Declamatio 32

Libanius

Libanius, Declamatio 32, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

σῦκα δὲ καὶ βότρυες καὶ μῆλα καὶ ἄπιοι ἐμοῦ μὲν τοὺς ὀφθαλμοὺς καὶ τὴν ῥῖνα εὐφραίνουσιν, ἐσθίει δὲ ὁ διδοὺς ὀβο- λούς. ὅσα δ’ ὧς ἄχρηστά μοι παραμένει, τοῖς οἰκέταις δίδωμι καὶ τῆς τροφῆς ὑφαιρῶ. ἐγὼ καὶ τὰ φύλλα τῶν δένδρων οὐκ ἐῶ τοὺς ἀνέμους ἐπὶ πέδον βάλλειν καὶ καταχεῖν, ἀλλ’, εἰσὶ γὰρ οἱ καὶ τούτων δέονται πρὸς νόσου παραμυθίαν, ἀπεμπολῶ κερματίου, καὶ διὰ χρόνου καὶ οἱ κιττοὶ ἐν ταῖς τῶν θεῶν ἑορταῖς πληροῦσί μοι βαλάντιον ὅλον.

25. Τὸ δὲ μέγιστον τῶν κερδῶν, ὅσον ποιῶ χρόνον ἐν ἀγρῷ, ποιῶ δὲ ἀμέλει συχνόν, τρέφομαι τοῖς τῶν [*](5 cf. p. 13,4 9 II. ζ 146 sq. 10 Luc. Hermot. 79) [*](14 Dem. fals. leg. p. 392, 18. Nicarch. Anth. Pal. XI 330,3) [*](1 καταθύσαντα scripsi e libris θύσαντα Re 2 ἂν libri Re cancellavi 3 συναριθμεῖν Va et supra καταριθμεῖν B 2 | εἶτα Va 4 δὲ inser Β om MaCl 5 βότρυες scripsi e Va Β coll p. 13, 4; III 486, 5 βότρυς HVMaCl Re | ἄπια καὶ μῆλα Va I ἄποιοι H ἄπιες MaClB sed in hoc α supra ες Ι μὲν om Va 6 ὀβολόν Va 1 δὲ Β | ἄχρηστά μοι scripsi cum la- cobsio Lect Schul et Sinteni ἄχρηστα μὴ libri Re | παραμένῃ Β παραμείνῃ Va 8 τῆς om Va | ὑφαιρῶ. ἐγὼ scripsi cum lacobsio Schul et Sinteni ὑφαιρῶ ἐγώ libri Re Ι τὰ om Ma Ι δὲ post φύλλα Va 9 τοῦ δένδρου Va | ἐπὶ πέδον βάλλειν scripsi coll 11 ζ 147 φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει cum lacobsio Add 264 qui postea (Lect Schul) improbavit et κλέπτειν coniecit ἐπὶ πλέον (ἐπιπλέον Cl) βλέπειν (inser Ma om Va) Re 10 καὶ om Va | καταχεῖν scripsi coll Luc. 1. 1. cum la- cobsio add καταχέειν) Lect Schul κατέχειν libri Re Ι εἰ Ma sed in οἳ corr m 2, Cl 11 θεραπείαν Ma | κερματίου reposui e libris κερμάτιον Re καὶ κερμάτιον καὶ τοῦτο διὰ χρόνου (et inde quoque aliquid lucelli mihi comparo) lacobs Lect Schul 12 οἱ om Va Ι τῶν inserui e VaB om HVMaCl Re)

56
γεωργῶν ἀναλώμασι καὶ τότε με μόνον ἡ γαστὴρ οὐ πορθεῖ. ὢν δὲ ἐν ἄστει, φεῦ, δασμὸν αὐτῇ παρέχω τὰς τροφάς. οὐδὲ γὰρ ἀνέχεται παραινοῦντος πολλάκις ἀρκεῖσθαι τῷ ἀέρι καὶ μὴ εἶναι χείρω τῶν τεττίγων οἳ τῇ δρόσῳ τρέφονται μόνῃ, ἀλλὰ δεῖται ἄρτου, φα- κῆς, κρομμύων, ταρίχους, ἂν οὕτω τύχῃ, πολλάκις δὲ καὶ σερίδων, ἔν εἴη τὸ τάριχος ἥδιον. καὶ νῦν μὲν ἐπριάμην ἄν, νῦν δ’ ἐπιπλήξας αὐτῇ ἀπῆλθον ἔχων τἀργύριον. οὐ γὰρ ἠνεσχόμην ἀριθμούμενον ὁρῶν καὶ τὸν μὲν φύλλα διδόναι, ἐμὲ δὲ κερμάτιον.