2 | ἔξω om Par | λιμόν scripsi λοιμόν libri edd 22 καὶ inser Β | ἐτεθνήκασιν PParM 23 τὸ Par | ἡ Mos)

376
χρῆν ἰδεῖν, ἐπὶ τὸν οὐκ ὀλίγαις πόλεσι λελυκότα καὶ ταύτας καὶ πολλὰς ἑτέρας συμφοράς, τὸν θεὸν τὸν ἐν Δελφοῖς. καὶ ἐδεδοίκειν μέν, ἐδεδοίκειν, ὦ πολῖται, μὴ τῷ τοῦτον οὐκ ἐξεληλακέναι τῆς πόλεως ἀτυχήσω- μὲν τοῦ μαντείου, κρείττων δὲ εὖ ποιῶν ὁ θεὸς τῆς ἐμῆς ἐλπίδος γίνεται καὶ ἀναιρεῖ δὴ σαφῆ καὶ ἁπλᾶ καὶ οὐχ οἶα τὰ πολλὰ Δέλφικά τοῖς μὲν τοῦτο, τοῖς δ’ ἐκεῖνο παρέχοντα νομίζειν, ἀλλ’ εἶπε διαρρήδην, εἰ παῖς ἑνός του τῶν πολιτῶν ὑπὸ τοῦ δήμου τυθείη, στήσεσθαι τὸ κακόν.

ταῦτα ἀκούσαντες ἀνέστρεφον οἱ θεωροὶ θέοντες νύκτα καὶ ἡμέραν ὁμοίως ἐπειγό- μενοι καὶ ἡμεῖς ἐκαθήμεθα τρέμοντες, τί ποτ’ ἄρα ἥξουσι φέροντες. ὡς δὲ ᾐσθόμεθα προσιόντας, πολλοὶ πρὸ τῶν τειχῶν περιχυθέντες ἠρωτῶμεν, εἴ τι τοιοῦ- ’τον ἦλθον ἀκούσαντες, ὃ δίδωσιν ἀναπνεῦσαι τῇ πό- λει, χρηστὰ δὲ αὐτῶν ὑπισχνουμένων οὐκ ᾠόμεθα δεῖν μέλλειν, ἀλλ’ ἐπὶ τὴν ἐκκλησίαν δρόμος καὶ ὁ γραμμα- τεὺς εὐθὺς ἀνεγίνωσκε τὸν χρησμόν.

ἐνταῦθα ψή- φισμα μὲν οὐκ ἐδόκει δεῖν γράφειν ὅτι τὸν <δεῖνα τὸν> τοῦ δεῖνος, οὐ γὰρ ἦν, οἶμαι, δημοκρατίᾳ πρέπον, κλῆρον δὲ ὁ καιρὸς ἐκάλει καὶ τὸ ἴσον οὕτως ἐσώζετο.

[*](1 cf. t. V 118,6 2 cf. p. 378,10 20 cf. p. 809, 20; t. V 38, 1; VI 515, 3. Arist. Thesm. 622 c. schol. Chor. inf. p. 216, 7 Boiss.)[*](3 πολῖται scripsi e πολίται) Β ἄνδρες Μ παρόν- τες edd cf. ad p. 371, 6 4 τῷ om Par | τούτω Par | οὐκ in- serui e Mos cum Cobeto Coll 300 om reliqui libri edd | ἐξε- ἐξεληλυθέναι Β 5 κρεἐττωον Β | δὲ om Par 6 γίγνεται Μ edd I σαφῶς Par sed ῶς in lac 2 litt m 2 S δὲ ΜοsΒ edd 9 ἑνὸς τοῦ Par | τεθείη PPar 10 στήσετσθαια B 11 θέοντες om PPar et γρ in marg Mor 12 ποτε Β 13 δὲ ante ᾐσθόμεθα posui e Most MB, post PPar edd 14 ἐρωτῶμεν Par)[*](17 μέλειν Ρ 18 ἀνεγίγνωσκε Mos | ἐντεῦθεν P et γρ in marg Mor 20 δεῖνα τὸν inserui coll 11. 11. om libri edd)
377

