Declamatio 34

Libanius

Libanius, Declamatio 34, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

12. καὶ ὑμεῖς δὲ ἀκηκοότες ἐστὲ καὶ φήσετ’ ἂν εἰδέναι καλῶς, ὥστε καὶ περιττὸν ἂν εἴη δεύτερον αὖθις περὶ τῶν αὐτῶν ἐν εἰδόσι πειρᾶσθαι διδάσκειν· ἃ δὲ τέως ἐστίν, ὧν ἕνεκεν τὸ πᾶν ἡμῖν ἀνετράπη, καὶ ὁ μὲν πατὴρ οὐ πατήρ, ἀλλά τις δυσμενὴς καὶ τῶν ἑαυτοῦ [*](p. 6 pr) ἐπιλελησμένος, Ι ὁ δὲ υἱὸς ἐγὼ οὐχ υἱὸς οὐδ’ ὧς τὸ πρόσθεν φιλούμενος, ἀποτρόπαιος δὲ μᾶλλον καὶ [*](17 καθ’ ἡμέραν jpr 19 ποιῆσαι scripsi πεῖσαι LVpr 21 αὐτοῦ LVpr 22 διαφόρως L 29 τοπρόσθεν L)

147
μισητὸς καὶ μετὰ τῶν ἐχθρῶν ἀριθμούμενος καὶ διὰ τοῦτο ἐξωθοῦμαι μὲν τῆς οἰκίας, εἰς κόρακας δὲ μυριά- κις τῆς αὐτῆς ὥρας βάλλομαι, διὰ βραχέων, ὧς ἔνεστιν, ἐπειδὴ μηδὲ ταῦτα παντελῶς ἀγνῶτές ἐστε, ἐρῶ πρὸς ὑμᾶς.

13. Νοσῆσαι μὲν δὴ κατὰ νόμον τῆς ἀνθρώπων φύσεως καὶ τόνδε συνηνέχθη πολλάκις, τὸν ἐμὸν λέγω πατέρα. πλὴν τὰς πολλὰς ἐκείνας εἰ καὶ χαλεπῶς διε- τίθετο κατὰ μίαν νοσῶν, ἀλλ’ οὐ τοσοῦτον ὥστε καὶ κίνδυνον ἐντεῦθεν ὑποπτευθῆναι συμβῆναι, ἀλλ’ ἦν ἐλπίζειν ἔτι καὶ σωτηρίας τυγχάνειν καὶ ἀνακτηθῆναι δύνασθαι, καὶ ἐτύγχανέ γε ταύτης καὶ ἀνεκτᾶτο μεθύ- στερον· ἐν δὲ τοῖς τελευταίοις τούτοις τοσοῦτον ὑπερ- έβαλε τὸ δεινὸν καὶ πάσης ὑψηλότερον βοηθείας ἐδό- κει ὡς μηδ’ ἐν ὀνείροις ἐλπίσαι χρηστότερα, μήτοι γε καθ’ ὕπαρ εἰπεῖν. ταύτῃ τοι καὶ ἔλεγον μὲν ἰατροί, ἔλεγον δὲ καὶ πάντες ἄλλοι ἕκαστος φιλοσοφοῦντες περὶ τῶν παρόντων ὡς ἔτυχεν, ὅπερ συμβαίνειν ἐν τοῖς τοιούτοις φιλεῖ, πλὴν καὶ οὗτοι κἀκεῖνοι τὰ χείρω περὶ αὐτοῦ.

