Declamatio 34

Libanius

Libanius, Declamatio 34, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

1. Εἰκός, ὦ ἄνδρες, τοὺς πλείους τῶν ἔξωθεν ἑστηκότων καὶ οἷς οὐδὲν ὅλως τοῦ παρόντος ἀγῶνος μέτεστι, μάλιστα δὲ πάντων οἶς καὶ παίδων πατράσιν ὑπῆρξε γενέσθαι οὐκ ἀποστῆναι τοῦ μὴ σφοδρῶς ἐγ- κεῖσθαι ταῖς κατ’ ἐμοῦ λοιδορίαις καὶ τὰ δεινότατα προφέρειν ἐμοί, οὐ μόνον ὅτι οὐκ ἔφερον ἡσυχῆ τὴν ἀποκήρυξιν δέξασθαι ἀγαπήσας πᾶν ὅ τι περὶ ἐμοῦ ἔδοξε τῷ γεγεννηκότι, ἀλλ’ ὅτι καὶ εἰς δικαστήριον ἀπήντησα καὶ ἐπεκαλεσάμην τοὺς νόμους καὶ ᾑρετισά- μην εἰς ἀγῶνα λόγων ἐλθεῖν τῷ πατρί.

καὶ γὰρ οἱ χρηστοὶ πατέρες βούλονται τοῖς σφῶν τέκνοις πρὸς αὑτοὺς ἄδειαν εἷναι οὐμενοῦν οὐδ’ ὅσην πρὸς δεσπό- τας τοῖς δούλοις, εἴπερ ἐκείνοις μέν, τοῖς ἀργυρωνή- τοις λέγω, ὅταν οἱ κύριοι μὴ μέτρια δρῶσιν αὐτούς, ἔστι καὶ δίκην ἐπιβοήσασθαι καὶ καταφυγεῖν πρὸς τὸ [*](L = Codex Leidensis Gr. F. 49) [*](V = Vaticanus gr. 933 fol. 342 ΙΙ)) [*](pr = editio princeps Milleri cf. p. 115) [*](14 sq. Choric. Mus. Rhen. XLIX 488, 31 sq.) [*](1 φιλαργύρου νοσοῦντος ὁ παῖς ηὔξατο τάλαντον δώσειν ἐὰν αὖθις ὑγιῆ ἀπολάβῃ τὸν πατέρα· ὁ δὲ ἀνενεγκὼν ἀποκηρύττει τὸν παῖδα· ὁ δὲ παῖς ἀπολογεῖται· μελετῶμεν τὸν παῖδα V 16 αὐτοὺς LVpr Ι comma post εἷναι LVpr delevi cum Kurtzio I οὐμενοῦν? Kurtz cf. Lib. t. V 383, 6)

143
βῆμα καὶ τῆς ἐντεῦθεν φιλανθρωπίας μὴ διαμαρτεῖν, ἐπεὶ μηδ’ ἐφεῖται παρὰ τῶν νόμων ἅπασα κατὰ τῶν τοιούτων ἐξουσία τοῖς κεκτημένοις, υἱέσι δὲ πάντα καρτεροῦσι μὴ ἐξεῖναι ὅλως ποιεῖν πλὴν τοῦ στέγειν οὐδέν, οὔκουν οὐδ’ ὅσον γρύξαι βιαζομένους.

πλὴν ἐπειδήπερ ἐλαφρόν ἐστι τοὺς ἐκτὸς συμφορῶν τοὺς δυστυχοῦντας καὶ σωφρονίζειν καὶ νουθετεῖν καὶ ἅπερ χρὴ δεῖξαι, καὶ πᾶς τις ἤδη διδάσκαλος ἀρετῆς, ὅσα γ’ ἐκ τῶν λόγων, τί καινὸν εἰ δή τινες τῶν ἐμῶν κακῶν μηδὲν αἰσθανόμενοι ἢ καὶ ὅλως ἀγνοοῦντες ὅσον τὸ πάσχειν ἀδίκως εἰς ἔκστασιν τῶν δεόντων, συνίστανται κατ’ ἐμοῦ προσθέμενοι τῷ πατρὶ καὶ τὴν ἀποκήρυξιν ἐπισπεύδουσιν; ἀπειρία γὰρ πραγμάτων πολλοὺς πολλάκις σφάλλεσθαι ποιεῖ τοῦ καθήκοντος.

