Declamatio 29

Libanius

Libanius, Declamatio 29, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

593

ἐὰν μὴ προλαβόντες ἐπινεύσητέ μοι πρὸς RIV 216 τὴν αἴτησιν, ὦ βουλή, καὶ συνδράμητε τῷ κηρύγματι, δώσει τὴν χάριν ὁ λιμός. κἀκεῖνος πληρώσει τῆς προσ- 5 ἀγγελίας τὴν αἴτησιν. καὶ γὰρ ἀπόλωλα τῷ πλείστῳ μέρει καὶ τοσοῦτόν μοι καταλέλειπται ἐμπνεῖν ὅσον δηλῶσαι τὴν συμφορὰν καὶ τὸν εὐπρεπῆ δέξασθαι θάνατον.

ὁ μὲν οὖν τρόφιμος ἡμῖν καινόν τινα τρόπον καὶ αὐτὸς ἀπόλωλε λιμὸν μελετῶν καὶ σχολῇ 10 μετιὼν τὸν θάνατον. ἐμοὶ μὲν οὖν καιρὸς κατατή- κεσθαι, ἀλλ’ ἐπειδή τις δαίμων που προσεβάσκηνέ μοι τῆς τροφῆς καὶ παρείλετό μου τὴν ἀφορμὴν τοῦ βίου

  • Η = Codex Hierosolymitanus S. Sepulcri 107
  • V = Vaticanus gr. 940
  • C = Chisianus R VI 43
  • La = Laurentianus LVII 44
  • Ma = Matritensis 4679 (N - 49)
  • [*](1 Παράσιτος — 2 πρὸς ἀγγέλλει in marg La 2 εἰσαγ- γέλλει Mor 3 ἐπινεύσητε Ma sed πι in π᾿ ἴ corr m 2 4 ὦ βουλή in marg Ma 2 | συνδράμητε C sed σ in ras n συν- δεδράμητε HV I κηρύγματι Ma sed κηρύ del et βουλή suprascr m 2 βουλήματι La 5 παραγγελίας La sed αρ in ροσ corr n) [*](7 καταλείπεται LaMa | ἐμπεσεῖν HVC Ferr Mor qui ἐκπε- σεῖν coni 9 οὖν inser Ma 2 Ι ἡμῶν Mor Re 11 μὲν om La | οὖν La sed in οὐ corr ras | οὐ post οὖν inser Ma 2 | κατα- τήκεσθαι La sed αἰ ex ε corr s 12 ἐπειδὴ τίς HLa sed in hoc ὴ corr s | ποῦ La Ι προεβάσκηνέ coni Mor et I. G. Schneider in Steph. Thes. s. v. προσβασκαίνειν)
    594
    τὴν καθ’ ἡδονήν, ἐπὶ τὸ κώνειόν μοι βαδιστέον, διότι τῶν περὶ δεῖπνον οὐδεὶς ἡγεῖται.

    εἰ μὲν οὖν οἷόν τε ἦν τὸν τρόφιμον ἐπανελθεῖν ἐκ τῆς ἄγαν ταύτης μανίας ἐπὶ τὸν πρότερον καὶ συνήθη βίον, ἔδει καρ- τερεῖν καὶ τὴν μεταβολὴν ἐλπίζειν· ἐπειδὴ δ’ ἀνιάτως ἔχει καὶ οὐδεὶς ἡμῖν ἀντ’ ἐκείνου φαίνεται ἐπιτήδειος, [*](R IV 217) | πῶς ἐστι βιωτὸν ἐμοί; ἀλλ’ ἀφέντες, πρὸς θεῶν, τὸν ἐπ’ ἐμοὶ γέλωτα νῦν καὶ συνιδόντες τὴν κατ’ ἐμὲ τύχην ᾑ περιπέπτωκα δότε μοι τῶν λυπούντων τὴν ἀπαλλαγὴν τῷ θανάτῳ λαβεῖν.

