Declamatio 38

Libanius

Libanius, Declamatio 38, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ὑπὲρ ὧν ἐπίστασθε, ὦ δικασταί, ψηφιεῖσθε τήμερον. ἃ πέ- πραχε πολλάκις μὲν εἰρήκατε, πολλάκις δὲ ἀκηκόατε. περὶ ὧν τοῖς ἀπιστοῦσιν ὀμωμόκατε. ὑμεῖς τοῦτον ὁρῶντες ἠγανακτεῖτε καὶ προσιόντος ἀπεφεύγετε. πολ- λάκις ὑμεῖς τοῦτον ἀπὸ τῆς πράξεως ὠνομάζετε μᾶλλον ἢ οὗπερ ὁ πατὴρ ὀνόματος ἔθετο. καὶ τὸν μοιχὸν εἰ- πών τις τοῦτον ἂν εὐθὺς ἐδήλωσε.

καὶ τῆς ἐμαυ- τοῦ με συμφορᾶς ἀναισθήτως ἔχοντα ᾐτιᾶσθε· οὐκ ὦτα ἔστι τούτῳ τῷ ταλαιπώρῳ; οὐκ ὀφθαλμοί; οὐ συγγενεῖς; οὐ φίλοι; οὐκ οἶδεν οὐδέν; οὐκ ἀκήκοεν οὐδέν; πότε διδάξει τὸν πλούσιον εἰς δικαστήριον εἰσελθὼν ὧς τῆς ἡδονῆς ταύτης οἱ καρποὶ πικροί; καὶ ἐπειδὴ βραδέως ᾐσθόμην ὡς οὐκ ἔτ’ ἔχω τὸ γύναιον, πολλοὶ τῶν γεγαμηκότων ἐδέ- οντό μου προσιόντες, ὅπως ἐκκόψαιμι τὸν λυμεῶνα τοῦτον, καὶ δοίης, φασί, περὶ τῶν γυναικῶν θαρρεῖν.

[*](1 κοινὴ ποιότης M rubr)[*](2 ἑαλωκότας Ma 3 ἐναργων Μ ἐναργῶς La | ἐξηλεγμἐνος Ma 4 ἄνδρες La | ψηφιεῖσθαι La sed αἰ in ἑ corr | τὸ ante τήμερον Μ edd delevi | σήμερον MaclBVa Va 6 δ’ La | ,,Hunc locum et mutilum esse ἁ corruptum nullus duhito. Fortasse sic integrandus : ἀκηκόατε παρὰ ἄλλων, πολλάκις δὲ αὐτοὶ τοῖς ἀπι- στοῦσιν ὀμ. cf. t. IV p. 577, 16 R" lacobs Lect 6 ὀμωμόκατε MaClB edd | τοίνυν ante τοῦτον BVa 7 ἀγανακτεῖτε Β | προσιόντος scripsi e LaB et γρ in marg Mor προσιόντα MMa ClVa sed in hoc ος supra α, edd 8 ὑμεῖς om La | ὧνομά- κάτε Ma 10 εὐθέως La 11 με om LaMaClB | ἀναισθŕι- τοὺς Cl 12 εἰσὶ La 13 εἶδεν La | οὐκ ἀκήκοεν οὐδέν; om MLaMaCl 15 εἰσελθεῖν MaCl ἐλθὼν La 16 πονηροί M Cl | βραχέως Cl 17 οὐκέτ’ MLaB 18 ἐγκόψαιμαι 19 φησὶ MLa)
287

39. Ἥκω δὴ τοῦτο δράσων καὶ βοηθήσων ὑμῖν, οὐ γὰρ ἐμαυτῷ γε. τὸ γὰρ ἐμὸν ἀνίατον, ὑμέτερον δ’ ἂν εἴη τὸ κέρδος τῶν οὔπω τοιαῦτα θρηνούντων. κοι- νὴν μὲν οὖν ἀπάντων δίκαιον εἶναι τὴν σπουδήν, φερόντως δ’ ἂν οἱ πενόμενοι φροντίζοιεν ὧν οὗτος μεμάθηκε καταφρονεῖν καὶ καθ’ ὧν χρῆσθαι τῇ με- λέτῃ. εἰ γάρ, ὃ μὴ γένοιτο, ἀποφύγοι καὶ τοῦτο αὐτῷ δοίητε, τίς ἔσται λαβὼν ἐξουσίαν ὅς φοβούσης τῆς ψήφου τοιαῦτα ἔδρα;

οὐκ ἐμοὶ μόνον | γύ- [*](RIV 566) νάιον ἔστιν, ὦ δικασταί, καλόν, ἀλλ’ ἴσως καὶ ὑμῶν τισιν. οὗτος μὲν γὰρ ἀκριβῶς οἶδεν, ὅσοις, ἐγὼ δὲ οἶμαι, τισί. δείσατε τοίνυν ὅσοις ἔστι, μᾶλλον δὲ ἁπλῶς ἅπαντες οἷς εἰσὶ γυναῖκες, δείσατε. ὡς τοῖς γε ἐπὶ τοῦτο ἐνεχθεῖσιν ἀκούω τέρψιν αὐτὸ τὸ μοιχεύειν ἔχειν, κἂν μὴ κάλλους ἀπολαύειν ᾖ.