τούτων δ’ οὕτως ἐχόντων καὶ λεγο- μένων ὧς διεκείμην αὐτός, τίς ἂν ἀρκέσει διὰ τέλους εἰπεῖν; νύκτας μὲν γὰρ δὴ τὰς πάσας, ἔν ἐντεῦθεν ἄρξωμαι, ἐφ’ ὅσον ἡ νόσος κατεῖχεν, οὐκ ἐπέτρεπον μὲν τοῖς οἰκέταις ἔχειν περὶ τὸν κάμνοντα καὶ πονεῖν διεγρηγορότας αὐτοὺς καὶ πᾶσαν ἀποπληροῦντας φρον- τίδα, ἐγὼ δ’ ἐμαυτῷ προσέχειν ἠξίουν ὕπνου τε μετα- λαγχάνειν καὶ τὴν ἄλλην αἱρεῖσθαι τοῦ σώματος χρείαν ἀποπιμπλάναι, ὅπερ ἴσως τοῖς πλείοσιν ἀνθρώπων οὐδὲ πόρρω συγγνώμης ἔδοξεν ἂν εἷναι τὸ στερρὸν [*](2 διατοῦτο LV 3 διαβραχέων V 12 δὲ scripsi cum Kurtzio δὴ LVpr Ib καθύπαρ LV 16 ἕκαστοι Kurtz 20 ἀρκέσει scripsi ἀρκέσῃ LVpr | διατέλους LV 22 ἐφόσον L)

148
τῆς ἀνάγκης γινώσκουσιν, ἀλλὰ καὶ μικροῖς καὶ μεί- ζοσιν ἠρεμεῖν καὶ ἡσυχάζειν διδοὺς ἄγρυπνος διόλου ὥς τις τῶν ἔξω σώματος παρεκαθήμην αὐτὸς ἕτοιμος ὢν ὑπηρετήσειν εἰς ὅ τι βούλοιτο. οὐ γὰρ ᾤμην ἕτερον ἀντ’ ἐμοῦ τῷ πατρὶ γνησιώτερον θεραπευτὴν χρημα- τίσαι. καὶ νύκτας μὲν οὕτως, τὸν δ’ ἄλλον καιρὸν τῆς ἡμέρας τίνα ποτ’ ἐμαυτὸν παρεῖχον;

ἀλλ’ εἰ μὲν μὴ πρὸς ὕδωρ ἔλεγον μηδ’ ἦν τῷδε τῷ ῥεύματι τοὺς λόγους παραμετρεῖν, εἴρητο ἂν ἱκανῶς, νυνὶ δ’ οὐ ῥᾴδιον ἐν οὕτω βραχεῖ χρόνῳ τὸ πᾶν παραστῆσαι. πλὴν ἔθεον ἄνω καὶ κάτω ἐπικουρίαν ἁπανταχόθεν ζη- τῶν. ἐπεκαλούμην πάντας ἀνθρώπους ὀρέξατε χεῖρα, λέγων, ὀρέξατε. ἰατροὺς δ’ ἐφιλοκρίνουν καὶ τοὺς μὲν εἰσῆγον, τοὺς δ’ ἀπεπεμπόμην ἀποδοκιμασθέντας εἶναι μηδὲν ἐπαρκεῖν ἱκανούς. στεναγμοὺς δ’ ἐκείνους καὶ οἰμωγὰς ἃς ᾤμωζον συχνάς τε ἀναβοήσεις καὶ δάκρυα ὅσ’ ἔλειβον ἐλεεινὸς τοῖς πᾶσιν ὁρώμενος ἄλλοι λεγόντων. πολλοὶ δ’ εἰσὶν οἶ τότε μὲν τεθεαμέ- νοι, νυνὶ δὲ καὶ μαρτυρεῖν ἕτοιμοι, εἴ τις ἔροιτο, ὡς οὕτω κάμνοντος τοῦ πατρὸς μᾶλλον πονηρῶς διεκείμην αὐτός. ὅ δ’ οὖν ἔγωγε πρὸς θαύματος ἔχω καί μοι λογιζομένῳ ἔκπληξις ἀτεχνῶς, ὅπως οὐκ ἐτεθνήκειν ἐγὼ παραχρῆμα τῆς φύσεως ἀπαγορευσάσης πρὸς τὴν ὑπερβολήν. καὶ γὰρ οὐχ ὕπνου μόνον, ὧς ἔφθην εἰ- πών, ἀλλὰ καὶ σιτίων πάντων καὶ πομάτων ἀπεκε- κλείσμην· καὶ ἢν ἄν τις εἴποι θεραπείαν τοῦ σώματος ἀπεσκευασάμην ὧς πορρωτάτω πρὸς μὲν τἆλλα ἄμει- νον οὐδὲν νεκροῦ διακείμενος, πρὸς δὲ τὸ πάθος τὸ τοῦ πατρὸς καὶ σφόδρα εὐαίσθητος ὤν.