    πάλαι μὲν οὖν ἐγέ- λων ἀκούων ὅτι βούλεταί τις ἀποθανεῖν καὶ σπεύδει προλαβεῖν τὸ πάντως ἀποκείμενον καὶ περὶ τούτου πρόσεισι τῇ βουλῇ καὶ χάριν αἰτεῖ κατὰ τοὺς νόμους τοιαῦτα γίγνεσθαι, καὶ μανίαν τὸ πρᾶγμα ἡγούμην, εἰ ζῆν ἐξὸν αἱρεῖταί τις ἀποθανεῖν καὶ ὃ τοῖς κακούργοις εἰς τιμωρίαν ὥρισται, τοῦτο κέρδος τις ἡγεῖται λαβεῖν. πάλαι μὲν οὖν οὕτως ταῦτα ἐδόξαζον, νυνὶ δὲ ἔγνων, ὡς μήποτε ὤφελον, ὅτι τοῦτο τὸ τοῦ θανάτου περι- [*](4 Plat. conv. p. 218 B 5 Plat. Phaed. p. 113 E 8 cf. p. 587, 12; 595, 2) [*](1 καθηδονὴν La 2 τὸν HV τὴν LaMa Ι οἰός Re 3 τρόφιμον La sed ιμ in ras n Ι ταύτης inserui e LaMa om HVC edd 5 ἐλπίζειν scripsi e La εὐτρεπίζειν HVCMa sed in hoc εὐτρε in ἐλ corr m2, edd Ι ἐπειδὰν Re Ι δὲ Ma | Ma sed in ἀνιάτως corr m 2 7 ἔτι? Ι βιωτὸν scripsi cum Gasda βιωτέον libri edd | θεῶν La sed εω in ras s 8 τὰ Ma sed in τὸν corr m 2 Ι συνιδόντες scripsi auctore Re συνειδότες libri edd 9 δότε La sed συγχωρήσατε suprascr s 10 πάλαι — 595, 1 εὐτυχές ad versus comoediae Atticae revocabat Kockius Com. Att. fr. III 672 12 εἰ Ma sed in καὶ corr m 3 Ι τούτων HMa 13 ἡ βουλὴ Ma sed in τῆ βουλῆ corr m 2 Ι αἰτεῖν Ferr) [*](14 γίνεσθαι HMa 16 τις inserui e VC Par 3017 cum Boissonadio Anecd. IV 319 τίς HMa om La edd 17 ταῦτ’ edd Ι ὡς ante ἔγνων libri excepto Par 3017 (Boissonade 1. 1.) edd delevi Ι νυνδὶ μετέγνων Kock 18 πως scribendum coni Re at „Reinkii comectura locum non habet, quum parasitum non deceat dubitanter loqui“ Iacobs Lect 98 qui ὡς aut aut ὀψὲ legendum censet | τὸ inser Ma 3)

    595
    σπουδαστὸν καὶ ἀναγκαῖον αἰτῆσαι καὶ λαβεῖν εὐτυχές, καὶ τὴν κατ’ ἐμαυτὸν τύχην οὐ φέρω. εἰ γὰρ καὶ μὴ ζῆν ἔξεστιν ὁπωσοῦν, τὸ τοῦ θανάτου καταλείπεταί μοι μόνον. μυρίαι δ’ ἀτυχημάτων ὁδοὶ ὁσοὶ <δι᾿> ὧν ἕλοιτο ἀποθανεῖν, ἐγὼ δὲ καινήν τινα ἦλθον τοῦ θα- νάτου τὴν ὁδόν, καί, πρὸς θεῶν, ἀφέντες τὸν γέλωτα τὸ καθ’ ἡμᾶς ἀνθρωπίνως ἐπακούσατε.