ὧν γε δὴ χάριν καὶ ὑμεῖς αὐτοὺς μετὰ τῆς σφῶν ἀπειρίας πολλὰ χαίρειν εἰπόντες τὸ νόμιμον ὑμῖν ἀρ- χῆθεν καὶ σύνηθες τὸν ἀεὶ χρόνον κἀνταῦθα δει- κνύναι οἴεσθε δεῖν, ὥστ’ ἀκούειν μὲν εὐμενῶς ἑκατέρων τῶν λόγων, φαίνεσθαι δὲ πρὸ τῆς ψήφου χαλεπαίνον- τας εἴτε χαριζομένους τῶν ἀγωνιζομένων μηδέποτε μηδενί.

εἰ δὲ καὶ νῦν πρώτως παῖς παρ’ ὑμῖν ἀγω- νίζεται πρὸς πατέρα καὶ οὔποτε τῶν ἄνωθεν ἡμερῶν, μὴ θαυμάσητε μηδαμῶς. καινοτομεῖ γὰρ ὁ χρόνος ἀεὶ καὶ νῦν μὲν δείκνυσι ταῦτα, νῦν δὲ ταῦτα, καὶ μετ’ ὀλίγον ἕτερα, καὶ μετ’ ἐκεῖν’ ἄλλα, καὶ οὕτω διὰ παντὸς κρύπτων μὲν ἀεὶ τὰ φανέντα, ἄγων δ’ εἰς μέ- σον ἀντὶ τῶν ἀπιόντων ἕτερα. οὐκοῦν οὐ πόρρω τῆς [*](5 στέγειν οὐδέν scripsi e V στέγειν. οὐδὲν L στέγειν; οὐδὲν pr στέγειν, οὐδὲν Kurtz cf. p. 146,11 8 ἅπερ χρὴ δεῖξαι scripsi auctore Kurtzio ἀπόχρη δόξαι LVpr 11 ἔκτασιν pr 14 πολλοὺς scripsi πολλὰ LVpr 19 φαίνεσθε L sed ἑ in αι corr m 2 25 μετολίγον LV 26 διαπαντὸς· V | ἐς Lpr)

144
τοῦ χρόνου φύσεως τοῦτο.

καὶ χρή γε ὑμᾶς μὴ περὶ τούτου, εἴτε πρόσφατον εἴτε καὶ πάλαι ἠργμένον τὸ πρᾶγμα, σκοπεῖν, τί γὰρ τῷ τοῦ δικαίου λόγῳ τοῦτό γε διαφέρει; ἀλλ’ ἀκριβῶς διασκεψαμένους, ἐπὰν κἀμοῦ λέγοντος ἀκροάσησθε, πότερα δίκαιά γε καρτερῶ ταῦτα ἢ μὴ δίκαια ἐλαυνόμενος τῶν πατρῴων, διδά- σκειν ἐμέ· τοῦτο γάρ, εἴπερ ἄλλο τι, προσῆκον ὑμῖν τοῖς δικάζουσι.

χωρὶς δὲ τούτου οὐ δυσμεναίνων ἐγὼ τῷ πατρὶ καὶ ἀντεπεξιέναι σκοπούμενος ἀντιλέγειν ἐπιχειρῶ, ἀλλ’ ὥσπερ ἐκεῖνος δικαίαν ἐθέλων εἷναι τὴν ἀποκήρυξιν ὑμῖν τοῦ πράγματος ἐχρήσατο δι- κασταῖς εἰς μέσους τὰς αἰτίας προθεὶς καὶ τῷ λόγῳ ἐπάρας εἰς δύναμιν, οὕτω δεῖν οἶμαι κἀμὲ ποιῆσαι, στῆναι κατὰ τῶν ἐγκλημάτων καὶ ἀποσκευάσασθαι πειραθῆναι, κἄν τι λέγειν δόξω, τῶν δικαίων ἐννόμως τυχεῖν, ἂν δὲ κρατήσῃ τὰ τοῦ πατρός, στέρξαι τε τὴν [*](p. 5 pr) καταδίκην καὶ ἀπιέναι κατῃσχυμμένον, | κατεγνω- κότα καὶ αὐτὸν ἐμαυτοῦ.

