Declamatio 33
Libanius
Libanius, Declamatio 33, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
τί γάρ, ὦ πρὸς Δῖός, οὐκ ἐν τούτοις καὶ διὰ τούτων; οὐ ταῦτα καὶ πόλεις οἰκίζει καὶ βασι- λείας ποιεῖ καὶ τρόπαιον ἐγείρει καὶ γάμους συνίστησι καὶ φίλους ἐπισπᾶται καὶ νόσους ἀπαλλάττει; ταῦτα τέχνας εὗρε, ταῦτ’ ἔπεισε τὴν θάλατταν πλεῖν καὶ περὶ τὴν γῆν φιλοτεχνεῖν καὶ λόγους ἀσκεῖν καὶ στέρ- γειν γονεῖς. μετὰ τούτων καὶ τοὺς γνωρίμους ὠφελοῦ- μεν καὶ τοὺς δυσμενεῖς λυποῦμεν καὶ νεὼς οἰκοδο- μούμεθα καὶ ἀγάλματα δημιουργοῦμεν καὶ θυσίας θύο- μεν καὶ κόσμον ἀναθημάτων ἀγείρομεν.