Declamatio 39

Libanius

Libanius, Declamatio 39, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

καὶ τούτων, ὦ πάτερ, γιγνομένων ἔστιν ὅτε ἐμεμψάμην ἢ κατεβόησα τῆς γυναικὸς ὡς ἂν οὐ τἀμὰ προτιμώσης, ἀλλὰ μεριζομένης ἀκριβῶς εἰς ἐμέ τε καὶ σέ; ἀλλ’ ἐάν τίς μου καταμαρτυρήσῃ παρελθὼν ἢ δοῦλος ἢ ἐλεύθε- ρος, γράψον, εἴπερ οἷόν τε, τούτου χαλεπώτερον κατὰ τῶν παίδων νόμον.

[*](1 διαταῦτα ΜοΒ 4 δικαστής MaClMLaurlB Mor scriptura in Cr incerta 7 ἐλάβομεν — 8 ἠδίκουν in marg Μο | ἤγομεν HMoMaCl scriptura in Cr incerta 8 τι om ΗΜο scriptura in Cr incerta | μεταταῦτα ΜΙΒ 9 ἐμαυτῶ Cl 10 πρὸς αὐτὸν om, ἔργων inser Ι 14 προιοῦσα MLaurlB Mor scriptura in Cr incerta 15 ἐθεράπευσεν scripsi e Ma ClLaur ἐθεράπευεν ΗΜοΜΙΒ edd scriptura in Cr incerta | προὔπεμψεν scripsi e CrHMoclLaur προὔπεμπεν ΜΙΒ edd προὔπεμπον Ma 17 τὰ ἐκείνης MaCl 18 ὅτ᾿ MaCl 21 καταμαρτυρήσῃ μου I | μου Cl sed υ ex ι corr m 3 22 οἷοντε Β εἰ οντε Laur οἷός τε Re)
302

14. Οὕτως οὖν ὑποπεπτωκότος ἐμοῦ τοῖς σοῖς βου- λεύμασι καὶ οὐδενὸς ἐμαυτὸν ποιοῦντος κύριον, ἀλλὰ σοὶ πάντων ἀπλῶς παρακεχωρηκότος τίς αἰτία τοῦ κα- λοῦ τούτου νόμου; τί τούτοις δίδως ὑποπτεύειν ὡς ἔστι τις ἡμῖν ἐπὶ τῆς οἰκίας πόλεμος δεόμενος ὀξείας σφαγῆς ἣν δεῖ πεπρᾶχθαι πρίν τινα εἰδέναι διότι;

15. ἀλλ’ εἰ καὶ μὴ τὸν νόμον τιθείς, νῦν γε ἡνίκα τέθεικας, ἔλεγξον τὴν ἐμὴν κακίαν καὶ τὰς αἰτίας ὅρι- σον καὶ μὴ δίδου τοῖς περιεστηκόσιν ἄλλα ἄλλοις νο- μίζειν. ἢ οὐκ οἴει τούτων πολλούς, τοὺς μὲν πρὸς ἑαυτὸν ἕκαστον, τοὺς δὲ πρὸς ἀλλήλους, πολλὰ τοιαῦ- τα λέγειν ἃ οὐκ ἄν ποτε ἐγὼ φθεγξαίμην; ἃ γὰρ οὐδ’ ἀκοῦσαι φορητόν, πῶς ἂν ταῦτα εἰπεῖν ὑπομείναιμι; πλὴν τοσοῦτον ἐρῶ ὅτι τούτων οἱ μὲν ἀδικεῖν ἐμὲ νομίζουσι καὶ πρὸς τοῦτον σὲ τὸν νόμον ἁμαρτάνοντα ἐπηρκέναι, ἕτεροι δέ γε ἴσως ἀδικεῖσθαί μέ φασι καὶ δυστυχεῖν καὶ διὰ τοῦτο μισεῖσθαι.

