Declamatio 30

Libanius

Libanius, Declamatio 30, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

εἶτά μοί τις παραινεῖ ζῆν οὐκ ἔχων σβέσαι τὸν πλοῦτον τοῦ γείτονος; οὐ ζῆν οὗτός μοι παραινεῖ, πόθεν; ἀλλὰ στένειν, ὀδύ- ρεσθαι, πενθεῖν, μαραίνεσθαι, τήκεσθαι, κατατέμνεσθαι, λυττᾶν, ἐμαυτὸν ἐσθίειν, ἃ νῦν ποιῶ καὶ δι’ ἃ πρόσ- ειμι νῦν, ὅπως αὐτῶν λυθείην. ἡμιμανής εἰμι καὶ τῶν φρενῶν διέφθαρται τὸ πλέον. ἐπὶ τελείαν πορεύο- μαι μανίαν. πρὶν τοῦτο γένηται, βοηθήσατε.