Declamatio 32

Libanius

Libanius, Declamatio 32, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

νῦν δέ εἰμι μὲν κἀν τούτοις, οὐδὲ γὰρ θάνατος ἄν με ταύτης ἀφέλοιτο τῆς φροντίδος, πολλάκις δὲ μεταξὺ τούτων ἐπὶ τὴν ἐρω- μένην ἀφέλκομαι καὶ στένω πάλιν καὶ κόπτω τὴν κεφαλὴν κἀκ τῆς κλίνης ἀναπηδῶ συνεχῶς καὶ παῖδα καλῶ μηδὲν δεόμενος καὶ προσελθόντα μηδὲν προστά- ξας ἀπέπεμψα. καὶ νυκτὸς μὲν οὔσης τὴν ἡμέραν ποθῶ, ἐν ἡμέρᾳ δὲ ἡ νὺξ αὖθις αἱρετωτέρα. ἴν, ὧς ἐν τοσούτοις κακοῖς, ἀγαθὸν ἔχω· μισῶ τὴν τροφὴν καὶ ἢ παντελῶς οὐ προσίεμαι ἢ σφόδρα ὀλίγην καὶ [*](2 Plat. rep. I p. 330 D) [*](1 γὰρ om Va 2 ἅπαντα reposui e libris πάντα Re ] τρεφόντων HVMaClVa 3 μου om Va | ἐνοικίου reposui e libris ἐνοίκιον Re Ι κατέβαλλε Va sed λλε in ras m 2 9 μὲν inser B 2 | κἀν scripsi ex Η κἂν reliqui libri Re καὶ νῦν ἐν lacobs App Pors 331 Ach Τ 763 Lect 10 γὰρ om Va | με om Β 11 δὲ reposui e libris cum lacobsio Lect Schul δέ πρὸς με Re I ἐπὶ Β πρὸς Va παίω lacobs App Pors Ach T | ἐρω- μένην — 12 τὴν inserui e libris om Mon Re Re ἐν ἡμέρᾳ] ἡμέρας Va Ι δὲ inserui e libris cum lacobsio Schul Sinteni om (Mon) Re Ι ἕν reposui e libris cum lacobsio Schul ἢν Re ὧς ἐν ἐν lacobs Add 21 App Pors 331 Anth Pal III 708) [*](17 κακοῖς inser Va 2 | ἀγαθῶν κακὸν Va sed λὸν supra κὸν m 2 Ι ἔχω reposui e libriB cum Sinteni ἔχων Re lacobs Schul)

70
ταύτην οὐκ ἐγὼ πριάμενος, ἀλλ’ ἐλεοῦσά με ἡ γραῦς ἢ ὁ Κερδῶν οὐκ οἶδ’ ὅθεν λαβόντες προσφέρουσι.

50. Τίς οὖν ὁ τὸν οὕτως ἔχοντα ζῆν ἀξιῶν; ἢ τίνα τρόπον; φρασάτω καὶ ζήσομαι. δόντα, φησί. διαφθείρεις με, ὦ ἄνθρωπε, πρὸ τοῦ κωνείου καὶ οὐδ’ ἄχρι τῆς ψήφου τῶν βουλευτῶν βιῶναί μοι συγχωρεῖς. οἷα γάρ, ὦ θεοί, παραινεῖς. ἀποσυλῆσαι μὲν ἐμαυτόν, ἐνθεῖναι δὲ ἑτέραις χερσὶ τἀμά.