Declamatio 32
Libanius
Libanius, Declamatio 32, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
μίαν οἶδα τῇ γαστρὶ χάριν καί, νὴ τοὺς θεούς, οὐ μικράν. ἐν τοῖς τῶν καλούντων δείπνοις ἐμφορεῖται πλειόνων καὶ τήν τε ἡμέραν ἐκείνην οὐκ ἐδεήθη τροφῆς καὶ τῆς ὑστεραίας μέχρις ἐσπέρας, τὴν δ’ ἐσπέραν ταύτην ἀλῶν καὶ ἄρτου βραχέος ἐμφαγὼν ἐκαθεύδησα καὶ οὕτω δύο ἡμερῶν ἐταμιευσάμην μίαν ἑστίασιν φίλου. πολλάκις δ’ ἄν, ὦ βουλή, καὶ τῶν κρεῶν μοῖραν οὐκ ὀλίγην λαβὼν καὶ ἄρτων πλειόνων ἔδωκα τῷ παιδὶ [*](5 cf. ad p. 85, 6 6 cf. p. 15, 3) [*](1 με om Va μοι lacobs Lect μὲν Sintenis 2 πορθεῖ scripsi cum lacobsio Schul et Steph. Thes. s. v. p. 1485, 3 ποθεῖ libri Re Ι ὧν scripsi ἢν HVMaClB Re εἰ Va | ὦ post ἄστει Va et inser B 2 | φεῦ, δασμὸν scripsi ex HMaClB sed in hoc ὦ supra φεῦ m 2, cum lacobsio Schul φευδασμὸν V δασμὸν Va φειδασμὸν Re 3 τρυφάς Va Ι οὐ Va 4 ’χεἱρῶν Sintenis 6 τύχω Va 7 δὲ inserui e MaClVaB om HVRe | ἵνα Va | ἦ Ma 8 δὲ HV Re Ι ἀπῆλθεν Η 10 τὴν Va 12 ἐμφο- ρεῖται scripsi ex HVClB ἐμφορᾶται MaVa Re 15 βραχέος reposui e libris βραχέως Re Ι ἐμφαγὼν scripsi e VaB cum la- cobsio Schul et Sinteni ἐκφαγὼν Ma Re ἐκφυγὼν HVCl ἐκφαυγὼν Mon 16 μίαν ἑστίασιν scripsi μίαν ἑστίαν Va ἑστίασιν HVMaClB Re 18 ἄρτον Β)
27. Καί μοι δοκῶ, νῦν γὰρ ᾐσθόμην, ἐκ τῶν τοι- ούτων, ὦ βουλευταί, δείπνων διεφθάρθαι τὸν νοῦν καὶ τρυφᾶν ἐκ τῶν ἀλλοτρίων μαθὼν ἔλαθον εἰς πάθος ἐμπεσὼν ἐκ κόρου τικτόμενον. ἐκεῖθεν ἡμᾶς, ἐκεῖθεν ὁ Ἔρως ἐνήδρευσε μαλακωτέραν ποιῶν τὴν ψυχὴν καὶ συνεθίσας ὄψων πρῶτον ἐρᾶν. οἶδα γοῦν τοὺς ὀφθαλμοὺς τοῖς κατ’ ἀγορὰν ὠνίοις ἐπιβαλὼν καὶ μηκέτ᾿ εὐχερῶς ἀπαγαγών, ἀλλ’ ἔπαθόν τι πρὸς αὐτὰ πάθος ἀσύνηθες. ἐπῄνεσά τε αὐτὰ καὶ ἡδέως ἂν ἔφην φαγεῖν καὶ τὸ βαλάντιον λύειν ἕτοιμος ἐγενόμην, ἐν δὲ τῷ λύειν πολλάκις μὲν ἀνανήψας ἐπέπληξα ἐμαυ- τῷ τί τοῦτο, εἰπών, ὦ κακόδαιμον; οὐ μενεῖς ἐπὶ τῆς συνήθους διαίτης; οὐ διαρραγήσῃ πρό- τερον ἢ ταυτὶ προτιμήσεις τοῦ κερματίου; πολ- λάκις δὲ καὶ ἡττήθην, ὁμολογῶ.