Declamatio 33

Libanius

Libanius, Declamatio 33, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

μέλει ’δε μοι καὶ τελευτῶντι τῶν χρημάτων. ὥσπερ γὰρ τοὺς παῖδας, οὕτω καὶ ταυτὶ κτώμεθα τὰ φίλτατα. λέγω γάρ, ὡς φρονῶ, βραχὺ φροντίσας τῶν μετὰ τούτου συνεστηκότων, ὧν ἐγὼ βελτίων εἰμὶ τοσοῦτον ὅσον οἱ μὲν ἐρῶντες χρημάτων οὔ φασιν ἐρᾶν, ἐγὼ δὲ ὁμο- λογῶ τὸν πόθον, καὶ οἱ μὲν αὐτῷ τῷ κρύπτειν ψέ- γουσι τὸν πλοῦτον, ἐγὼ δὲ τῷ σεμνύνεσθαι τὴν δια- βολὴν φέρω.