Declamatio 33

Libanius

Libanius, Declamatio 33, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ἀνασχούσης δέ μοί ποτε τῆς εὐδαίμονος, ὧς ἐνόμιζον, ἀκτῖνος παρῆσαν οἱ γνώριμοι κοινωνήσοντες τῆς ἡδονῆς καὶ ἐχωροῦμεν ὄχλῳ περιρρεόμενοι πολλῷ καὶ ἀποβλεπόμενοι. προσ- ελθὼν δὲ τοῖς πρυτάνεσι καὶ προέδροις ἐδεόμην περὶ πρώτης χρηματίζειν τῆς δωρεᾶς. οἱ δ’ εὖ ποιοῦντες χαρίζονται τὸ ταχὺ ταῦτα πραχθῆναι.