Declamatio 33
Libanius
Libanius, Declamatio 33, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
καὶ δεῖπνον ἦν πολυτελές, οἴμοι, ὁ δὲ τὴν μάχην διηγεῖτο, τὴν φά- λαγγα, τὸ κέρας, τὸ σύνθημα, τὸ μεταίχμιον, τοὺς φόνους, τὴν δίωξιν. μὴ σύ γε ταῦτα, 6 παῖ, τὰ ἐκ τοῦ πολέμου δείματα, ἀλλά μοι τὸ ἥδιστον ἐκεῖνο, τίς ἡ αἴτησις, τις ἡ λῆψις; αἰτήσωμεν πάντα τὸν ἐν τῷ κοινῷ χρυσόν, αἰτήσωμεν τὸν ἄργυρον, βαρύνωμεν τὴν οἰκίαν χρήμασι. νὴ Δί’, εἰκότως γε. ἃ γὰρ οὐκ ἐγένετο τῶν πολε- μίων διὰ σέ, διὰ τί μὴ σὰ γίνεται;