    5. Νέμουσιν οἶ θεοὶ τὰ ἀγαθὰ τοῖς ἀνθρώποις ἄλλοις ἄλλα διδόντες, ἃ τέως μὲν ἂν ἔχῃ τις, κέρδος τὸ ζῆν, εἰ δ’ ἐκπέσοι, βέλτιον ἀποθανεῖν· εἰ γὰρ δεῖ ζῆν τῆς ἡδονῆς χάριν, ταύτην δ’ οὐκ ἔστι δίχα ἀγαθῶν ἔχειν, πῶς οὐκ, εἴ τις ἐκπέσοι τῶν ὑπαρχόντων, καὶ τὸ ζῆν προσαπολώλεκε;

    πλούσιός τίς ἐστιν ἐκ προ- γόνων πολὺν κλῆρον παρειληφώς. εὐδαίμων οὗτος ἀκονιτὶ τρυφῶν. ἕτερος γυναῖκα ἠγάγετο πλουσίαν. δεύτερον εἰς εὐδαιμονίαν τοῦτο. οἴκοθεν οὐκ ἒχων [ἢ [*](8 Od. θ 167. II. ν 730 sq.) [*](1 αἰτήσαι La | καὶ Ma 2 | λαβεῖν — 2 φέρων del Ma 2 sed κείμενον in marg m 3 | εὐτυχές La sed ευ in ras 2 litt f εὐ- τυχής HV 2 ἐμαυτὸν scripsi auctore Gasda ἐμαυτοῦ libri edd | φέρων LaMa | καὶ num delendum? λείπει in marg Lay „deest aliquid“ Re καὶ ζῆν καὶ μὴ ζῆν Iacobs Add μὴ eras La 3 ὅπως οὖν La 4 δι’ inserui auctore Sin- teni om libri edd 5 ἕλοι τὸ La | δ’ ἐκείνην LaMa 6 τὴν inserui ex HVLaMa om C edd | θεῶν La sed εων in ras s 7 ἐπακούσατε Η sed ἑ in ras ὑπακούσατε LaMa Par 3017 „quod an sit melius non statim dicere queo“ Anecd. V 96 8 νέμουσιν — 10 ἀποθανεῖν ad versus comoe- diae Atticae revocabat Kockius 1. 1. III 672 9 ἄλλα] ἄλλο HV ἕως Cobet Coll 284 10 ἐκπέσοι reposui e libris ἐκπέσει Ferr ἐκπέσῃ Mor Re | δεῖ La sed εῖ in ras s 12 ἐκπέσῃ Mor Re 14 κλῆρον πολὺν La 15 ἀκονιτὶ scripsi e LaMa coll p. 459, 5 ἀκοπητὶ V Mor Re ἀκοποτὶ ΗΟ Ferr Ι ἕτερος scripsi ut coni Re ὕστερον ΗVCLa sed in hoc ἕτερος suprascr y, edd ἔτερον Ma sed corr m 2 16 τὸ τοιοῦτο La | ἔχοντα LaMa Ι ἢ πατέρων οὐκ (om LaMa) ἔχων ἔχων Ma) cancellavi ut orta e scholio ἐκ πατέρων οὐκ ἔχων ut coni Re („aut varians lectio aut scholion sunt ista ἢ πατέρων οὐκ)

    596
    πατέρων οὐκ ἔχων] θησαυρῷ τις περιπέπτωκε. θεοῦ τὸ δῶρον ἄντικρυς καὶ φθόνος οὐδεὶς ἀπολαύειν τῶν παρὰ [*](R IV 218) τῆς Τύχης. φίλον τις ἐκληρονόμησεν | ἢ συγγενῆ. τὰ χρυσᾶ δάκρυα ταῦτ’ ἂν εἴη ἀφ’ ὧν ἔστι δακρύσαντα τὸν πλοῦτον ἔχειν. [παρὰ γυναικὸς πλουτεῖν καὶ ρον ἕτερον διαδέξασθαι ἑρμαίῳ περιπεσεῖν ἐστι.]