τῶν πατέρων δὲ παρόντων καὶ τῶν ὀνομάτων ἃ τοῖς τούτων ἦν παισὶν ἐν τοῖς κλήροις κειμένων καὶ τῶν ἐφεξῆς πραττομένων ἔλαχεν ὁ τοῦ πολλὰ καὶ δεινὰ τούτου δεδρακότος υἱός. καὶ ἐπηκολούθησεν, ὡς ἴστε, κρότος, ὅτι δὴ δυοῖν ἐμέλλομεν ἀπαλλάξεσθαι κακῶν, λοιμοῦ τε καὶ πονηροῦ σπέρματος.

τὸ μὲν οὖν δί- γαιον ἦν εὐθὺς τεθύσθαι τὸ ἱερεῖον | καὶ τὴν [*](RIV 728) νόσον ἀπεληλυθέναι καὶ εἶναι νῦν τὴν πόλιν ἐν δευ- τέραις θυσίαις ταῖς ἐπὶ τῷ σεσῶσθαι καὶ τοῦτον μά- λιστα μὲν μὴ λίαν ἀλγεῖν ὡς ἂν καὶ αὐτῷ τινος γιγνομένης φιλοτιμίας, εἰ δ’ οὐχ οἷόν τε τοῦτό γε], προσποιεῖσθαί γε· ὁ δὲ αἴρεται μὲν πρὸς τὸν θεὸν πόλεμον, καταφρονεῖ δὲ ὑμῶν, οἶς δὲ λέγει τὴν νόσον ἐκτείνει καὶ μὴ προσέχετε τῷ Πυθίῳ, φησίν, ἀλλ’ ἐμοί. παύσω γὰρ τὸν λοιμὸν ἐγώ. καὶ τί δεῖ τὸν παῖδα θύειν; καὶ ὁ μὲν γόης ταῦτα, ὑμεῖς δὲ ἀνέ- χεσθε.

νῦν, ὦ κατάρατε, ταῦτα λέγεις καὶ τολμᾷς ὁμολογεῖν ὧς ἔχων βοηθεῖν οὐκ ἐβούλου; οὐκοῦν οὐχ ὁ παῖς διὰ τοῦτο ζῆν ἄξιος, ἀλλ’ οὗτος προστυθῆναι τῷ παιδὶ καὶ τὸν μὲν ὑπηρετῆσαι τῷ χρησμῷ δίκαιον, τὸν δὲ δοῦναι δίκην, ὅστις ὁρῶν τὴν πόλιν οὕτως [*](12 Her. VII 132. Thuc. I 80, 2) [*](3 τὰ Β 5 ὅτι scripsi ὅ τι libri edd | δὴ om Μ δὲ Par | ἀπαλλάξεσθαι Μ sed ἑ in ras ἀπαλλάξασθαι Ρ Mor sed σθαι in hoc γρ ἀπαλλάξεσθαι in marg 7 εὐθύς τε θῦσαι Β εὐθύς τε θῦσαι Mos Mor | τεθύσθαι Par Re 8 πόλιν PPar et γρ in marg Mor 11 γινομένης Par γενομένης Ρ edd sed γρ γιγνο- μένης in marg Mor | εἰ] οὐ Par | οἰός τε Re | γε om Β cancellavi) [*](12 τὸν om Re 15 φησὶ post γὰρ PPar Re φημὶ Mor delevi 19 τοῦτο Β | προστυθῆναι scripsi e γρ in marg Mor cum lacobsio Add 199 Lect 138 Cobeto CoU 300 προστεθῆναι ParMB Re προστεθεῖναι ΡΜοs Mor 21 οἰκτρῶς οὕτως ΜοsΒ)

378
οἰκτρῶς ἀπολλυμένην οὐκ ἠλέησεν οὐδὲ ἐπήμυνε κύ- ριος ὤν, ὧς αὐτὸς λέγει;

