Declamatio 30

Libanius

Libanius, Declamatio 30, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

μικρὸν δὲ πρὸ | [*](R IV 171) μεσημβρίας ὁ γείτων λελουμένος ἔδχεται στρατοπέδῳ κολάκων παραπεμπόμενος καὶ κτύπος βαδιζόντων καὶ γέλως ἐπὶ τοῖς παρ’ ἐκείνου σκώμμασιν. ἐγὼ δὲ κατα- δὺς ὑπὸ τὴν κλίνην φεύγω τὸ γύναιον αἰσχυνόμενος. ἔπειθ’ οἱ μὲν ἀριστῶσι σὺν λαμπροτέρῳ τῷ γέλωτι καὶ πίνοντες ᾄδουσιν ὕμνους τινὰς ὥσπερ εἰς θεὸν τὸν γείτονα συντεθεικότες. ἐγὼ δὲ παρατίθεμαι τρά- πεζαν, Ἥλιε, τὴν ἀρχαίαν. δείλης ὀψίας ὀρνιθοθῆραι καὶ κυνηγέται, πολλοὶ μὲν ἵπποι, πολλοὶ δὲ κύνες, καὶ πανταχόθεν ἡ τρυφή. καὶ τὸ δεῖπνον ἔπεισι συχνὴν ἄγον τὴν πανήγυριν, ἐφ’ ὅ καλούμενος κρύπτομαι.