Declamatio 35

Libanius

Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

24. Τοῦ καιροῦ ταῦτα, νὴ Δία. τοῦ αὐτοῦ τοίνυν ἴστω καιροῦ καὶ τὸ ἐμὲ τεθνάναι. εἰ γὰρ ὁ λιμὸς μὴ λιμός ἐστι μόνον, ἀλλ’ ἔχει τι καὶ τυραννίδος, αὐτὸς ὁ καιρός μου κατ’ καταψηφίζεται θάνατον. ἢ βούλεσθε πά- λιν ἐφ’ ἑτέρας | ἀκαιρίας, ἄδηλον δὲ οἶμαι τὸ [*](RIV 235) μέλλον καὶ πάντα χρὴ προσδοκᾶν ἄνθρωπον, λόγους τοῖς νῦν ὁμοίους ἀκοῦσαι παρὰ τοῦ πλουσίου; οἷον εἰ πολεμίων ἐπιόντων ὑμεῖς τοῦτον οὐκ οἴεσθε χρημάτων μὲν πρὸς ὑμᾶς μεμνήσεσθαι, τὸν πένητα δὲ αἰτήσειν; τί δέ; ὅπλων δεομένων οὐ τὰ μὲν δώσειν, τὸν πένητα δὲ αἰτήσειν; κοῦφον οὖν ὑμῖν, πρὸς Δῖός, πολλὰ τοι- αῦτα ἀκούειν, ἐμοὶ δὲ καλὸν τὸ παρὰ ἀνδρὸς δυνατοῦ δι’ ἐμὲ πολεμεῖσθαι τὴν πόλιν ἀφορήτως; ὧν ὑμῖν τε καὶ ἐμοὶ ἀπαλλαγὴν οἴσει τὸ κώνειον.

[*](10 Dem. Rhod. lib. p. 196,23)[*](1 ἀντιστάντων Β | ποῦ libri edd 2 μὴ δὲ HBMVa | γὰρ om Β 3 εἱλικρινοῦς ΒΜ 5 πόλει HV | τοῦ νόμου scripsi e CrHVBVa τῶν νόμων Μ edd 8 τί HBVa 10 εἷναι MVa Mor 11 δεῖ Β 12 ὁμοίως Va | περὶ Va 13 τοῦτον οὐκ scripsi δὲ CrHVBVa μὲν Μ edd sed „οἱονεὶ πολεμίων ἐπιόντων ὑμεῖς μὲν (sc. βούλεσθε quod e praemissis tacite repetendum est) δεῖσθαι χρημάτων, τοῦτον δὲ χρημάτων μὲν πρὸς ὑμᾶς μεμνῆσθαι, τὸν πένητα δὲ αἰτήσειν“ coni Re 14 μὲν inserui e CrHVBVa om Μ edd | μεμνήσεσθαι scripsi μεμνῆσθαι libri edd | οὗτος post δὲ Μ edd delevi | αἰτήσειν — 16 δὲ om F I αἰτήσειν scripsi e CrHBVa αἰτήσει Μ edd 15 δεομένων scripsi e CrHBVa δεομένοις Μ edd | „malim οὗτος“ Re | δώσειν et 16 αἰτήσειν scripsi e CrHVBVa δώσει et αἰτήσει Μ edd 17 περὶ Va 18 ὧν — 19 ἐμοὶ in lac 12 litt om Β 19 καὶ in marg inser Va 2 | τὴν ante ἀπαλλαγὴν inserendum coni Sintenis | τίσει CrHVBVa)
196