15. Ἀλλὰ τοῦτο μὲν οὐκ ἄξιον ἐγκαλεῖν, οὔτε γὰρ τότε τοσοῦτον οὔτε νῦν ἰσχύει, διακρούεται δὲ καὶ παράγειν ἐπιχειρεῖ καὶ ἔστι πανταχοῦ πονηρός. ὃς πρῶτον μὲν ὑμᾶς οὐκ ἐᾷ τοῖς ἐγνωσμένοις ἐμμένειν. φέρε γάρ, τί τότε βουλευομένοις ὑμῖν ὑπὲρ βοηθείας ἔδοξεν; οὐ τοὺς μὲν ἀνθρώπους ἅπαντας χαίρειν ἐᾶν ὡς ἂν ἐλάττονας τοῦ πράγματος, ἐπὶ δὲ τὴν ἀπάσης κρείττω συμφορᾶς ἐπικουρίαν καταφεύγειν, τὸν θεὸν τὸν ἐν Δελφοῖς;

καὶ οὐκ ἂν φαίην ὅτι πολλοὶ περὶ τούτων ἐγένοντο λόγοι παρ’ ὑμῖν. ἀλλ’ εἶπε μὲν ὁ δεῖνα διὰ βραχέων, ἀντεῖπε δὲ οὐδείς, ἐχειροτόνησε δὲ ὁ δῆμος. ᾑρέθησαν οἶ θεωροί, ἦλθον ἐκεῖσε, ἐχρή- σαντο τῷ μαντείῳ, τί παύσει τὴν νόσον; ἤκουσαν, ἐπ- ανῆλθον, ἀπήγγειλαν· ἔξεστι μὴ νοσεῖν. νῦν οὖν λύσομεν τὰ δεδογμένα καὶ οὐκ αἰσχυνούμεθα τὰς με- ταβολὰς αἳ μέγιστα ὀνείδη καὶ ἀνδρὶ καὶ πόλει φέρου- σιν; οὐ γὰρ ἔστιν ἀνοίας αἰτίαν ἐν τοῖς τοιούτοις διαφυγεῖν, οὐ γὰρ οἶόν τε τοῦ δέοντος ἐν ἀμφοτέροις [*](RIV 729) οὖσί γε ἐναντίοις τυγχάνειν, | ἀλλ’ ἀνάγκη θά- τερον ὁμολογεῖν ἡμαρτῆσθαι.

θαυμάζω δὲ εἰ τοὺς μὲν τυράννους μισοῦμεν, ὅτι τὸν δῆμον ἀσθενῆ ποι- [*](11 cf. p. 376, 2) [*](1 ἀπολ(??)ένην Β 3 γάρ om Β 4 ἰσχύειν Β 7 βου- λομένοις Par | ἡμῖν Β 9 ὧς Par sed ’ς in ras 3 litt m2 | ἂν om Par 11 καὶ om Par | φαίης Β 14 ᾑρέθησαν scripsi ᾑρέθησάν ParB edd ἠρέθισαν Μ ἠρέσθησαν ΡΜοs | δὲ post ᾑρέθησαν Ρ edd delevi" | θεωροὶ Par sed θέω in ras 5 litt m2) [*](17 αἰσχυνόμεθα ParMos 19 ἀγνοίας Β 21 ἀλλὰ Ρ ΜοsΜΒ edd 23 μὲν om Ρ)

379
οὖσι, τούτῳ δὲ εἰσόμεθα χάριν ὃς ἰσχυρότερον αὑτὸν ποιεῖ τῶν τῷ δήμῳ κεκυρωμένων. καὶ εἰ μὲν ψήφισμά τις ἔλυσε περὶ δωρεᾶς γεγραμμένον ἢ περὶ τοῦ δεῖν τοῖς ἀστυγείτοσι βοηθεῖν ἢ περὶ τοῦ παρ’ ἐκείνων μεταπέμπεσθαι βοήθειαν, δεινὸν ἦν ἂν καὶ ἠγανα- κτοῦμεν.