    δευ- τέρα λῆξις ἀγαθῶν ἐμπορίᾳ χρησάμενον πλούσιον ἐπ- ανελθεῖν, ἀπὸ γεωργίας εὔπορον. καλὰ μὲν καὶ ταῦτα, ἔχει δὲ προηγουμένους τοὺς πόνους. καὶ τοὺς στρα- τιώτας δὲ τοὺς πλουσίους ζηλοῦμεν οἱ πολλοί, ἀλλ’ ὅτι γε μετὰ <τῶν> πόνων καὶ τῶν ὅπλων καὶ φόνων, οὐ καθ’ ἡδονὴν ἔμοιγε δοκεῖ τὸ τοιοῦτον.

    τρίτη δὲ λῆξις ἀγαθῶν αἱ τέχναι καὶ τὸ ἀπ’ αὐτῶν εὐπορεῖν, ἀλλ’ οὐδὲ τοῦτο καθ’ ἡδονήν, ὅτι δὴ παν- ταχοῦ τὰ τῶν πόνων συνέζευκται καὶ μαθεῖν δεῖ καὶ τεχνίτην γενέσθαι καὶ κατ’ ὀλίγον εὐπορεῖν. ἀλλὰ καὶ [*](1 πατρῷα pro πατέρων scribendum coni Cobetus Coll 284 coll Men IV 250,54 M (III 177, 581 K) πατρᾷ᾿ ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα οἴκοθεν οὐκ ἔχων ἐκ πατέρων οὐδέν Iacobs Anth. Pal. III 792 Ι τίς HLa 2 παρὰ La sed e πρὸς corr f 3 τίς Η La 4 τὰ delendum censet Gasda Ι ταῦτα VC edd 5 παρὰ — 6 ἐστι ut notam a lectore in margine ad superiora positam cancellavi cum Sinteni cf. p. 597, 9 sq. παρὰ — διαδέξασθαι glossam ad τὸν πλοῦτον ἔχειν dixit Gasda 6 ἑτέρου coni Mor) [*](8 ἢ ante ἀπὸ in marg inser Ma 9 ἔχεις HLaMa sed σ in LaMa eras Ι δὲ scripsi auctore Iacobsio Lect 98 γὰρ libri edd ἧσσον δὲ ante ἔχει γὰρ excidisse coni Re Ι προηγουμένους scripsi e La sed οὐ in ras ex ω corr s, Ma ut coni Re προηγου- μένως HVC edd 10 τοὺς inserui e libris cum Boissonadio Anecd. V 15 om edd 11 τῶν inserui cum Gasda om edd) [*](12 τὸ om Ma Ι τοιοῦτο LaMa 13 ἀπ’ scripsi e La et Par 3017 cum Boissonadio Anecd. V 96 ὑπ’ HVCMa edd 15 δεῖν La sed ν eras 16 κατ’ ὀλίγον scripsi auctore Re κατὰ λόγον libri Mor Re κατάλογον Ferr)

    597
    μουσικοὶ τὴν τέχνην πορισταὶ τῆς εὐπορίας καὶ τοὺς στεφανίτας ἀγῶνας οἱ μετιόντες πολλὰ μὲν ἐσθίουσι καὶ τοῦτο ἔστι τὸ δέλεαρ τῶν ἀθλητῶν, ἀλλ’ ὅταν ἀποδύσωνται καὶ κονίσωνται, ταῦτα, Ἡράκλεις, τῆς συμφορᾶς πράγματα παρέχειν ἑτέροις καὶ μηδενὸς παροξύνοντος <πρὸς> τοιοῦτο διαπληκτίζεσθαι.

    9. Ἔμπειρος ἐγενόμην καὶ αὐτὸς τῆς τῶν ἀγαθῶν λήξεως. καινοτάτην ἀκούσεσθε καὶ οὐχ οἴαν ὁ λόγος προείρηκεν. οὐ πατρὸς ἐγενόμην πλουσίου ἢ οἷον ἄν τις ἐπεύξαιτο παῖδα ἰδεῖν, οὐ πλουσίαν ἠγαγόμην γυναῖκα, οὐ κληρονομίαν συγγενοῦς ἢ φίλου διεδεξά- μὴν, οὐ τῶν εὐπόρων <ἦν> οὐδ’ ὁτιοῦν, καὶ γὰρ ἀργὸς φύσει καὶ δυσμαθὴς καὶ πρὸς τὸ πονεῖν ἀνεπι- τήδειος.