παρελώμεθα τῶν πολλῶν τὰς ὑπονοίας εἰπόντες τὰ τοῦ παιδὸς πο- νηρεύματα. ἀλλ’ οὐκ ἐθέλεις; οὐκοῦν ἱκανή μοι τοῦτο ἀπολογία; καὶ διὰ τοῦτό γε ἤδη τοῦ νόμου κειμένου [*](2 ἐμαυτοῦ HMo Bcriptura in Cr incerta, ut in sequenti- bus quorurn ne finis quidem qui in folio 75 r fuerit dici potest) [*](4 γὰρ post τί Β 5 τίς ΗΜοΜa | τῆς om Μο 6 δι’ ὅτι Η διατί Laur 7 μὴ καὶ Ma sed μὴ del et ὅτε μὴ post καὶ inser m2 ClMLaurl Mor | τιθείς Ma sed in ἐτίθεις corr m2) [*](9 ἄλλ’ Μο 12 οὐκ ΗΜο 14 πλὴν] 15 νομί- ζουσιν 1 | καὶ — 16 ἐπηρκέναι om Ι | ἁμαρτάνοντα Ma sed ας in marg m 2 ἁμαρτάνοντος Μ 16 ἐπηρκέναι scripsi ἡκέναι libri edd sed ,,videtur leg. καὶ πρὸς τοῦτό σε βλέποντα τὸν νό- μον ὀργῇ ἁμαρτάνοντα τεθεικέναι“ Re ἐφηκέναι lacobs Lect γε om MaClI | με om Οἶ’ inser Ma 3 17 δυστυχῆ I | δια- τοῦτο ΗΜοΒ 18 τἀς τῶν πολλῶν ὑπονοίας Ι | εἰπόντος σοῦ τὰ Μο Re 19 οὐκἂν Ι | τούτων Β 20 διατοὐτό Η ΜοΜa)

303
τούτοις πρὸς ὑμᾶς ἐχρησάμην, ὦ ἄνδρες δικασταί, τοῖς λόγοις, ὅπως κἀκ τούτου μάθητέ μου τὴν ἐπιείκειαν καὶ | ὡς οὐδαμοῦ ταῖς ὁρμαῖς ἠναντίωμαι τοῦ [*](RIV 573) πατρός. ὃς γὰρ οὐδ’ ἐν τηλικούτοις βιωσόμενος φόβοις ἐτόλμησα ῥῆξαι φωνήν, τί τῶν ἄλλων οὐκ ἐνήνοχα σιγῇ;

τούτου τοίνυν ἀκούων ἀναγινώσκοντος νό- μον κρίσεως ἀποστεροῦντα τοὺς παῖδας καὶ φάσκοντος οὐκ ἄλλως εὖ οἰκήσεσθαι τὴν πόλιν καὶ ὑμᾶς ἀνασχο- μένους ὁρῶν ἥκειν ἡγησάμην καὶ ἐμαυτῷ καιρὸν θεῖ- ναι νόμον, ὂν τὸ πάλαι θεῖναι βουλόμενος, ὅπερ ἀρ- χόμενος ἔφην, οὐκ οἶδ’ ὅπως οὐκ ἐθάρρησα. καὶ σκο- πεῖτε, πρὸς Δῖός, εἰ μὴ καλὸς καὶ πρέπων τῇ πόλει καὶ τοῖς ἄλλοις τοῖς περὶ τὸν γάμον ὁμολογῶν.

18. Τῷ καταλαβόντι φησὶ μοιχὸν ἐπὶ τῇ γυναικὶ κτείνειν εὐθὺς ἐξεῖναι τὸν ὑβρίζοντα. ἀλλ’ ὁ πατὴρ ἀγανακτεῖ καὶ ἀντερῶν ἥκει. διὰ τί, πάτερ, οὐ μέτεστί μοι τοῦ νομοθετεῖν; ἄτιμος ἐν τῇ πόλει περιέρχομαι καὶ δέομαι κύπτειν εἰς γῆν; ἐγὼ δὲ τῶν μεγίστων ἐμαυτὸν ἀξιῶ καὶ νόμους γράφω.