τί λέγεις; μάτην οὖν συλλεγόμεθα καὶ ῥητόρων ἀκούομεν καὶ τὰ λεγόμενα δοκιμάζομεν καὶ χειροτονοῦμεν καὶ κύριον ποιοῦντες τὸ δοκοῦν εὖ ἔχειν ἀπερχόμεθα; νῦν δὲ πρᾴως οἴσομεν ἀναιρουμέ- νης τῆς γνώμης καθ’ ἣν ἔδοξεν ἀντιστῆσαι τῷ λοιμῷ τὸ μαντεῖον;

καὶ εἰ μὲν πρὶν ἀπᾶραι τοὺς θεω- ροὺς ἐπεχείρει τοῦτο ὅ νυνὶ ποιεῖ, καὶ οὕτως ἂν ὕβρις ἦν καὶ οὐκ ἂν βελτίους ἐνομίσθησαν τῶν ἐκεῖθεν ἐλ- πίδων οἱ παρὰ τούτου λόγοι· ἡκόντων δὲ ἐκεῖσε καὶ δεηθέντων καὶ ὧν ᾔτησαν τετυχηκότων πάντων τού- τῶν καταγελάσαντες τὸ τοῦ μάγου θαυμασόμεθα; καὶ εἰ μὲν ἐπ’ ἄλλον τις ἡμᾶς ἦγε θεόν, οὐδὲ τοῦτ’ ἂν ἦν καθαρὸν αἰτίας, ἀλλ’ ἧττον μὲν τοῦ νῦν ἁμαρτα- νομένου, τοὺς μεμφομένους δὲ εἶχεν ἄν· νῦν δὲ ἐπ’ ἄνθρωπον ἰόντες μετὰ τὸν θεὸν οὐδὲν ἀδικήσομεν;

20. καὶ μὴν οὐδὲ τοῦτ’ ἔστιν εἰπεῖν ὡς ἐπὶ μαντεῖον [*](1 τούτου Par | αὐτὸν PParMos edd 2 ποιεῖ om Par M | τῶν om Par | κεκυρωμένος Par sed ἕνος in ras 4 litt m 2 | καθίστησι post κεκυρωμένων Μ 3 τι Β 6 ἦν ἂν scripsi e ΡΜΒ ἂν ἦν ParMos edd cf. 1.19; 381,2; 383,6; 392,21) [*](9 νυνὶ Par | δὲ inser par 2 10 ἀντιστῆναι Mos 11 πρὶν Par sed ἱν in ras 2 litt m 2 | ἀπᾶραι PPar MosM edd) [*](12 ὃ Par sed ὁ in ras m 2 | νῦν ParM 14 τούτου scripsi e ParMosMB τοῦδε Ρ edd sed γρ τούτου in marg Mor 16 τὸ om Ρ Mor 17 τίς PParM Mor Mor | ἡμᾶς ante ἦγε scripsi e Β ὑμῶν Mor ἡμᾶς post θεὸν PParM edd, γρ ὑμᾶς in marg Mor | ταῦτ’ Par 18 voce ἦν inc Cr fol 67 v om Μ 19 δ’ (2) ΡΜοs edd 20 μετὰ Par sed με in ras m2 21 τὸ ante μαντεῖον ParM)

380
μὲν ἤλθομεν, οὐ μὴν τῶν ἄγαν πιστευομένων οὐδ’ οὗ μάλιστα τἀληθὲς εὑρίσκεται, ἀλλ’ ἴσασιν ἄπαντες τὸ Δελφικὸν καὶ τῷ τόπῳ καὶ τῇ δόξη καὶ τῇ περὶ πάντα ἀψευδείᾳ πάντα παριὸν χρηστήρια. τοῦτο καὶ τύραννοι βαρβάρων ἔγνωσαν καὶ ὧν εἶχον τὰ κάλλιστα φέροντες ἀνέθηκαν, τοῦτο τὰς πολλὰς τῶν Ἑλληνίδων πόλεων ᾤκισε, τοῦτο τῷ γένει τῶν Ἑλλήνων ἐν ταῖς μεγίσταις δυσκολίαις ἤρκεσε.