41. Εἰ δὲ δὴ καὶ θεῶν τις ὑμῖν ἠγγυᾶτο μὴ προσ- άψεσθαι τοῦτον, ὦ δικασταί, τῶν ὑμετέρων οἰκιῶν, [*](16 εἰσβολὴ ἐλέους Mm) [*](2 οὐ γὰρ ἐμαυτῷ scripsi e MLaMaBVa οὐκ ἐμαυτῷ Cl edd | γε om La | τὸ γὰρ ἐμὸν scripsi e MaClBVa τὸ γὰρ ἐμαυτοῦ Μ τὸ μὲν γὰρ ἐμὸν La τὸ μὲν γὰρ ἐμαυτοῦ edd sed γρ ἐμὸν in marg Mor 3 τὸ inserui e libris om edd 5 δ’ ἂν e δὲ corr Va2 | πένητες MaClBVa | ὧι La sed ὧν suprascr p 6 μεμάθηκε scripsi e MaCl μεμαθήκει MLaBVa edd | ,,aut χρῆται leg. aut εἴωθε χρῆσθαί“ Re 7 ἀποφύγει La ἡ supra εἰ 8 δοίητε scripsi e MLaMa δώοηιτε Va δῴητε OlB edd | ἔσται Ferr ἔστι MLa ἂν εἴη MaClB ἂν cum ras 3 litt Va 9 μόνον scripsi e LaMa μόνωον Va μόνῳ MClB edd 11 μὲν om La 12 ἀπλῶς om Β 13 ὅσοις Μ 14 ἔχει MLa 15 ἀπολαύων La 16 θεῶν La sed ἐῶν in ras f | τίς LaB | ἠγγυᾶτο Μ sed ἡ ex ἑ corr y, La sed υ corr p | προσάψεσθαι scripsi προσάψασθαι libri sed α(2) in ἑ corr My, edd 17 ἄνδρες La et γρ in marg Mor | ἡμετέρων La οἴκων Μ Mor Re)

288
οὐκ ἂν εἰκότως ἐμὲ καὶ οὕτως ἠλεεῖτε, ᾧ παῖδες εἰσί τε καὶ οὐκ εἰσί; ποτὲ μὲν γὰρ εἶναι δοκοῦσιν ἐμοί, ποτὲ δὲ οὐκ ἐμοί. καὶ κάθημαι βουλευόμενος· ἐκβαλῶ τῆς οἰκίας ὧς οὐκ ἐμούς; ἀλλὰ θρέψω καὶ σπέρμα ἐμαυτοῦ νομίσω;

εἰ δὲ καὶ λίαν τοῦθ’ οὕτως ἔχει, θῶμεν γάρ, ὦ δικασταί, τίς τῶν ὀνειδῶν αὐτοὺς ῥύ- σεται; τῖς ἀνέξεται μετὰ παρρησίας πολιτευομένων; τίς οὐκ ἐπιστομιεῖ; τίς οὐκ ἀφέλξει τοῦ βήματος; τοὺς δὲ οὐδὲ ἐξ οὗ γεγόνασιν εἰδότας λέγειν τολμᾶν καὶ δημηγορεῖν; οὐκοῦν ἀνάγκη συγκαλυψαμένους ἀποτρέχειν;

καὶ τί λέγω τοὺς παῖδας; οὐ γὰρ καὶ αὐτὸς ἀπολώλεκα τὴν φωνήν; εἰ γάρ ποτε παρελθὼν εἴποιμί τι τῇ πόλει μὲν συμφέρον, λυπηρὸν δὲ ἐνίοις, εὐθύς τις ἐπαναστὰς ἐρεῖ· καλῶς γε ἡμῖν οὗτος φυλάξει τὴν πολιτείαν, καὶ γὰρ τὴν οἰκίαν τὴν αὑτοῦ. τῇ δὲ τῆς γυναικὸς συγγενείᾳ μετέσται χώρας τινὸς βελτίονος; πόθεν;