εἰ μὲν οὖν ἄλλος [*](5 Dem. Phil. III p. 126, 25 sq. 8 Isocr. Areop. ’ξ 40 p. 147 e) [*](10 cf. p. 296,12 15 Dem. Aristocr. p. 637,23 sq. cf. Meier-Schoemann-Lipsius, Att. Proc. p. 404 sq.) [*](15 ἡ προβολή Mrubr et in marg Ma 3 19 τὸ πρόσωπον Ma rubr et in marg Ma3) [*](1 ὦ ἄνδρες δικασταὶ ἐχρησάμην Laur 2 μάθοιτε Laur | ὦ ἄνδρες δικασταὶ post μου 1 3 τοῦ πατρὸς ἠναντίωμαι 1) [*](4 ὃς Ma sed post ὁ ras 1 litt et ’ in ras m 2 7 φά- σκοντος scripsi ex HMoClLaurlB ut coni Mor φάσκοντα MaM edd 9 ὀρῶν om HMoClLaurB inser Ma 3 | ἐπ’ αὐτῷ Μο | καλὸν Ma sed γρ καιρὸν suprascr m 3, Cl 10 τοπάλαι Μ τὸν γάμον 11 εἷπον Ι 13 τῶν γάμων Μ τῶν γάμων HMa et γρ in marg Mor | συμφωνῶν 1 15 ἐξεῖναι κτείνειν εὐθὺς I 16 ἀνταίρων Η | διατί ΗΜοΒ | ὦ ante πάτερ Μο | οὐκ ἔστι MaCl 17 τὸ HMaClMLaurl Mor 18 δέομαι scripsi ex HMoMaCl δέον με MLaurlB edd 19 οὖν om HMaLaurl | ἄλλως Η)

304
με τῆς παρρησίας ἐκβέβληκεν, οὐκ οἶδα, τοῖς δὲ τῆς πολιτείας νόμοις οὔπω τοῦτο πέπονθα. οὐκοῦν νομο- θετῶ μὲν ἐξόν μοι τοῦτο ποιεῖν, γράφω δὲ ὑπὲρ τῶν ἐμαυτῷ προσηκόντων καὶ οὐκ ἄν με φαίη τις πρᾶγμα ἀλλότριον ἁρπάζειν, οἷον εἰ περὶ νεῶν ἢ ἱππέων ἢ ὁπλιτῶν ἢ φόρων ἢ τείχους ἢ μετοίκων ἢ τελῶν νό- μους ἐτίθην, εἰκότως ἂν ἐδόκουν τὰ τῶν στρατηγῶν καὶ ῥητόρων καὶ ὅλως τῶν πρεσβυτέρων ὡς ἐμαυτὸν ἕλκειν. κατὰ δὲ τῶν μοιχῶν ἡμῖν πρέπει τοῖς νεωτέ- ροις γράφειν.

καὶ θαυμαστὸν οὐδέν. νέαις γάρ, ὦ πάτερ, συνοικοῦμεν. ἂν δὲ δὴ καὶ διαφερούσαις ἑτέρων τὴν ὄψιν, οἵαπερ ἡμῖν ἐστιν ἡ γυνή, καὶ γὰρ τοῦτο ὁ [*](RIV 574) πατὴρ ἐσκέψατο, ὅπως τοὺς ὀφθαλμοὺς | εὐφραί- νοι τῷ συνοικοῦντι τὸ σῶμα τῆς γυναικός, ὁ δὴ τὴν τοιαύτην ἔχων πρᾶγμα εἰκὸς πέπονθε φυλακὴν ἅπασαν τῷ κάλλει περιτιθείς. οὕτως οὐκ ἐξὸν μόνον, ἀλλὰ καὶ περὶ τῶν μάλιστά μοι προσηκόντων τίθημι νόμον. καὶ ὅστις οἶδεν ἀκριβῶς τὰ ἡμέτερα, πολλοὺς δὲ οἶμαι, καὶ τὴν σπουδὴν οὗτος ἐπαινεῖ τὴν ἐμήν.

21. Πρῶτον τοίνυν ὡς σαφὴς καὶ δικαίως ἔχων ὁ νόμος, ὁρᾶτε. μὴ κρινέτω, φησί, μοιχὸν ὁ λαβών, [*](4 ὅρος M rubr) [*](4 τίς HMa 5 νέων Ι Mor | ἱππέων scripsi ex ΗΜοΜa ClI ἵππων MLaurB edd 6 φόνων Μο | „num ἢ ἆτ’ ελείας.?“ Re | τελῶν scripsi ex HMoMaCqiLaurI τελωνῶν ΜΒ edd 7 ἐτίθειν MaCl 8 τὰ ante τῶν Μαω | εἰς Β 9 ἔξεστι Ma Cl 11 συνοικοῦμεν m πάτερ Β | ἀλλήλων Ι 12 οἶαπερ Β Μο | ἐστιν ἡμῖν MaCl | καὶ γὰρ καὶ τοῦτο MaCl 13 ἐσκέψατο ν ὁ πατὴρ Ι | εὐφραίνοι scripsi ex HMaClB εὐφραί Μο εὐ- φραίνῃ MLaurl edd 14 τοῦ συνοικοῦντος Ι I τὴν om MoCl 15 πραγματείαν ΗΜο 18 δ’ οἴομαι Μο δέομαι Η δ’ οἴομαι εἰδέναι coni Re 19 τὴν om MaCl | οὐκ ante ἐπαινεῖ inser Ι | μὲν MaCl 20 καλὸς I)