    εἰς φιλίαν δὲ καὶ εὐφροσύνην ἦν μάλιστα εὐφυής, ἱκανὸς | παραμυθήσασθαι, παραγαγεῖν, [*](R IV 219) [*](2 Athen. Χ p. 413 c sq. 4 Luc. Anach. 31 | cf. t. V 540,9) [*](6 Luc. Anach. 11 10 Aristid. pro IVviris t. II p. 202,22 Dind. 12 cf. p. 576,16; 600,1 et 3) [*](3 ἀθλητῶν scripsi auctore Meisero Ber. d. Bayr. Akad. 1905 II 159 ἀγαθῶν libri edd | ἀλλ’ scripsi καὶ libri sed eras in Ma, Ferr om Mor Re sed „leg. videtur ἀλλ’ ὅταν vel ὅταν δ᾿“ Re 4 ταύτης HLaMa Ι τῆς] μεγάλης? 5 καὶ ante πράγματα μάτα Ma) [*](6 παροξύναντος Ma | πρὸς τοιοῦτο scripsi τοιούτου libri sed del Ma, edd τοιαῦτα coni Iacobs Lect 98 τοσοῦτο Gasda 7 Ante Ἕμπειρος enuntiatum quale εἰ δέ μ’ ἐρωτᾶτε, οἴαν ἐγὼ ὀδὸν βεβάδικα excidisse coni Gasda 8 κενοτάτην ἀκούσεσθαι Η 9 οἷον scripsi coll Aristid. 1. 1. οἴων HVCMa edd οἴων La sed in ras ex οἷον, ut videtur, corr n οἴου et ἀπεύ- ξαιτο coni Mor Not ad Lib f VI 10 ἐπεύξαιτο Ma sed ἐπ’ ex ὑπ corr m 2 11 γυναῖκα inser Ma 2 12 οὐ in ras Ma 2 | ἐμπόρων LaMa et coni Re ἐμπορευομένων vel εὐπορούντων (procurantium) Iacobs Lect 99 | ἦν inserui auctore εὐπορούντων edd | οὐδοτιοὖν La οὐδὲ τῶν τεχνῶν ἐπετήδευον οὐδοτιοῦν coni Re 13 ποιεῖν La 14 δὴ LaMa sed in hoc η in ε corr m 2) [*](15 ἱκανὸς — 598,4 σκώμματα] „videtur hic locus scholiis in- quinatus et male distinctus, quibus sublatis expeditius legatur sic: ἱκανὸς παραστατεῖν τῷ λυπουμένῳ, συνησθῆναι δὲ πράττοντι κα- λῶς, καὶ ἐπιτεῖναι τὴν εὐφροσύνην ἐπὶ τὰ κάλλιστα τοῦ βίου προάγειν, ὑπηρετήσασθαι τὰ μέτρια, ταῦτα δὲ ἦν πρὸς ἔνστασιν (haec autem mediocria, quae ego amicis famulabar, erant haec, quae nunc dicam exempli causa). ἐπιτήδειος ἦν σκώμματα —“ Re Ι περιαλγεῖν τῷ λυπουμένῳ, τῷ ἡδομένῳ συνησθῆναι Iacobs Anth. Pal. III 599 Ι num παρηγορεῖν?)

    598
    τῷ λυπουμένῳ μὲν συλλυπηθῆναι, πράττοντι δὲ καλῶς ἐπιτεῖναι τὴν εὐφροσύνην, ἐπὶ τὰ κάλλιστα τοῦ βίου προαγαγεῖν, ὑπηρετήσασθαι τὰ μέτρια, ταῦτα δὲ ἦν πρὸς τὴν ἔνστασιν], ἐπιτήδειος δὲ σκώμματα εἰπεῖν καὶ ᾆσαι μέλος καὶ ὀρχήσασθαι, ὧς ὀλίγοι, καὶ μι- μήσασθαι.