ὅτι δὲ καὶ ἄκων εἶναι εἰς τοὺς παρόντας λόγους κατέστην ἐγώ, οὐδεὶς ἀντερεῖ. τὸ γὰρ ἠδικῆσθαι δόξαι ὧς οὐδεὶς οὐδέπω τῶν ἄλλων καὶ εὐεργέτου μὲν ἔργα ἔχειν δεικνύναι, ἀντὶ δὲ τού- των ἀκούειν ἄμα καὶ πάσχειν τὰ τῶν ἐπιβούλων καὶ λυμεώνων βίᾳ συνωθεῖ πρὸς τὸ βῆμα καὶ πείθει ἀποσκευασάμενον τὴν αἰδῶ ἢν εἶχον ἐκ νέου πρὸς τὸν πατέρα ὁμόσε τοῖς λόγοις ἰέναι. ταύτῃ τοι, κἄν τι λελέξεται δόξαν ἔχον κατὰ τοῦ γεγεννηκότος εἰρῆσθαι, συγγνώμην αἰτῶ καὶ πρὸς τοῦ πατρὸς καὶ πρὸς ὑμῶν καὶ πρὸς τῶν ἄλλων ἀπάντων, ὧς οὔτι ἑκόντος ἐμοῦ [*](25 Eur. Or. 921. Plat. rep. X p. 610 C) [*](4 διαφέρει scripsi διαφέροι LVpr 8 δικάζουσιν pr) [*](17 κατῃσχυμένον L)

145
τοιοῦτον ῥηθήσεται, τῆς δὲ συνεχείας τῶν λόγων τάχα καὶ μέχρι τοιούτου παρασῦραι μελλούσης.

πλὴν ἐπειδὴ κἀμοὶ λέγειν ἐφεῖται καὶ καιρὸς ἤδη τοῦ ἀγῶ- νος γενέσθαι, εὐξαίμην ἂν ἡδέως πρὸς ἄλλον τινά, μὴ πρὸς τοῦτον, εἶναί μοι τὴν διαφοράν, ἦ γὰρ ἂν ἦν χρήσασθαι τοῖς ἐμαυτοῦ ἀδεῶς, νυνὶ δ’ ἀνάγκη τῆς δυνάμεως ἑκόντα καθυφιέναι καὶ φείδεσθαι τῶν λό- γων, ὧν εἰρημένων, ὡς ἐμαυτὸν πείθω, ῥᾳδίως ἂν ὑπῆρξε κρατῆσαι καὶ οὐ τὸ πλεῖστον τῶν ψήφων, τὰς πάσας δὲ ῥᾳδίως ἀπολαβεῖν. συμβήσεται δ’ ἔμοιγε τοῦτον ἐνδιδόναι τὸν τρόπον καὶ τῆς ἰσχύος ὑπο- χαλᾶν, ἐπειδήπερ νίκην ἣν ἄν τις φέροι κατὰ πατρὸς ἥττης ἀπάσης χαλεπωτέραν ἔγωγε τίθεμαι καὶ ἀνε- κτότερον ἡττώμενον μετ’ αἰσχύνης ἀπιέναι τῶν ὧδε ἢ δικαιότερον πεφηνότα τοῖς λόγοις τοῦ τεκόντος ὑπερ- τερῆσαι.