305
ἀλλ’ αὐτὸς σφαττέτω. τί τοῦδε σαφέστερον; καὶ μὴν ἐν τῷ μοιχὸν εἰπεῖν πάντα ἀπλῶς περιλαμβάνει μοιχόν, κἂν νέος ᾖ κἂν μὴ νέος, κἂν ἄγνωστος κἂν γνώριμος, κἂν συνήθης κἂν μή, κἂν τῶν ἔξωθεν κἂν τῶν ἔνδοθεν, καὶ ὅλως οὐδὲν ὑπεξείλετο, οὐ γένος, οὐ τύχην, οὐχ ἡλικίαν. τί τοῦδε δικαιότερον;

ἀλλὰ μὴν ὡς συμφέρων ὁ νόμος, παντί που δῆλον. ἐγὼ γὰρ οἶδ’ ὅτι σώζουσι μὲν τὰς πόλεις αἱ στρατεῖαι, ποιεῖ δὲ τοὺς ἐξιόντας εὐψύχους τὸ μέγιστον τῶν ἄθλων, γνήσιοι παῖδες. ἂν δέ μοι τούτων τὰς γονὰς ὑπόπτους ποιῇ τις, ὦ πάτερ, φαῦλον ποιεῖ ὁπλίτην τὸν ὑπὲρ τοι- ούτων μαχόμενον. οὐκοῦν ὁ συνέχων τὴν σωφροσύνην νόμος οὗτος φρουρεῖ τὴν πόλιν.

23. Θαυμάζω δὲ καὶ τίνος ποτὲ εὐπορηκὼς ὁ πατὴρ λόγου κωλύσων ἥκει τὸν νόμον. τὸ μὲν γὰρ ἰσχυρὸν ἐκεῖνο τὸ μηδένα δεῖν ἄκριτον ἐν δημοκρατίᾳ θνήσκειν ἀπολώλεκε. πῶς; οὐδεὶς τῶν παλαιῶν νόμων πατέρα πεποίηκε κύριον τῆς τῶν παίδων ψυχῆς, ἀλλὰ τύπτειν μὲν καὶ τραπέζης ἀπελαύνειν καὶ μὴ διαλέγεσθαι καὶ ῥήμασι χαλεποῖς ἀνιᾶν καὶ τὰ τοιαῦτα δέδοται τῷ πατρὶ καὶ οὐδὲν ἐπὶ ταῦτα δεῖ δικαστῶν οὐδὲ ψήφων, ὰπο- κτεῖναι δὲ καὶ διαχρήσασθαι καὶ κατακόψαι νέον μὴ δεξά- μένον | αἰτίαν ἐν μέσῳ, μὴ τυχόντα δικαστῶν, μὴ [*](RIV 575) [*](9 cf. p. 282, 2 sq. 17 Dion. Hal. ant. II 26) [*](2 παραλαμβάνει Μο 6 καὶ om ΗΜο delevit Re | ὐπεξ- είλετο Cl sed ε(3) ex α corr m 3 6 δεῖ καὶ ἕτερον ΗΜο 8 στρατηγίαι MLaur Mor 9 ἄλλων Ι 10 δέκαμοι Μο 11 τίς Η | τῶν ante τοιούτων Μ 12 συνάγων Η 13 φρου- ρεῖ Ma sed φρου in ras m 2 14 θαυμάζω — 15 νόμον in marg Ma 2 et κείμενον antepos m 3 | εἰ ante καὶ Η | καὶ om Μ Mor | ὁ πατὴρ εὐπορηκὼς Ma 2 16 ἐν om Laurl 18 πεποίηκε κύ- ριον scripsi ex HMoMaCl κύριον πεποίηκε BLaurl edd κύριον πεποίηταἰ Μ 19 τῆς ante τραπέζης Ι | καὶ(3) om Mor 20 δέδοκται Ma δίδοται B Β | τῷ om HLaurl 23 αἴτιον Laurl)