    καὶ τοιοῦτος ὢν ἔσχον ἃ ἐβουλόμην, καὶ ἐμοὶ ὁ δαίμων ἐχαρίσατο οἷον μηδὲ τοῖς ἐν τυ- ραννίσι καὶ δυναστείαις. ἐκεῖνοι μέν γε φραξάμενοι τοῖς ὅπλοις τρυφῶσι καὶ πλείων καιρὸς αὐτοῖς τοῦ δρᾶσαί τι κακὸν ἢ τοῦ ζῆσαι μεθ’ ἡδονῆς, ἐμοὶ δ’ ἄφοβος ἡ τρυφὴ καὶ γυμνὴ δορυφόρων ἦν καὶ δρᾶσαι μὲν οὐδὲν οὐδὲ ἐνθυμηθῆναι δεινὸν ἦν, λογίζεσθαι δὲ καὶ πράττειν ἀγαθόν.

    εἶδον τὸν νεανίσκον ἐκεῖνον ἐκ προγόνων λαμπρόν τε καὶ πλούσιον, φιλό- [*](1 συλλυπηθῆναι scripsi ut coni Mor συνησθῆναι libri sed συναλγεῖν suprascr La n Ma 2, ecld 3 προαγαγεῖν scripsi προάγειν libri edd | ταῦτα — 4 ἔνστασιν cancellavi ut notam marginalem lectoris cf. p. 596,5 δ᾿ HC 4 ἔνστασιν La sed σιν add n, Ma sed ἔνστα in ras | καὶ ante σκώμματα La 5 ὧς ὀλίγοι ante καὶ(1) LaMa Re delevi Ι ὡς ὀρχήσασθαι ὀλίγοι Ferr Mor qui ὧς ὀλίγοι ὀρχήσασθαι coni 6 ἠβουλόμην La et Par 3017 (Boissonad. Anecd. V 19) 7 οἶος Re οἴα Gasda Ι μὴ δὲ Η Ferr Ι τυραννίσι scripsi auctore Re τυραννίδι libri edd 8 καὶ om Ferr Mor qui δυνάσταις Coni Ι γε om La 9 πλεῖον HV | καιρὸς La sed in marg λόγος n 10 ἢ La sed ” e “ corr s | ζῆσαι Ma sed η in ras 3 litt m 2 Ι δὲ Ma 11 τροφὴ C Ι γυμνοὶ Ferr γυμνὸς Mor Ι καὶ — 12 ἦν in marg Ma 3 13 δὲ scripsi cum Sinteni et Gasda τε libri sed in δὲ corr Ma 2, edd | εἶδον — 600, 10 λέγων ad versus comoediae Atticae revocabat Kockius Com. Att. fr. III 672)

    599
    τῖμον μὲν περὶ τὰ δημόσια ἐν ταῖς λειτουργίαις, φιλ- άνθρωπον δὲ πρὸς τοὺς δεομένους καὶ κατὰ τὸν βίον ἥδιστον, φιλόγελών τε καὶ φιλοπότην καὶ πολυτελῆ τὴν δίαιταν. ἐκείνῳ συνήφθην θεοῦ τινος τὰ κάλλιστά μοι προξενοῦντος καὶ πάντων ἥδιστα παρεχομένου, ᾧ καὶ φίλος ἐγενόμην καὶ συνήθης καὶ οὐ μέχρι τούτου, ἀλλὰ καὶ συνέστιος καὶ συμπότης καὶ βίον ἔχων εὐ- δαίμονα καὶ μακάριον.