καὶ ὥσπερ, εἴ τις καθ’ ἑαυτοῦ ἔκ τινος ἀνάγκης ἐποιεῖτο τοὺς λόγους, εἰκὸς ἦν τὰ μείζω παρα- τρέχειν καὶ τῶν ἐπικαίρων φείδεσθαι, οὕτω κἀγὼ λέ- γειν μὲν προάγομαι, ἀμελεῖν δ’ ὅμως ἐξεπίτηδες ἀναγ- κάζομαι τοῦ συμφέροντος ἐμαυτῷ, ἐπεὶ πατὴρ μὲν οὗτος, κἂν μυριάκις τῆς οἰκίας ἐλαύνῃ, κἂν διώκῃ πέρα Γαδείρων, υἱὸς δ’ ἐγώ, καὶ ὁ δεσμὸς τῆς φύσεως κρατεῖ παρ’ ἡμῖν ἔτι, καὶ ἀλλήλων ἐχόμεθα καὶ συν- δούμεθα καὶ ἀλλήλων ἐσμέν, καὶ οὐκ ἔσθ’ ὅπως θατέ- ρου παθόντος μὴ καὶ πρὸς θάτερον διαβαίνει τὸ ἄλγος, ὡς ἔστι κἀπὶ τοῦ ἑνὸς καὶ ταὐτοῦ σώματος συμβαῖνον ὁρᾶν· κἀκεῖσε γὰρ ἓν ὁποιονοῦν εἰ πάσχον ἐστί, συμ- [*](27 PauL ep. ad Corinth. I 12, 26) [*](2 παρασύραι ἢ V 10 δὲ scripsi e LV δὴ pr 14 ἡττώμενον scripsi ἡττωμένῳ L Vpr ἡττωμένου Kurtz Ι ὧδε V) [*](15 τοῖς λόγοις scripsi e LV τούς λόγους pr 19 ὁμῶς Lpr) [*](25 διαβαίνει scripsi διαβῆναι LVpr)

146
πάσχει καὶ τὰ λοιπὰ εἰς ἅπαντα τοῦ λυποῦντος διαδι- δομένου τῇ συνεχείᾳ. πλήν, ὅπερ ἔφην, ἐπειδὴ χρεὼν ἅπαντα τρόπον εἰς τοὺς λόγους ἐμαυτὸν καθιέναι, ὧς οὐκ ὂν ἄλλως ὅτι μὴ δι’ ἀγῶνος ἀποδυσάμενον τὰς κατηγορίας ἵλεω τυχεῖν τοῦ πατρός, ἐγὼ μὲν ἤδη λέ- γειν ἀπάρχομαι, ὑμέτερον δ’ ἂν εἴη κἀνταῦθα προσέ- χειν τὸν νοῦν.

11. Ὡς μὲν οὖν ἄνωθεν ἡμῖν ἔσχε τὰ πράγματα, κἀγὼ δὲ πειθήνιον ἐκ παιδὸς ἔτι παρέσχον ἐμαυτὸν τῷ πατρὶ πάντα μὲν μεθαρμοζόμενος πρὸς αὐτόν, ἐναν- τιούμενος δὲ οὔκουν οὐδ’ ὅσον αὐτὸς ἑαυτῷ, ἀφ’ ὧν καὶ εἴπερ τις ἕτερος τῷ ἰδίῳ πατρὶ φίλος παῖς ἐγὼ τῷ ἐμαυτοῦ ἐκεκλήμην καὶ γέγονα μεγάλης μὲν τῆς κηδεμονίας ἀπολαύων ἀεὶ καὶ κρείττονος ἢ ἐρεῖν τινα δύνασθαι, μειζόνων δὲ καὶ τῶν εὐχῶν, ἃς ὑπὲρ ἐμοῦ μᾶλλον ἢ τῆς ἰδίας ηὔχετο κεφαλῆς ὁ πατὴρ εἰς ἱερὰ καθημέραν βαδίζων, οὐδὲν δέω λέγειν, ἑνὸς μὲν δὴ χάριν, τοῦ μὴ προιόντα τὸν λόγον εἰς μῆκος ὑμᾶς ἀποκναισθῆναι ποιῆσαι τῷ πλήθει, ἑτέρου δ’, ὅτι καὶ ὁ πατήρ, ὅταν ἔρρει τὸ κατ’ αὐτὸν ὕδωρ, φθάσας εἴρηκεν ἱκανῶς, εὖ γε ποιῶν καὶ ἀξίως αὑτοῦ μὴ τῆς πρὸς ἐμὲ χάριν διαφορᾶς τῇ ἀληθείᾳ λελυμασμένος.