306
μεταλαβόντα λόγου δεινὸν ἐδόκει καὶ ἀσεβὲς καὶ πόρ- ρω δημοκρατίας. καὶ τί λέγω σφαγήν; οὐδ’ ἀποκήρυξιν ἄκριτος ὁ παῖς ἐκ τῶν παλαιῶν ὑποστήσεται νόμων. ὁ δ’ οὐδὲ τῆς οὐσίας τῆς τοῦ πατρὸς ἄνευ κρίσεως στε- ῥηθεὶς ἂν ἀποθανεῖται τὴν αἰτίαν ἀγνοῶν τοῦ θανά- του;

τί δὲ καὶ φεύγει δικαστήριον ὁ πατήρ; εἴποι τις ἄν. τὸ γὰρ ἔγκλημα τοῦ δώσοντος δήπουθεν, οὐ τοῦ ληψομένου τὴν δίκην. λέγε, φησί, τὴν αἰτίαν, ἔλεγξον, ὅρα διδόντα δίκην. ἀλλ’ οὐδὲν λέγεις τηλικοῦτον. παῦσαι θυμούμενος. ὀργῇ δὲ ζεούσῃ πατέ- ρων οὐκ ἐξέδωκαν οἱ νόμοι τὴν νεότητα τῆς πόλεως εἰδότες ὅτι κρατεῖ πολλάκις ὀργὴ λογισμῶν.

ἀλλ’ αἰσχρὸν διηγεῖσθαι παίδων ἁμαρτήματα πατρά- σι. σφαγὴ δὲ καλοῦ τινος γίνεται τεκμήριον; καὶ ἐν μὲν τῷ δικαστηρίῳ τοῦτο δόξας ἀδικεῖν ὅπερ ἡδί- κηκε μόνον ὁ παῖς ἀποθανεῖται, κρίσεως δὲ μὴ γεγενη- μένης οὐδὲν ὅ τι οὐκ ἠδικηκέναι δόξει. τοῖς γὰρ τὴν οὖσαν οὐκ εἰδόσιν αἰτίαν πᾶν εἰκάζειν ἀνάγκη. καὶ [*](2 οὐδὲ Οἶ’ 3 ἄκριτος scripsi ex ΗΜοΜa sed in hoc γρ ἀκρίτως suprascr m 3, Cl sed ς e ν corr, BLaur ἄκριτον Ι ἀκρίτως Μ edd | καλῶν Ι 4 δὲ ΗΜο | τῆς(2) om ΗΜοΙ | ἄνευ κρίσεως om Β 5 ἀποθανεῖται ἂν MaClI | τὴν αἰτίαν in marg Cl 3 6 φεύγοι Laur | ὁ om ΗΒ 7 τίς Η τὶς ΜΟ | δώσοντος scripsi e B δόντος reliqui libri edd 8 οὐ] ᾒ Mo | δώσοντος λέγε —9 δίκην om Μορ | λέγε scripsi ex HBLaurl ut coni Re λέγει MoMaClM Re | τὴν scripsi ex HMaClBI τινὰ ΜοΜ Laur Re 9 διδόντας Μο sed ’ς eras 10 „fort παῦσαι ovr" Re I λοιπὸν post παῦσαι Ι | Ὀργῆ — 12 λογισμῶν citat auctor florilegii Neapolitani fol. 285 r | ὀργῆς δὲ ζεούσης Ma 11 τῆς] τὴν Re 12 ἀλλ’ om HMo 13 αἰσχρὸν — 18 ἀνάγκη citat floril. Neapol. l. l. | ἀδικήματα Ma sed ἁμαρτήματα suprascr m 3 Cl 14 γίγνεται Β | μὴ Μο 15 τούτω HMoCl sed in hoc in τοῦτο corr m 2 16 ἀποφανεῖται Μο | δὲ om I | γενο- μένης Laur 17 οὐδὲν om Laurl Ι οὐδὲν ὅ τι om Cl in marg inser Ma 3 | ὅτι ΗΜο | οὐδ’ Laurl 18 πᾶν in lac 3 litt om Η)

307
οὕτως ἀθλιώτερος πατὴρ ὁ κτείνας τοῦ κρίναντος.