καὶ οὐ νῦν πρῶτον ἡ [*](RIV 730) | δύναμις αὐτοῦ κρίνεται, ἀλλὰ μακροῦ χρόνου καὶ πείρας πολλῆς καὶ μαρτυρίας κοινῆς ἄνθρωπος θεοῖς ἐχθρὸς ἀξιοῖ φανῆναι σεμνότερος. οὐ τοίνυν οὐδ’ ὁ τρόπος τῆς ἰάσεως καινός, ἀλλ’ ἤδη καὶ ἑτέροις δι’ ἴσων λέλυνται συμφοραί. καὶ οὐκ ἀφανεῖς γε αἰ θυ- σίαι, ἀλλὰ κἂν οἱ παῖδες εἴποιεν ταῦτα καὶ διηγή- σαιντο τοὺς θύσαντας, ἃς, τοὺς τεθυμένους ὑπὲρ ὧν τέ- θυνται. τί τοίνυν ἐστὶ τὸ πεῖθον ἀντὶ τοῦ θεοῦ καὶ τῶν παρ’ ἐκείνου τὸν μάγον ποιήσασθαι;

[*](3 cf. t. I 521, 19 sq. 4 Plat. rep. VI p. 485 C. Themist. or. XXI p. 257 C 5 Her. I 25; 46 sq. 51. Paus. III 10, 10 6 Plat. rep. IV p. 427 C. Cic. de div. I 1, 3. Her. V 42. lul. or. IV p. 198, 10)[*](1 μὲν ἤλθομεν] μετήλθομεν Ρ et γρ in marg Mor 2 ἴσα- σιν Mos | ἅπαντες Par sed ες ex α corr m 2 3 τρόπῳ PPar Μ et γρ in marg Mor 4 ἀψευδείᾳ scripsi e Par ἀψευδείας Cr ἀψευδίᾳ ΡΜοsΜΒ edd | τὰ ante χρηστήρια Μ | χρηστήρια Par sed ρη ex αρι corr m 2 scriptura in Cr incerta 6 ἀνέθε- σαν Par et γρ in marg Μ ἀνέθεντο Ρ | ἐλληνίδων πόλεων Par sed γράφεται καὶ ἐλλήνων πόλεις in marg m 2, Mor sed γρ in marg Ἑλλήνων πόλεις ἐλλήνων πόλεις ΜοsΒ cf. t. V 524,13; VI 13, 7 9 ἀλλὰ καὶ χρόνου μακροῦ ParM ἀλλὰ καὶ ἀπὸ χρόνου μακροῦ et κοινῆς ἧς dubitanter coni Re | verba post μακροῦ χρόνου usque ad 381, 12 τοῖς θεοῖς in Cr iam non legi possunt 10 colon post κοινῆς libri edd delevi 11 ἐχθρὸς θεοῖς Mos | φανῆναι scripsi e ΜοsΒ et γρ in marg Mor νο- μισθῆναι PParM edd 13 καὶ om Par 14 εἴποιέν τ’ αὐ- τὰς coni Re | διηγήσονται Par)
381

22. Οὕτω μὲν οὖν, εἰ καὶ σφόδρα πάντα εἷκε τῇ τοῦδε τέχνῃ, τῶν ἀτοπωτάτων ἦν ἂν καταγνῶναι μὲν μανίαν τῶν ἄρτι δεδογμένων, ἀτιμάσαι δὲ θεὸν τὸν οὐκ ἀτιμάσαντα τὴν πόλιν. ὧς δὲ καὶ ψεύδεται καὶ φενακίζει καὶ ὧν πλεῖστον ἀπολείπεται, ταῦτα ἐπαγ- γέλλεται, γνῶναι ῥᾴδιον. ὅτῳ γὰρ ὑμῶν, ὦ πολῖται, πιστὸν ὅτι οὗτος πολίτης ὢν καὶ τοσαύτην ὁρῶν φθο- ρὰν καὶ. κίνδυνον ὧς μηδένα ἡμῶν λειφθήσεσθαι, καὶ τὸν περὶ τὰς ταφὰς νόμον κεκινημένον τῷ πλήθει τῶν νεκρῶν κατέσχεν ἂν καὶ οὐκ ἐξέφηνεν αὑτόν, ἀλλὰ προήκατο καιρὸν παρασχόντα αὐτῷ σωτῆρα κληθῆ- ναι τῆς πόλεως; διὰ τί γάρ, ὦ τοῖς θεοῖς ἐρίζων τή- μερον, οὐκ ἐπεδείξω τὴν δύναμιν ταύτην; πότερον οὐκ εἶχε τὸ πρᾶγμα δόξαν; οὐδὲ ἔστιν εἰπεῖν ὅσην. ἀλλ’ οὐχ ὑπῆρχε βουλομένῳ κερδαίνειν; καὶ τίνος ἂν ὧν ἂν ἐπήγγελλες ἠτύχησας;