44. Ὁρᾶθ’ ὁπόσων ἀτιμίαν εἷς ἀνὴρ κατέχεε. διὰ τί, γενναῖε καὶ πλούσιε; τίνος ταύτην ἀδικήματος ἐπρά- ξω δίκην; χρυσίον σε ἀφειλόμην; ἀλλ’ ἀργύριον; ἀλλ’ [*](1 εἰκότως La sed ς add s | καὶ ἐμὲ La 2 μὲν om Μ LaMa | μοι δοκοῦσι LaMaB 5 νομίσω in νομιῶ corr My) [*](6 ἄνδρες La 9 δὲ om Va δ’ Μ | οὐκ Μ | ἐξ οὖ scripsi e Β et γρ in marg Mor ἐξ οὖ τὲ LaMa ἐξ οὔτε ClVa ἐξ ὅτου Μ sed in marg γρ ἐξ οὗ ἐξότου edd 10 οὐκ οὖν La) [*](11 καὶ om MMacl | λέγω τοὺς παῖδας; reposui e libris τοὺς παῖδας λέγω; edd 12 αὐτούς MaCl | περιελθὼν Ma Cl 13 εἴποιμί scripsi εἴπω libri edd | τί LaB | οὐ ante συμφέρον Va 14 εὐθὺς τίς La | γε inser My | ἡμῖν reposui e libris ὑμὶν edd 15 καὶ — 17 πόθεν;] ὁ μὴ γυναῖκα φυ- λάξας La | καὶ ante τὴν Μ edd delevi 16 αὐτοῦ MMaCl ἑαυτοῦ Β edd | γνώμης Ma 18 ὁρᾶς Β | ὅπως La | ἀτιμίας Mor | διατί LaMaCl 20 ἀφειλόμην reposui e libris ὑφειλό- μην edd sed γρ ἀφειλόμην in marg Mor)

289
ἐσθῆτα; ἀλλ’ ἐγγὺς τῶν σῶν ἀγρῶν χωρίον πριάμενος ἀπετεμόμην τῆς γῆς; οὐδὲν τούτων εἴποις ἂν τῶν γε οὐ πεπραγμένων.

διὰ τί οὖν ὃ μόνον ἦν μοι κτῆ- μα, γυνὴ γὰρ πένητι κτῆμα μόνον, τοῦτο ὑφελόμενος ἔχεις; κάλλους ἐπεθύμεις; εἶτα | ἐν ταῖς ἑταίραις [*](RIV 567) τοῦτο οὐκ ἐνῆν; ἀλλ’, οἶμαι, ταύταις μὲν χρώμενος οὐδένα ἂν ὕβριζες οὐδὲ ἠδίκεις οὐδὲ ἐποίεις ἄθλιον, ἡδονὴ δὲ ἦν σοι τὸ ταῦτα δύνασθαι. διὰ τοῦτο τὰς μὲν ὑπερέβης, ἐμοὶ δὲ ἐπέθου. εἶτ’ οὐ καταψηφιεῖσθε τούτου τοῦ τὰ τοιαῦτα τρυφῶντος, ἀλλ’ ἀνέξεσθε χο- ρηγίας λέγοντος καὶ τριηραρχίας καὶ ὧς ἡμεῖς οἱ πένητες οὐδαμοῦ;

ἀλλ’ οὐκ ἄξιον, ὦ δικασταί, τῶν τοιούτων ἀναλωμάτων τοιούτους ἀπαιτεῖν τοὺς μισθούς. οὔτε γὰρ ἔννομον οὔτ’ ἀνεκτόν. ἀρκείτω γὰρ αὐτοῖς, ἂν ταῦτα καλῶς καὶ προθύμως ποιῶσιν, ἐπ- αινεθῆναι, μοιχείας δὲ ἐξουσίαν μηδεὶς ἐν δημοκρατου- μένῃ πόλει ζητείτω. εἰ γὰρ οὐδὲ τοῖς ἀριστεύουσι, παρ’ ὧν ἡ σωτηρία τῇ πόλει, τοῦτο δώσομεν, πῶς οἱ μικρὰ ἀπὸ πολλῶν εἰσφέροντες λάβωσιν;