ταῦτα δέ [*](2 διόλον pr 8 ῥώματι pr 16 γε Kurtz Ι ἀναβοήσας L pr 17 ἔλαβον pr 20 πονήρως LV 27 τἄλλα V)

149
μοι κατὰ τοῦτο ἐγίνετο τοῦδε τοῦ κινδύνου λύσιν ἐκ τῶν ἐφ’ ἡμῖν ὄντων εὑρεῖν οἰομένῳ. ἀλλὰ μάταιον ἦν ἄρα οἴεσθαι, μάταιον δὲ καὶ τέχνη πᾶσα ἥντινα δήποτε μετιόντες ἦμεν. καὶ πόνος ἐκεῖνος, ὂν οὐκ ἀπηξιοῦμεν ἔχειν ἡμέρας καὶ νύκτ’ ἃς, πόνος ἀνήνυτος ἦν, τὸ δὲ κακὸν ἐπὶ μεῖζον ἐχώρει καὶ ἐκραταιοῦτο τῷ χρόνῳ, καὶ ὁδὸς ἦν ἐπὶ τὸ χεῖρον ἀεί, ἔστ’ ἂν ἀπιδὼν πρὸς ἕτερ’ αὐτὸς τὴν ἀληθινὴν ἐπορισάμην βοήθειαν.

γνοὺς Ι γὰρ ἤδη σαφῶς κρεῖττον εἶναι ἢ κατ’ ἀνθρω- [*](p. 7 pr) πίνην ἰσχὺν ἰᾶσθαί μου τὸν πατέρα, κἂν μή τις θεῶν ἀντιλαβόμενος ᾖ χεῖρα προτείνας, οἰχήσεταί μοι ἐξ ἀνθρώπων αὐτίκα, καὶ τῶν μὲν δεόντως ὀλιγωρήσας ὡς ἀσθενῶν ἐπαρκέσαι τῇ χρείᾳ, τὰς ἐλπίδας δὲ πάσας τρέψας ἐπὶ τὸ θεῖον πάλαι καὶ νῦν εὖ εἰδὼς ὧς βου- λομένου γε δρᾶν πάνθ’ ὑπόκειται ῥᾴδια, τί ποιῶ; ἱκέτης τε θερμὸς γίνομαι τούτου καὶ διὰ τῶν πρὸς τόδε δεήσεων βοηθῶ τῷ πατρί.

ἔνθα ·πρῶτα μὲν τοῖς τε ἄλλοις, ἔνα βραχέως τῷ λόγῳ χρήσωμαι, καὶ δάκρυσιν ἐξευμένιζον καὶ στεναγμοῖς καὶ χειρῶν ἀνα- τάσεσιν, ἐπὶ τέλους δὲ καὶ εὐχὴν εὐξάμην, μεγάλης εὐγνωμοσύνης πάνυ τοι μέγα τεκμήριον. ἡ δὲ <ἦν> ἧ μὴν τάλαντον ἀφιερώσειν εὐθὺς τῆς εὐχῆς τυχόντα καὶ τοῦ μεγάλου τοῦδε κινδύνου ἀνενεγκόντος τοὐμοῦ πατρός. κἀγὼ μὲν οὕτως εὐξάμην καὶ οὕτω πεπλήρωκα οὐχ ὅπως μοι μέμψεται τῆς εὐχῆς ὁ πατὴρ ὑγιάνας εἰς νοῦν εἰληφώς, ἀλλὰ καὶ ἀγαπᾶν μειζόνως προσθή- σεῖ ταυτηνὶ τὴν πεῖραν τελεωτέρας ἀγάπης πρόφασιν [*](1 ἐγένετο V 11 ἡ scripsi cum Kurtzio rj V ἢ Lpr 17 πρῶτον V cf. p. 154,24 20 ἐπιτελοῦς L 21 οὐ ante πάνυ V Ι τεκμήριον ἥδε pr Ι ἦν inserui 23 τοῦ ἐμοῦ pr 25 μέμψεται scripsi cum Kurtzio μέμψηται LVpr)