τῶν μὲν ἄλλων εὐεργε- τῶν ἕκαστος | ἔν τι λαβὼν ἐγένετο ζηλωτός, σοὶ [*](RIV 731) δ’ ἂν ἅπαντα συλλαβόντες ἔδομεν, σίτησιν, ἀτέλειαν, [*](9 Thuc. II 52, 3) [*](1 πάντα σφόδρα Mos 2 τέχνῃ om Β | ἂν ἦν ParB cf. ad p. 379,5 4 καὶ(1) om Μ inser Par 2 6 ὅτῳ γὰρ ὑμῶν Bcripsi e ΜΒ ut coni Re οὐ ὅτῳ γὰρ ὑμῶν Mos οὕτω (sed υτω in ras m2) γὰρ ὑμῶν Par ὀποῦ γὰρ ὑμῖν P edd cf. t. VI 575,3 ἀνθ’ ὅτου | πολῖται scripsi e Μοs(πολίται) Β παρόντες PParM edd cf. p. 371, 6 7 ὅ τι Mor 8 ὧς om ParMB et γρ in marg Mor del Re scriptura in Cr haud perspicua) [*](9 κεκινημένου Par 10 αὐτὸν ParM edd 12 δια- τί ParB 13 ,,post ἐπεδείξω videtur πάλαι deesse“ Re 14 οὐδέν ἐστιν ParM | ὅση Β 15 οὐχ om Β 16 ἂν inserui e Β om PParMosM edd | ἐπήγγελλες scripsi e Mos ἐπήγγε- ἠτύχησας λες reliqui libri edd | ἠστόχησας Β 18 ἂν inserui e libris sed scriptura in Cr incerta, cum Sinteni om edd)

382
γῆν πολλήν, ταλάντων πλῆθος, εἰκόνας πανταχοῦ τῆς πόλεως, ἐν στοαῖς, ἐν γυμνασίοις, ἐν ἱεροῖς. τάχα δ’ ἄν τις ἔγραψε καὶ κρατήρων σε κοινωνεῖν καὶ μετὰ τῶν θεῶν ᾄδεσθαι. πῶς οὖν ᾑροῦ ζημιοῦν μετὰ τῆς πόλεως σαυτὸν σαυτῷ μὲν τοσούτων ἀγαθῶν, τῇ δὲ σωτηρίας φθονῶν ἐξὸν μετὰ τῆς πόλεως τηλικαῦτα κερδαίνειν; τίς οὕτως ἀλλόκοτος ὅστις ἂν ταῦτα ἀντὶ τοῦ ζητεῖν φύγοι; τίς οὐκ ἂν ηὔξατο ταῦτα δυνηθεὶς ἀποθανεῖν εἰδὼς οἵων ἐφ’ οἴοις ἔργοις ἐπιγραμμάτων τεύξεται; σοὶ δὲ καὶ ζῶντι τούτων ἂν ὑπῆρχεν ἀπο- λαύειν.

