Declamatio 32

Libanius

Libanius, Declamatio 32, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ταῦτα ἐμοῦ λέγοντος, ὦ βουλή, καὶ τῶν χειρῶν ἁπτομένου καὶ μονονοὺ δακρύοντος οὐ [*](1 καὶ libri Re cancellavi Ι ἂν inserui cum Sinteni om libri Re 2 ἀπαιτήσῃς Va 5 ἐνδοξότατον ἐποίησεν Va 6 ὅλη πόλις τοὐμοῦ αἰσθομένη πάθους Va 7 ἔχει καὶ φοιτᾷ πανταχοῦ λόγος scripsi e Va cum Sinteni ἔχειν καὶ φοιτᾶν πανταχοῦ λόγον HVMaClB sed in hoc λόγον in λόγος corr, Re ἔοικε vel εἰκὸς post λόγον excidisse coni lacobs Lect Schul 8 κατακηλήσασα scripsi cum Lobeckio ad Soph. Ai. 1179 p. 400 Boissonadio Anecd. II 273; IV 226; Steph. Thes. s. v. Cobeto Misc 155 κατακλήσασα Va κατακλείσασα HVMaClB Re κατα- κλάσασα lacobs Add 277 Lect Schul Sintenis 9 οὕτω reposui e libris ὂν τὸ Re 10 τῷ χρυσίῳ scripsi secundum usum Li- banii τοῦ χρυσίου libri Re cf. Thom. M. s. v. ὅμοιον p. 269, 17 R) [*](11 προσλαμβάνουσι Β sed σ(1) inser 12 πόθον scripsi e VaB πόθου HVMaCl Re Ι οἴ Η | θεασάμενοι scripsi e Β cum lacobsio Lect Schul θεασόμενοι HVMaClVa Re 14 ἴσα ἁ I περὶ Cl sed in παρὰ corr m4, Va 16 σύνεσο scripsi ex Η MaClVaB cum lacobsio Lect Schul coll t. V 378, 14 σύνετο V Re 17 μονονοὺ scripsi e MaVa μόνον οὐ HVClB Re Ι καὶ MaCl sed in hoc in οὐ corr m4 καὶ οὐ Β)

67
μᾶλλον ἤκουεν ἤ λύρας ἀκούσειεν ὄνος, ἀλλ’ ᾖδέ τινα ᾠδὴν ἁπτομένην ἐμοῦ, τέλος δὲ ἀφῆκε φωνὴν ἥ με εὐθὺς ἐπὶ τὸ κώνειον ἤγαγε· νῦν μὲν γάρ, ὦ οὗτος, εἶπεν, ἐντετύχηκάς μοι μηδὲν δεδωκώς, ἄλλοτε δὲ οὐδὲ ὄψει ἢ τὸν κόλπον τοῦτον ἐμπλήσας χρυσίου. τοιοῦτος οὑμὸς τρόπος. οὐκ ἂν χαρι- σαίμην τινὶ μὴ λαβοῦσα.

45. Μετὰ δὴ ταύτην, ὦ Ι βουλή, τὴν φωνὴν [*](RIV 838) τὴν οὕτως ἀπηνῆ τὴν ἀπὸ Σκυθῶν ὧς ἀληθῶς τί δρᾶσαί με χρῆν ἕτερον ἢ τεθνάναι; οὐ γὰρ δὴ τὰ συνήθη ταῦτα ἐροῦσιν οἱ ῥήτορες, ὡς μικρὸν τὸ πάθος καὶ οὐκ ἄξιον τοῦ κωνείου. ἀλλ’ ἴστε δὴ πάντες ὧς καὶ καθ’ αὑτὸν ὁ ἔρως οὐκ ἀνεκτόν, ἀλλὰ τοὺς μὲν ξίφει, τοὺς δὲ ἀγχόνῃ, τοὺς δ’ ἄλλῳ τῳ διεχρήσατο καὶ αὖ προσδοκία μόνη ζημίας πολλοὺς ἔωσεν εἰς κρημνόν. καὶ ἔγωγε τοῦτο μυριάκις παθεῖν ἐκινδύ- νευσα.