Declamatio 32
Libanius
Libanius, Declamatio 32, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
εἰ δὲ καὶ προσέθηκας ὧς ἤκουσεν ἡ βουλὴ τὸ πρᾶγμα καὶ σφόδρα ἀγανακτεῖ καὶ πέμπειν ἐπ’ αὐτὴν ἑτοίμη τοὺς Σκύθας, κἂν προσέθηκεν, εὖ οἶδ’ ὅτι χρήματα, ἔνα μηκέτ’ αὐτὴν ἐνοχλῶ τοῦ λοιποῦ. οὑ γενομένου ἐγὼ μὲν ἂν μακάριος ἦν ἐκ τῶν φιλτάτων χειρῶν χρυσίον δεχόμενος, σοὶ δὲ μισθὸν μὲν οὐκ ἂν ἔδωκα τοῦ χρυ- σίου, εὐεργέτην δ’ ἂν εἰς τὸν ἅπαντα χρόνον ἀνέ- γραψα. εἰ δὲ τοῦτο μὲν οὐ ποιεῖς, ἐχθρὰ δὲ ἀφίης ῥή- ῥήματα καὶ τοῖς τῆς ἑταίρας ταὐτά, οὐ δέομαι συμβούλου κενοῦντός μοι τὸ κιβώτιον. ἃ γὰρ ἐμαυτῷ συνεβοΙ λεῦσα, πολλῷ τῶν σῶν αἱρετώτερα, ἀπελθεῖν ἐκ τοῦ βίου πρίν τινα I ἰδεῖν τῶν ἐμῶν κυριεύοντα. [*](RIV 840)