Declamatio 35
Libanius
Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
κἀγὼ μὲν ὑπό τε τῆς ἀληθείας καὶ τῶν νόμων ἐσωζόμην, τῷ δὲ ὁ μισθὸς ἀπώλλυτο. γνοὺς τοίνυν ὧς οὐδαμοῦ τοσούτους εὑρήσει συκο- φάντας, ὅσοι δύναιντ’ ἂν γενέσθαι τῶν πραγμάτων ἰσχυρότεροι, εἶδεν ὡς μία μόνη λείπεται πρὸς τοῦτο μηχανὴ τῇ πόλει μὲν ἀκαιρίαν περιστῆσαι, τὸ δὲ πρὸς ταύτην δύνασθαι βοηθεῖν αὑτοῦ ποιῆσαι, ἔν’ ὁ δῆμος τῷ χρῄζειν τῆς ὠφελείας ἀντιδῷ τι τῶν ἐκείνῳ δο- κούντων.
τί οὖν ποιεῖ; χρήματα πολλὰ ἔχων συν- εωνεῖτο σῖτον παρά τε τῶν ἐμπόρων καὶ τῶν ἐν τῷ γεωργεῖν ὅσον πλεῖστον. καὶ οὐκ ἦν ὡς εἰπεῖν οὐδὲ τὸ σμικρότατον ἑτέρῳ πρίασθαι, ἀλλ’ οἱ τοῦ πλουσίου τούτου πανταχοῦ, ἐν τοῖς λιμέσιν, ἐν τοῖς ἀγροῖς, ἐν μέση τῇ πόλει, τρέχοντες ἐπρίαντο πᾶν τὸ φαινόμενον οὐδὲ μέδιμνον παριέντες.
ὡς δὲ ἦν αὐτῷ μεστὰ πυρῶν τὰ ταμιεῖα καί τι παρὰ τῶν ὡρῶν ἀντέκρουσεν, ἐνταῦθα ἤδη διακαλύπτει τὸ σόφισμα καὶ ἐφ’ ὅτῳ πάντ’ ἐκεῖνα ἔπραττεν ὁμολογεῖ. συνειλεγμένων γὰρ ὑμῶν εἰς ἐκκλησίαν καὶ περὶ τούτων σκοπουμένων φθάσας τοὺς οὐδεπώποτε ἡμᾶς, ὦ βουλή, προεμένους [*](2 καὶ om BVa 6 λείπεται μόνη Β | μόνη om Va 7 αὐτοῦ HVVa edd scriptura in Cr incerta 8 χρήζειν Η BVa I τί HVa 11 ὡσειπεῖν Β 12 πρίασθαι reposui e libris cum Cobeto Misc 156 πριᾶσθαι edd 14 ἐπρίαντο scripsi ut coni Re et Cobetus 1. 1. ἐπριῶντο libri edd | πᾶν τὸ φαινόμενον scripsi e CrHV τὸ φαινόμενον πᾶν BMVa edd 15 μεθιέντες Μ sed γρ παριέντες in marg, Va et γρ in marg Mor | μεστὰ αὐτῷ MVa Mor μετ’ αὐτοῦ Β 16 σίτων Β | τὰ om Β | ταμιεῖα scripsi e CrHVVa ταμεῖα ΒΜ edd | καίτοι Η V „malim καὶ τὰ“ Re | καὶ ante παρὰ CrHV 18 ὁμολογεῖ scripsi ὡμολόγει libri edd 19 ἡμῶν HV 20 τοὺς οὐδε- πώποτε ἡμᾶς, ὦ βουλή, προεμένους ῥήτορας scripsi οὐδέπω ποτὲ ἡμᾶς ὑμᾶς Cr sed υ incertum), ὦ βουλὴ, προεμένους ῥήτορας CrHVVa οὐδὲ πώποτε ὑμᾶς προεμένους ὦ βουλὴ ῥήτορας Β οὐδέν πω τοὺς ῥήτορας ἡμᾶς προεμένους προειμένους edd) Μ edd sed τοὺς οὐδεπώποτε ὑμᾶς, ὦ βουλή, προεμένους ῥήτορας coni Re ῥῆμα pro ἡμᾶς scribendum coni Cobetus Coll 285 coll p. 197, 1 perperam)