ἡμεῖς ἀπὸ χρη- μάτων μὲν οὐδὲν ὠφελεῖν τὴν ἐνεγκοῦσαν ὁμολογοῦμεν, οὐ γὰρ ἔστιν ἡμῖν οὐδ’ ἐποίησεν ἡμᾶς τῶν εὐπόρων [*](3 διατί La 4 γυνὴ — μόνον citat floril. Neapol. fol. 285 r | ἀφελόμενος La 5 ἐπιθυμεῖς La | εἶτ’ La | ἐτἐαριαις Μ 6 οὐκενῆν Ma | ἦν La 7 οὐδ’ (2) Va edd 8 διατοῦτο Ma Β 9 εἶτα MaCl 10 τὰ insrui e MLaMaClVa om edd | ἀλλὰ ΜααΒ | ἀνέξεσθε Μ sed § e χ corr y, Ma sed ε(3) in ras m 2 11 ἐνταῦθα οἱ πένητες scripsi e LaMaClBVa οἱ πένητες ἐνταῦθα Μ οἱ ἐνταῦθα πένητες edd 12 ἄνδρες La 14 οὔτε(2) Μ Re | ἀρκείτω scripsi e LaMaClVa ἀρκεῖ ΜΒ edd 16 δημοκρατία Μ 17 πόλει om Μ | ζητείσθω Ma sed ’σθ’ in ras m 2, Οἶ’ | οὐδὲν MaCl | ἀριστεῦσισι Ma sed ~ in ’ corr 18 ταῖς πόλεσι M | τοῦτο om Μ | ἂν post πῶς inser My 19 τοῦτο ante λάβωσιν Β edd delevi | λάβωσιν in λάβοιεν corr My λαβοῦσιν La om Ma 21 οὐδὲ Μ edd)

290
ἡ Τύχη, ἃ δ’ ἂν ἀπ’ ἀνδρῶν εὔνων τε ὑμῖν καὶ προ- θύμων γένοιτο πάντα πεπλήρωται καὶ οὐκ ἂν ἐλέγξαις ἡμᾶς ἐν ταῖς τοιαύταις εἰσφοραῖς κακοὺς ἢ βραδεῖς.

48. θαυμάζω δὲ εἰ μηδὲ τούτους οὓς εἰσήγαγες ὑπὲρ σοῦ δεησομένους αἰσχύνῃ, οἳ οὐκ ἐλάττω σου περὶ ταῦτα ἀνηλωκότες ἔχοντες αὑτῶν εἰπεῖν πολλὰς μὲν ἐπιδόσεις, πολλὰς δὲ λειτουργίας ὅμως ἐπίστανται σω- φρονεῖν, ἐπεὶ καὶ νῦν ἄκοντές μοι δεῦρο εἰσεληλυθέναι δοκοῦσι κατεγνωκότες μὲν τῶν τούτῳ τετολμημένων καὶ εἰδότες ὧς διὰ τοῦτον τὸ πλουτεῖν διαβέβληται, ταῖς πολ- λαῖς δὲ ἱκεσίαις αὐτοῦ καὶ τοῖς δάκρυσιν ἠναγκασμένοι. οἷς πολλὰ ἀγαθὰ γένοιτο καλῶς τοῖς οὖσι χρωμένοις.

49. Ἀλλ’ οὐχὶ σὺ τοιοῦτος, ὦ κατὰ τῶν πενήτων πλουτῶν, ἀλλ’ οἴει δεῖν ἃ τοῖς τυράννοις, ταῦτα ἐξεῖ- ’ναι σοὶ μενόντων ἤδη τῶν νόμων. ἀλλ’ οἵδε σε ἀπ- άξουσι τήμερον ὧς ἐμὲ καὶ οὐ γένοιο ἂν δυνατώτερος RIV 568 | τῶν δικαστηρίων ἐν τούτῳ. τεθνεῶτος δὲ σοῦ τάχ’ ἂν ὑπάρξειε καὶ τῷ νόμῳ τεθῆναι τῆς σῆς ἀπηλ- λαγμένῳ δυναστείας.

[*](17 Dem. fals. leg. p. 431, 7)[*](1 ἂν inserui e libris cum lacobsio Lect om edd 2 γέ- νοιτο reposui e libris cum lacobsio γένηται edd sed γρ γένοιτο in marg Mor 3 ταῖς om Μ | εἰσφοραῖς scripsi e Μ sed εἰσ’ antepos ’ν, MaClBVa φοραῖς La edd 4 μὴ δὲ ΜΜαΒ | ἧσο εἰσήγαγες reposui e libris ἤγαγες edd ὁ δεομένους Β δεο- μένους MaClVa | αἰσχύνῃ Μ sed ἡ ex ἃς ut videtur corr y | σοῦ Μ 6 τούτους libri sed γρ ταῦτα in marg M m, et γρ in marg Mor | αὐτῶν libri edd | εἰπεῖν αὐτῶν MaClB Va Va 8 post μοι ras 2 litt Μ | δεῦρ’ Va edd 10 τούτων Μ sed ὢ in ὁ corr, MaCl | καὶ ante ταῖς Ma 11 ἱκεσίαις Μ sed σί’ in τει corr y 13 τῶν om Μ Ferr Re 15 σοὶ om LaMaCl καὶ σοὶ coni Re | οἶδε La | ἀπάξουσι τήμερον ὧς ἐμὲ scripsi e La MaClBVa ἀπαλλάξουσιν ἐμοῦ τήμερον Μ edd 16 γένοιο scripsi γένῃ libri sed ῃ in οἱ corr My, edd 17 δέ σου MMa Cl edd)