Declamatio 33

Libanius

Libanius, Declamatio 33, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

εἰ μὲν οὖν μὴ καὶ ὑμῶν, ὦ δικασταί, τοὺς πολλοὺς ἠπιστάμην πάντα ἐλάττω χρη- μάτων ἄγοντας καὶ τοῦτο ἀεὶ φροντίζοντας, ὅπως τι λήψεσθε, πάνυ ἂν ἐφοβήθην μὴ μαίνεσθαι δόξαιμι λυπούμενος εἰ μή μοι πλείω τὰ ὄντα πεποίηκεν ὁ παῖς· ὁρῶν δὲ ὑμᾶς καὶ νῦν οὐ δι’ ἄλλο τι χαίροντας ἢ ὅτι ἐνθένδε ἀναστάντες ἀποίσεσθε τὸ τριώβολον, πολ- λὰς ἐλπίδας ἔχω δόξειν ὑμῖν εἰκότως ἀγανακτεῖν εἰ μεγάλης περιουσίας μόνον οὐκ ἐν χεροῖν κειμένης ἐστέρημαι.

6. Οὐκ ἐπὶ ταύταις, ὦ παῖ, ταῖς προσδοκίαις οὔτε τὴν μητέρα σου ἠγόμην οὔτε σὲ ἐποιούμην. μᾶλλον δέ, τί μοι πρὸς τουτονὶ τὸν ἀπόπληκτον, ἀλλ’ οὐ πρὸς ὑμᾶς περὶ τῶν ἐμαυτοῦ διαλεκτέον; ἐμοὶ γὰρ οὐκ ἦν γνώμη τὸ ἐξ ἀρχῆς, ὦ δικασταί, γαμεῖν λογιζομένῳ τὸ δαπανηρὸν τοῦ πράγματος καὶ ὅτι πρίν τι λαβεῖν, ἀναλῶσαι δεῖ δᾷδας ὠνούμενον, ζεῦγος μισθούμενον, ἑστιῶντα τοὺς οἰκεί- [*](7 Arist. eq. 51. 255; vesp. 609. 684. 690. 1121; av. 1541. cf. p. 49, 9 15 Dem. pac. p. 58, 6) [*](1 θαλοῦ ClVa | μενοῦν C edd 2 ἄνδρες Cl et supra δι- κασταί Vi 2 3 τοῦτ’ Μ | τί HCMLaVi 4 λήψησθε LaVi) [*](5 δντα in ras Va 2 6 καὶ ὑμᾶς HVCM Mor Ι οὐ δ’ ἄλλο τι Β Mor 7 ἐνθένδεν LaViVa Ι τριώβολον Cl sed ώβ in ras m 4 8 δείξειν HVC 12 ἠγαγόμην Μ sed ἠγόμην in marg m | μᾶλλον Vi sed καλόν in marg m 2 | τὶ in ras Cl2 13 οὐδὲ HV aed in hoc δὲ eras, C | ὑπὲρ VCViClB 14 γὰρ om Β Ι ὦ δικασταί post ἦν, non post ἐξαρχῆς Μ Mor | γνώμης Μ Ι τὸ ἐξαρχῆς La sed ' et ' eras τοεξαρχῆς Β | ἐξαρχῆς VCMClVa edd 16 τινα MCl Mor | ἀναλῦσαι Va sed ν ex ὢ corr Ι δᾷ- δας scripsi coll p. 11, 14 δᾷδας La δάδας Vi sed παῖδας in marg m 2 παῖδας HVNMClBVa edd)

82
οὑς, τοῖς φράτορσι τὴν γαμηλίαν εἰσάγοντα. ἐφόβει δὲ καὶ τὸ τὰς πολλὰς τῶν γυναικῶν σπαθᾶν καὶ παρ- αναλίσκειν εἰς οὐδὲν χρηστόν, βομβύκινα ἱμάτια καὶ βύσσινα καὶ διαφανὲς χιτώνιον καὶ κροκωτὸν καὶ θέριστρον καὶ τοιοῦτόν τινα φλήναφον περὶ τὸ σῶμα δαπανωμένας.