150
ἐσχηκώς, καθ’ ἢν ἐγὼ τοὐμὸν περὶ αὐτὸν ὅσον τε καὶ οἷον ἦν λαμπρῶς ἐφανέρωσα. τὸ δὲ ἦν ἄρα πᾶν τοὐ- ναντίον.

καὶ γὰρ ἐπειδήπερ ἐγὼ μὲν ἀνεθέμην τὸ τάλαντον, ὁ δὲ θεὸς οὐ τοῦ ταλάντου, τῆς δ’ εὐγνω- μοσύνης ἀγαπήσας ὀξύτατ’ ἀντελάβετο, ἥ τε βοήθεια προφανὴς ἦν καὶ ὁ πατὴρ πρῶτον μὲν ῥᾷον ἔσχε, μετὰ ταῦτα δὲ ἄμεινον καὶ τὴν ἐξῆς ἔτι μᾶλλον καλῶς, καὶ οὐ μετὰ πολλὰς ὕστερον ὑγιὴς ὅλος καὶ λαμπρὸς λαμ- πρῶς τῆς κλίνης ἀνέθορεν, ἡμεῖς δ’ ἐν εὐθυμίαις οὔκ- οὑν οὐδὲ λεχθῆναι δυναταῖς οὕτω παρ’ ἐλπίδα σῶον ἐκεῖνον ἀπολαβόντες, πρὸ παντὸς ἔργου καὶ φροντίδος ἑτέρας ἢ τῶν κατ’ οἴκους ἢ τῶν ἐκτὸς ἄγε, φησίν, ὦ καλὲ παῖ, λογιζώμεθα τἀργύριον ὅσον ἡμῖν δεδαπάνηται νοσοῦντος ἐμοῦ. ἐπ’ ἐμοὶ δὲ πάν- τὼς οὐκ ἂν πολλῶν τινων ὡς ἀναλώσας ἔχοις μνησθῆναι ἐν ἐσχάτοις τε ὄντι καὶ μηδεμίαν ἐξ ἴσου τοῖς ἀψύχοις προσιεμένῳ τροφήν.

καὶ ὁ μὲν οὕτως, ἐγὼ δ’ ἐθαύμαζον καὶ ἐξεπληττόμην, τί ποθ’ ὁ λογισμὸς οὗτος βούλοιτο, καὶ ὡς πρὸ ἔργου παντὸς ἑτέρου τοῦτον ζητῶν ἐστιν ὁ πατήρ. ἀλλ’ ἐν- ταῦθα ἔξεστι καὶ τὸν τρόπον τἀνδρὸς αἰτιάσασθαι ἔχοντος περὶ ἀριθμοὺς καὶ τὰ τοιαῦτα τὸν σύμπαντα χρόνον, ἔξεστι δὲ καί τινα δαίμονα, ὅστις μοι βασκή- νας τῆς τύχης τοὺς λογισμοὺς τούτους ἐνέβαλε τῷ πατρί. πλὴν τί ἐχρῆν ἕτερον ἐλογιζόμεθα. καὶ μέχρι μέντοι οὐδὲν ἐμεμνήμην περὶ τοῦ ταλάντου, ἠρέμα τε ἤκουε καὶ πράως ἠρίθμει εἰς ἔνα τινὰ ἀριθμὸν ἀναβι- [*](6 μεταταῦτα LV 8 ὅλως? 10 παρἐλπίδα V | σῶν in marg L 13 τἀργύριον scripsi e V ἀργύριον Lpr 15 ἔχοις scripsi cum Kurtzio ἔχεις LVpr 16 ἐξίσου LV 19 πρὸ ἔργου scripsi coll l. 11 προὔργου LVpr 23 δαίμονα V sed όνων suprascr | βασκήνας L 27 πραὺς pr)