διὰ μὲν δὴ ταῦτα οἱ παλαιοὶ νόμοι κρίσιν ἐποί- ησαν καὶ οὐκ ἀπεστέρησαν ἀστοὺς ὧν τοῖς οἰκέταις μετέδωκαν, οὐδένα γοῦν οἰκέτην, ὦ πάτερ, ἄκριτον ἀποκτενεῖς, ἀλλ’ ὅμως ἐκεῖνα τὰ ἀρχαῖα καὶ μακρῷ βεβαιωθέντα χρόνῳ πάντα ὕθλον ἀπέφηνας καὶ πε- ποίηκας τῶν παίδων τοὺς πατέρας σφαγέας. οὐδεὶς ἐναντιοῦταί σου τῷ νόμῳ. κρατείτω μετὰ τῶν ἄλλων τῶν φονικῶν ἢ, εἰ βούλει γε, καὶ πρὸ ἐκείνων ἐπαι- νείσθω. τοῦτ’ αὐτὸ μέντοι πεποίηκεν ὁδὸν τῷ κατὰ τῶν μοιχῶν νόμῳ. καὶ τοσούτῳ ῥᾷον ἐμοὶ τοῦτον ἢ σοὶ θεῖναι τὸν πρότερον ἐκεῖνον, ὅσῳ πρὸς παράδειγμα | μὲν ἐγὼ βλέπων γράφω, σὺ δὲ καινότατα πάν- [*](RIV 576) τῶν ἠξίους. παίδων οὖν ἀκρίτων ἀποθανουμένων μοι- χῷ τὸ ἴσον οὐκ ἐπικείσεται;

27. Τί γὰρ κωλύει, φησί, τὸν εἰλημμένον κρί- νειν; ἐγώ σοι πρὸς τοῦτο ἀποκρινοῦμαι, πάτερ. πρῶ- τον μὲν βαρὺ τῷ πάσχοντι τοσοῦτον κακὸν ὁρῶντι [*](3 cf. Greg. Cypr. supra p. 143, 2 sq. 6 cf. t. IV 895, 10 R; t. II 549,17; III 55,14) [*](16 ἀντίληψις Μο) [*](1 οὕτος Ι | ἄνευ ante τοῦ Η 3 ἀστούς scripsi αὐτοὺς libri sed ex αὐτοῖς corr Cl 3, edd τούς υἱοὺς lacobs Lect | τοῖς οἰκέταις — 4 οἰκέτην om ΗΜο | τοῖς οἰκέταις Cl sed e τούς οἰ- οἰκέτας corr m 3 4 ὦ πάτερ, ἄκριτον scripsi e MaClB ἄκριτον ΗΜο ἄκριτον ὦ πάτερ MLaurl edd 5 ἀποκτενεῖς Η ἀποκτείνεις Μο 6 χρόνῳ βεβαιωθέντα Ι | ὕθλον Μο sed del et ἆθλόν in marg οἶθλον Cl 8 σοι Ma sed σου suprascr m 3, Cll 9 τῶν inserui ex ΗΜοΜαΟΙΒΜΙ om Laur edd I πρὸς Μο 11 τοσούτω ὢ sed σ ex ι corr m 3 τοσοῦτο Laur) [*](15 ἶσον HMa 16 φησι κωλύει Μο | κωλύει om Η | κρίνει Μο 17 (??) Β | πρῶτον] τῶ Η τὸ Μο 18 ὁρῶντα ΗΜο et lacobs Ach Τ 660)

308
ἀνέχεσθαι καὶ κατέχειν δεξιὰν ὑπὸ τῆς ἐν ὀφθαλμοῖς ὕβρεως ἐπειγομένην πρὸς φόνον. ἔπειτα πολλάκις ἔργα λόγων ἐν δικαστηρίοις ἡττήθη καὶ ὁ μὲν μοιχὸς ἔδοξε σωφρονεῖν, ὁ δὲ ἠδικημένος συκοφαντεῖν. πολλὰ γάρ ἐστι τὰ τοῖς κρινομένοις βοηθοῦντα πολλάκις, ἐμπει- ῥία πραγμάτων, δόξα τοῦ φεύγοντος, πλῆθος συνηγό- ρων. ἤδη δέ τινα καὶ πολιὰ καὶ χρόνος ἐρρύσατο, καὶ ὃν ἰδὼν οὐκ ἂν εἴποις τὰ τοιαῦτα ἁμαρτάνειν, οὗτος μοιχεύει καὶ ταύτην ἣν οὐκ ἂν ὑπολάβοις.