    καὶ πολλοὶ τὰ καθ’ ἡμᾶς ἐζήλουν. πατρὸς γὰρ καὶ μητρὸς ἦν ἐκεῖνος πολὺ φέρ- τερος. παρ’ ἐκείνων μὲν γὰρ οὐδὲν ἔσχον λαβών, ὁ δὲ κοινὰ τὰ παρ’ αὑτοῦ προὐτίθει πρὸς ἡδονήν. οὐδὲν εἶχον λυπηρόν, οὐδὲν ἔργον ἐπίπονον. | πάντα [*](R IV 220) δ’ ἦν ἥδιστά μοι, καὶ τὰ παρόντα καὶ ὅσα δὴ ἤλπιζον, καὶ πολλὴ ῥᾳστώνη τοῦ βίου. ἐτρύφων γὰρ οὐδὲν ἀναλίσκων οὐδὲ προι·έμενος οὐδ’ ὅθεν εὐπορήσω ζητῶν, ἀλλ’ ἕτερος ἦν μοι κηδεστὴς καὶ φροντὶς ἑτέρῳ ἦν τῆς καθ’ ἡμέραν τροφῆς.

    ἐπλούτουν οὐδὲν κεκτη- μένος, ἐτρύφων οὐδὲν ἀναλίσκων, ἔπινον, ἐμέθυον, [*](9 Il. δ 56; ζ 158; η 105; ο 165; 181; ρ 168; χ 11 cf. t. I 154, 10 16 Dem. p. 954, 7) [*](1 μὲν om La 3 φιλογέλωτά La | φιλοπότην seripsi cum Iacobsio Add 62 Lect 99 qui etiam de φίλοινον vel φιλόκωμον cogitavit, et Meisero Ber. d. Bayr. Akad. 1905 II 159 φιλόποτον HLaMa φιλόπονον VC edd φιλήδονον Cobet Coll 284 φίλ- οινον Kock 5 παρεχομένῳ HVLaMa sed in hoc ω in ου corr m 2 6 καὶ (1) om V | „post τούτου videtur deesse“ Re, μὰ τὸν Δί’ Kock 8 πολὺ Ferr Mor qui πολλοὶ coni 10 ἐκείνω La Ι ἔσχε HV 11 τὰ om Ferr Mor | αὐτοῦ libri edd | προὐτίθει reposui e libris sed υ inser la n, coll t. II 454,9; IV 88, 19 προὐτίθη edd | πρὸς ἡδονὴν scripsi τῶν ἡδονῶν libri sed del Ma 2, edd καθ’ ἡδονὴν Kock 13 δὲ Ma | δὴ] δὲ LaMa sed in utroque eras 15 οὐδὲ Ma | εὐπορήσω La sed ν post ω eras, Ma sed εὑ ex ἁ corr m 2 16 κηδευτὴς Η 17 καθ’ del Ma 2 | ἡμέραν scripsi auctore Kockio ἡμᾶς HCLa edd ἡμῶν VMa Ι τροφῆς Ma sed o in υ corrm 2 τρυφῆς La)

    600
    ἐν μύροις ἤμην καὶ πότοις καὶ ὀρχήμασι καὶ πάντα ἐπανηγύριζον τὸν ἐμαυτοῦ βίον. οὐ τῶν ἐπ’ ἀγορᾶς ἥμην, οὐ τῶν ἐρανιζομένων, οὐ τῶν ἐπὶ βήματος ἑτέ- ροις πράγματα παρεχόντων, οὐ τῶν γεωργῶν, οἷς ἐν πόνοις ὁ βίος, οὐκ ἔμπορος ἐγενόμην καὶ τῶν πλεόν- των τὴν θάλατταν. τοὺς λιμένας εἶδον μέχρι τῶν ἰχθύων μόνον. οὐ στρατιώτης ἦν τὸν βίον, πρᾶγμα κινδύνων μεστὸν καὶ ξιφῶν, ἀλλ’ εὐδαίμων ἄνθρωπος, ῥᾴθυμος, ἀργός, παράσιτος, τοῦτο δὴ τὸ φίλτατον ἐμοὶ μὲν ἀκοῦσαι, ἄλλος δ’ ὀνειδιζέτω λέγων.