151
βάζων τὰ πάντα καὶ κεφαλαιούμενος· ἐπὰν δὲ καὶ τὸ τάλαντον εἰς μέσον ἦλθε καὶ ἠξίουν καὶ τοῦτο προσθεῖ- ναι τῷ ἀριθμῷ, ἐνταῦθά μοι καὶ τὸ σχετλιώτατον δρᾶμα τῶν κατ’ ἐμέ, τότε δὴ τότε οὐκέτι καθεκτὸς ἦν οὐδ’ εἶχεν ὡς καὶ προτοῦ, καί μοι πρὸς θεοῦ ἔστω τῆς ἀπονοίας συγγνώμη, ἀλλ’ ἐταράττετο καὶ ἄλλος ἐξ ἄλλου ἐδόκει οὕτω ταχέως τοῦ καθεστῶτος μεταβαλών, ὡς οὐκ ἄν ποτε ῥᾳδίως οὐδὲ τὸ σφοδρότατον τῶν πνευμάτων τὴν θάλασσαν ἐξεκύμηνε.

καὶ ἔνα παρεὶς τὰ ἐν μέσῳ ὅσα τ’ ἔδρασεν ὅσα τ’ ἔλεξε τῷ μὴ βού- λεσθαι τὴν ἡμῶν αὐτῶν δημοσιεύειν αἰσχύνην ἐπὶ τὸ πέρας ἔλθω τῶν ἡμετέρων, τέλος ἀπόστειχε, φησίν, ὦ ’γαθέ, τῆς οἰκίας τῆς ἐμαυτοῦ καὶ πολλῶν οὐσῶν ἃς ἄν τις πορεύεσθαι ἕλοιτο καὶ αὐτὸς ἣν ἂν ἐθέλῃς πορεύου, ὡς ἂν μεταμάθῃς σω- φρονέστερον εὔχεσθαι καὶ μὴ σφόδρα ζηλοῦν καλεῖσθαι φιλότιμος, παῖς δὲ ἄλλου μὲν ἴσως κεκλήσῃ ἢ ἀγνοοῦντος τὴν σὴν λώβην ἢ σαφῶς μαινομένου, ἐμὸς δὲ οὔκουν οὐδ’ ἐν προσφθέγ- ματι.

ταῦτ’ εἶπε καὶ ταῦτ’ ἔδρασε διασχὼν οὐδὲ τὸ βραχύτατον, ἀλλ’ ὧς τάχιστα | τοῖς ῥήμασι [*](p. 8 pr) τοῦ θυμοῦ καὶ τὴν πρᾶξιν ἐπενεγκών. ὅμως δὲ βουλό- μενος μὴ ἄδικα ποιῶν ἀκοῦσαι μηδέ τιν’ αὐτῷ μετὰ ταῦτα προφέρειν τὸ αὐτεξούσιον ὧδ’ ἀναβιβάσας με πρότερον αἰτεῖ παὶ ὑμᾶς ἐπαινέτας τε φανῆναι τῆς γνώμης καὶ συγκατασκευάσαι τὴν ἀποκήρυξιν. ὅτι δὲ ταῦτα παρὰ τὴν τοῦ δικαίου φύσιν καὶ οὐδ’ ἔχει λό- [*](9 ἐξεκύμῃνε L ἐξεκύμηνεν pr 10 ἔλεγε pr 12 ἀπό- στειχε scripsi ἀπόστιχε LVpr 14 ὁδῶν coni Kurtz at cf. p. 160, 27 19 οὐτ’ pr | προσφθέγμασιν pr 24 μεταταῦτα LV | ὦ δ᾿ V)

152
γον αὐτῷ τὰ ἐγκλήματα, εἴ τινα, ὅπου γε καὶ ἐπαι- νεῖν καὶ μεγάλας εἰδέναι τὰς χάριτας εἰκὸς ἦν, ἄνευ τοῦ καὶ πλήθει λόγων ἐθέλειν χρήσασθαι δοκῶ μοι διδάξειν.