Declamatio 32

Libanius

Libanius, Declamatio 32, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

οὐ γὰρ δή τις ὑμῶν οὕτω φιλάνθρωπος, ὦ βουλή, ὡς συγκατορύξαι μοι τὴν οὐσίαν καὶ πρὸ τοῦ χώματος ταύτην ἐπισωρεῦσαι τῷ σώματι. ἐγενόμην ἂν εἶς τῶν θησαυρὸν φυλαττόν- τῶν καὶ οὐχ, ὥσπερ ἐκείνων τινὲς πλὴν ἐμοῦ τοῦ κἀν τούτῳ δυστυχοῦς πολλοῖς ἤδη προήκαντο, ἀλλ’ ἄβατον ἂν τὸ χωρίον ἀνθρώποις ἐποίησα πόρρωθεν εἴργων μὴ προσιέναι, οἷα καὶ ἄλλα κατὰ τὴν χώραν ἐστὶ τυχόν που κἀκεῖ φιλοχρύσων δαιμόνων ἐπικαθημένων χρυσίῳ, καὶ οὕτως ἂν ἐπλούτουν ἀθάνατα. εἰ δ’ ἀληθές ἐστιν ὅ φασιν οἱ σοφοὶ καὶ αὖθίς γε εἰς ἀνθρώπου σῶμα ἐρχόμεθα, ἕτοιμον ἔξω πλοῦτον τὸν ἐμαυτοῦ λαβὼν θησαυρόν.

[*](9 sq. Luc. Tim. § 42 eq. 14 Plaut. Aul. 6 sq. Luc. Tim. § 39 —41)[*](1 ἀσπάσομαι Β ἀσπάζομαι Va 2 πρῶτον VaB 3 μὲν om Β 4 ἡγεμόνα Va Ι ἀπώλεσα Ma sed α in αν corr m 2, Cl ἀπώλεσαν Β | καὶ inser B 2 om MaCl 5 ὡσαληθῶς Β | voce ὀρφανὰ inc Cr fol 52 v 6 δὴ τίς ΗCl 7 συγκατορύξαι Β sed in lac 10 litt συγκηρὐξαι CrHVMaCl | μοι scripsi e Va Β sed in hoc in lac 3 litt μου HVMaCl Re 8 τὸ χρυσίον Va et supra τὴν οὐσίαν Β2 Ι χύματος CrHVMaCl Ι τοῦτο Va et Bupra ταύτην B2 9 θησαυρῶν Cl θησαυρούς Va et supra θησαυρὸν B2 I ἑαυτῶ μέντοι post φυλαττόντων Va et inser B2)[*](10 τοῦ inserui e libris cum lacobsio Schul om Re)[*](11 δυστυχῆ ὢ 12 ἔργων Ma sed ε in ει corr m 2, Cl)[*](13 ἄλλοις Ma | ἐστὶν HVMaCl Re 14 τυχών Va 15 χρυ- σiων MaCl | ὡς Ma 16 γε om Va 17 ἔξω Re 18 λα- βὼν Ma sed ω in ο corr m 2 λαυὸν Cl)