Declamatio 32

Libanius

Libanius, Declamatio 32, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ἐπιρράξας οὖν τὸ πῶμα τῷ κιβωτίῳ καὶ κλείσας ἀσφαλῶς ἀποτρέχω. εἶτ’ οὐκ ἔχω τίς γένωμαι, ἀλλ’ ἀλύων ἄνω καὶ κάτω περίειμι τὴν ἀγοράν, τὸ ἄστυ πᾶν, τὴν οἰκίαν, καὶ οὔτ’ ἐπὶ τῆς κλίνης ἀν- έχομαι μένειν οὔτε φέρουσιν ἑστῶτος οἱ πόδες. καὶ καθιζήσας μὲν ἀναπηδῶ πάλιν, ἀναπηδήσας δὲ θέω μέχρι τῶν θυρῶν, εἶθ’ ὑποστρέφω πατάξας τὰς θύρας.

48. ὕπνου καιρὸς καὶ πρὶν μύσαι τὰ ὄμματα διεγείρο- [*](13 Ach. Tat. V 21, 5) [*](2 ἀνοίγειν Va sed οι ex ω corr m 2 ἡ ἡ δὲ scripsi ἥτε libri Re Ι ἡ inser B 2 om MaCl 6 αὐτῆς Η 7 καὶ post δὲ Β 8 καὶ ante ὁ (2) VaB Ι ὅ Η 9 ἐκέλευε VaB | ἐκατέ- ρας HVClB sed in hoc ἐκαρτέρησα suprascr m 2 ἐκαρτέρησα Va ἑκατέρως lacobs Schul 10 θᾶττον Β sed μᾶλλον su- prascr m 2 μᾶλλον Va 11 μοι om Va 12 ἐπιράξας Cl | πῶμα reposui e libris cum lacobsio App Pors 331 Anth Pal III 649 Schul Sinteni Cobeto Coll 303 σῶμα Re Ι τὸ Β 13 ἐπιτρέχω MaCl 15 οὔτ’ scripsi e Va οὐκ HVMaClB Re 16 ἑστῶ- τος scripsi ex HVMaClB ἑστῶτες Va Re 17 καθιζήσας Β sed καθίσας suprascr m 2 καθίσας Va | punctum post ἀναπηδῶ Re delevi cum lacobsio Schul 19 μύσαι Β sed ω supra αι μῦσαι Ma μύσω Va)

69
’μαι θορύβου μεστός. ἠγρύπνουν μὲν γὰρ ἀεὶ καὶ τὸν ἄλλον ἅπαντα χρόνον, ἀλλ’ ἐπὶ λογισμῶν ἦν στρεφόν- των μου τὴν ψυχήν· πόσον ἐνοικίου κατέβαλε τῆς συνοικίας ὁ ναύκληρος; πόσων ἔτι μηνῶν χρεωστεῖ; πόσος ὁ τῶν ἐργαστηρίων μισθός; εἰ συνήχθη μοι τῆς ἐσχατιᾶς ἁπάσης ἡ πρόσοδος; πόσα μοι βαλάντια γέμει, πόσα κιβώτια; ποῦ τὸ χρυσίον; ποῦ | τὸ ἀργύριον; καὶ πῶς ἂν [*](RIV 839) ταῦτα πλείονα γένοιτο;