Declamatio 35
Libanius
Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
ἐπὶ τούτοις ἐκρότουν ἐγὼ καὶ βελτίω τὸν ἄνθρωπον ἡγούμην γεγονέναι καὶ φιλό- [*](RIV 231) τῖμον | αὐτὸν ἔμελλον καὶ μεγαλόψυχον προσερεῖν. εἰ γὰρ καὶ τιμωρίας ἦν ἄξιος τῷ τὸν λιμὸν εἰσαγαγεῖν, ἀλλ’ ὅμως ᾤμην δεῖν τὴν ἐπ’ ἐκείνοις αἰτίαν ἀφιέναι τουτοισὶ τοῖς ὕστερον. ὁ δὲ ἦν ὁ αὐτὸς ἢ καὶ χαλε- πώτερος. ἡγουμένων γὰρ ὑμῶν ἐπίδοσιν εἶναι τὸ πρᾶγμα καὶ ψυχῆς ἐπισταμένης εὖ ποιεῖν τὴν ἑαυτοῦ τιμῆς εὐθὺς ὥσπερ τις κάπηλος ἐμέμνητο πρὸς ὑμᾶς, ὡς μὲν αὐτὸς ᾤετο, μικρᾶς, σώματος ἑνὸς τῶν πολι- τῶν, ὡς δὲ ὑμεῖς ἐδείξατε, μεγάλης.
οὔκουν ἠνέ- σχεσθε, ἀλλὰ καὶ αὐτοὶ πεινῆν καὶ γυναῖκας καὶ παῖδας ὁρᾶν καὶ πάνθ’ ὅσα πέφυκε λιμὸς ποιεῖν φέρειν ᾑρεῖσθε μᾶλλον ἢ δοῦναι ἐχθρὸν ἐχθρῷ ποιεῖν ὅ τι βούλοιτο. ἆρ’ ὑμῖν, ὦ βουλή, πονηρὸς ἐγὼ καὶ ἄδικος ἄνθρωπος εἰς τοῦτον γεγονέναι δοκῶ ἢ πονηρὸν καὶ ἄδικον εἰς τὴν πόλιν ἄνθρωπον οὐκ ἐῶν ὧν ἤθελε τυγχάνειν [*](2 οἱ(2) scripsi auctore lacobsio Lect καὶ libri edd 3 αὐ- τῶν libri edd 4 ὑμῶν scripsi e BVa ἡμῶν HVM edd scriptura in Cr incerta 6 ὑμῖν scripsi ex HV ut coni Mor ἡμῖν Μ edd scriptura in Cr incerta om BVa 9 αὐτὸν Β | μεγαλότιμον Va 12 ὁ(2) om BVa | ἢ om V | καὶ om Va 13 ὑμῶν scripsi ἡμῶν libri edd 14 τὰ Β 15 τιμὴν Va | ὑμᾶς scripsi e Β ἡμᾶς HVMVa edd scriptura in Cr incerta) [*](20 ἐχθρὼ ἐχθρὸν Va | ἐχθρῷ om Μ Mor 21 ἄνθρωπος ἄδικος MVa Mor 23 ἄνθρωπον εἰς τὴν πόλιν Va)
15. Καί τινες ἐναντιοῦνται καὶ προσιόντες ἐρω- τῶσι· τί τὸ καταναγκάζον ἀποθανεῖν; ᾔδειν ὡς οὐκ ἄνευ πραγμάτων ἀποθανοῦμαι τῶν κοινωνῶν μοι τῆς πολιτείας μαχουμένων. οἶς συγγινώσκω μὲν ἀλγοῦ- σιν, εἰ τὸν αὑτῶν ἑταῖρον ὄψονται πίνοντα τὸ κώνειον, παραινέσαιμι δ’ ἂν ἐπιτρέψαι μοι χρήσασθαι τοῖς παρὰ τοῦ νόμου, ὅστις φησὶ τὸν οὐκ ἐθέλοντα ζῆν πρὸς τὴν βουλὴν τοῦτο εἰπόντα τυχόντα τῆς χάριτος ἀπελθεῖν, πρότερον πείσας ἐμαυτὸν ὡς οὐκ εἴη μοι βιωτέον.