Declamatio 35

Libanius

Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

25. Ἀλλὰ ζημία, φησί, τῇ πόλει χρήσιμον ἄνδρα ἀποθανεῖν. κἀνταῦθα μεμνήσονται λόγων καὶ πρεσβειῶν καὶ ψηφισμάτων ἐμῶν. ἐγὼ δὲ ἄχρηστος μὲν ὑμῖν οὐκ ἂν φαίην γεγονέναι, ψεύσομαι γὰρ καὶ ἐμὲ ἐξελέγξουσι πολλοὶ μὲν νόμοι, πολλαὶ δὲ γνῶμαι, πολλαὶ δὲ πρεσβεῖαι ὧν οὐδεμία τὴν ἐμὴν ἐπηνώρθωσε πενίαν, καίτοι γε βουλομένῳ ῥᾴδιον ἦν. ἀλλ’ εἰ καὶ τἄλλα μοι πάντα φιλοπόνως ὑπὲρ ὑμῶν πέπρακται καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησι καὶ τῇ πόλει καὶ μελ- λούσας τε ἔτι καὶ συνισταμένας τὰς τούτου κακοτεχνίας [*](RIV 236) καὶ κατεῖδον καὶ διεκώλυσα | πολλάκις, ἀλλ’ ἐξ- εῦρέ τι τοιοῦτον πρὸς ὃ μόνον οὐκ ἐνῆν μαχέσασθαι. τί γὰρ ἄν τις καὶ λέγων ἐπεῖχεν ἄνθρωπον ἀγορᾶς νόμῳ σῖτον ὠνούμενον; τί οὖν δεῖ ζῆν τὸν εἰωθότα κρατεῖν νενικημένον;