καὶ μὴν ὅ γε λοιμοῦ δυνατώτερος οὗτος ἂν γένοιτο καὶ λιμοῦ. καὶ λιμοὺς τοίνυν ἂν ἐλελύκει πόλεσιν ὄμβρον καλῶν τε τὸν οὐ φαινόμενον καὶ τὸν πλεονάζοντα σωφρονίζων καὶ τὰς Ὥρας πείθων μηδὲν τὴν γῆν ἀδικεῖν. καὶ μὴν ὅτῳ γε πρὸς ταῦτα δύναμις, οὗτος ἂν ῥᾳδίως καὶ πολεμίους τρέψαιτο μηδὲν δεηθεὶς ὅπλων καὶ ἵππων καὶ στρατηγῶν. πόσα τοίνυν ἔστησας [*](3 Dem. fals. leg. p. 431, 18; Macart. p. 1072, 21. Athen. XV p. 692 e sq.) [*](1 πανταχοῦ scripsi e ParM πολλαχοῦ PMosB edd scriptura in Cr incerta 3 κατηγόρων Β 4 τῶν om Par 5 αὐτὸν PParM I τῇ scripsi e ΡΜΒ τῆς Par edd τοῖς Mos 6 τοῖς (ταῖς edd) πολίταις post φθονῶν Mos edd scriptura in Cr haud perspicua delevi 8 ζητεῖν scripsi e Par sed τεὶν in ras 1 litt m 2. ΜοsΜΒ et γρ in marg Mor ζῆ,ν Ρ edd sed „post ζῆν videtur ἑλέσθαι deesse“ Re scriptura in Cr haud perspicua | οὖν post τίς B I εὔξατο Ρ edd 9 οἷς Β 12 λιμοῦ repo- sui e libris sed scriptura in Cr haud perspicua, ut coni Mor Not et lacobs Lect λοιμοῦ edd | λιμούς reposui e libris sed scriptura in Cr haud perspicua λοιμοὺς edd sed λιμὸν coni Mor Not | τοίνυν om ΜοsΜ del Par 2 | ἐκλελύκει ΜοsΜ 13 ταῖς ante πόλεσιν Μ et inser Par 2 | γρ ὑφαινόμενον in marg Mor | sequentia usque ad p. 384, 11 ἡμᾶς in Cr iam non legi possunt 14 Ὥρας scripsi ὧρας libri edd 15 γρ πάντα in marg Mor)

383
ἀπὸ τῶν ἐναντίων τρόπαια;

καίτοι καὶ ταῦτ’ ἄν, εἴπερ ἦν σοι δύναμις, ἐπέπρακτο. οὐ γὰρ δὴ τοὺς ἀριστεύοντας μᾶλλον ἂν ἐβούλου μακαρίζειν ἢ αὐτὸς εἶναι τῶν στεφανουμένων καὶ μᾶλλόν γε ἢ κατ’ ἐκεί- νους ἐπαινουμένων, ὅσῳπερ ἀψοφητὶ καὶ χωρὶς πραγ- μάτων τοὺς πολεμίους ἤλαυνες ἄν. ἐγὼ τοῦτον εἶδον πολλάκις ὑπὲρ ἀργυρίου διαλεγόμενον τοῖς ἐμπόροις καὶ νῦν μὲν αἰτοῦντα, νῦν δὲ τοῦ λαβεῖν εἰδότα χάριν. καίτοι τί χρῆν τοῖς πλουσίοις ἐνοχλεῖν ἐξὸν εἶναι τῶν δοῦναι δυναμένων;

διὰ τί | γὰρ μὴ πάντας [*](RIV 732) σοι θησαυροὺς ἀπεκάλυψεν ἡ τέχνη καὶ ὅσα νῦν ἐν τῇ γῇ κρύπτεται τῆς σῆς οἰκίας ἐποίησεν; ὅτι, φησίν, ἄλλος ἄλλο τι μεμελέτηκεν, ἐγὼ δὲ τοῦτο οὐ κακῶς ἐπίσταμαι. τὸ δὲ μὴ προσελθεῖν ὑμῖν μηδὲ ἐπαγγείλασθαι πρότερον διὰ τουτουσὶ τοὺς φθονοῦντας καὶ διαβάλλοντας τὴν τέχνην γεγένηται, νῦν δὲ εἰς ἀνάγκην ἀφῖγμαι.