Declamatio 33
Libanius
Libanius, Declamatio 33, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
αἰσθόμενοι δ’ οὖν τινες τῶν φίλων, [*](RIV 624) εἰ δὴ I φίλους ἐκείνους θετέον, οἷς τί μεῖζον καταράσαιτ’ ἄν τις ἢ τοιούτων παίδων γενέσθαι πα- τέρας; αἰσθόμενοι δ’ οὖν ἐχθρῶς με ἔχοντα πρὸς τὸν γάμον παρῄνουν σπείσασθαι πρὸς τὸ πρᾶγμα γῆράς τε ἥξειν λέγοντες, ἐν ᾧ μάλιστα δεῖ βοηθῶν, καὶ παῖδα ἐμπορικὸν ἔσεσθαι καὶ ζηλωτὴν τοῦ γονέως, ἴσως δὲ καὶ μᾶλλον χρηματιστήν.