    ἡ γῆ μὲν ἔφερε τὰ παρ’ αὑτῆς, ὀπώραν καὶ τὸν πολὺν ἄκρατον, ἡ θάλασσα δὲ τοὺς ἰχθύας πολλούς. καὶ ξύμπαντες ἐμοὶ μὲν ἐθήρων οἱ θηρῶντες καὶ πτηνὰ καὶ χερσαῖα, μάγειροί τε καὶ ὀψοποιοὶ τὰ παρὰ τῆς τέχνης ἔφερον, ἓν <δ᾿> ἔργον ἦν ἐμοὶ τὸ τὸν μον προσαγορεύειν καὶ εἴ τι πάνυ χάριεν ἦν τῶν ἐδωδίμων ἐπ’ ἀγορᾶς, καταμηνύειν τοῖς ὀψοποιοῖς τε καὶ μαγείροις, ἐπιέναι τῶν οἴνων ἀπογεύεσθαι, δοκιμά- ζειν τοὺς ὀψοποιούς, τοὺς ἀρίστους ἐπαινεῖν καὶ παρα- καλεῖν φιλοτιμότερον χρῆσθαι τῷ πράγματι, πάντα [*](7 Plat. rep. II p. 373 C 10 Luc. paras. 1 sq. 19. Luc. l. l. 5) [*](1 μυρίοις Ferr Mor qui μύροις coni 3 ἡμῖν La sed in ἤμην corr n 4 παρεχόντων scripsi e LaMa ut coni Re παρέχων HVC edd 7 μόνων HVMa sed in hoc ω in ο corr m 2 11 ἔφερέ μοι La sed μοι inser s, Ma sed ex ἔλεγος corr m 2 Ι αὐτῆς libri edd 12 θάλασσα scripsi ex HLaMa θά- λαττα VC edd 13 θηρῶντες scripsi e La οἱ θηρῶντες ἐθή- ρων) Ma θηρεύοντες HVC edd 15 δ’ inserui om libri edd I τὸ om Mor Re 16 καὶ om La Ι πάνυ scripsi auctore Co- beto Coll 284 πολὺ libri edd | χαρίεν Η 18 „sententia postu- lat περὶ τἀς ἀποθήκας περιιέναι per cellas“ Re μαγείρους ἐπιέναι Iacobs Lect 99 at cf. p. 601, 2 19 καὶ — 601,1 ἐπαινεῖν om V)

    601
    ἐπαινεῖν, πάντα θαυμάζειν, πάντα τῷ τροφίμῳ χαρί- ζεσθαι, τοὺς μαγείρους οἰκειοῦσθαι, τοῖς οἰνοχόοις προσμειδιᾶν, τοὺς τρέφοντας ἡδοναῖς θεραπεύειν.

    μόλις ὄρθρος ἦν, ἐγὼ δὲ ἐπὶ τὸν τρόφιμον ἔσπευ- δον τὰ πρὸς ἡδονὴν ἀπαγγεῖλαι. καὶ μετὰ ταῦτα ὁ μὲν ἔπραττέ τι κατ’ ἀγοράν, ἐμοὶ δ’ ἔργον ἦν | [*](R IV 221) περὶ τὸ ἄριστον ὅπως ἕξει καλῶς ἡμῖν προνοεῖν καὶ τὴν ὥραν ἀπήγγελλον, ἐπιταχύνειν ἔπειθον, καὶ μετὰ ταῦτα ἐνεπιμπλάμην ἀπάντων ἁπτόμενος, πάντα ἐπαι- νῶν, τὰ δεύτερα μᾶλλον ἀεὶ τῶν προτέρων ἀποδεχό- μένος, καἰ ἤδη διατηρήσων εἰς ἑσπέραν τὰ περιόντα ἐταμιευόμην. ὕπνος ἦν ἐπὶ τούτοις ἥδιστος καὶ τὴν ἑστίασιν ὠνειροπόλουν.

    καὶ λουτρῶν καιρός, ἐγὼ δ’ ἔσπευδον καὶ λαμπρῶς ἐκεῖθεν ἐπανελθὼν ἐπὶ τὴν μακαρίαν ἐπανῄειν τράπεζαν πάντα θαυμάζων, πάντα ἐπαινῶν, ἀνιώμενος ὅτι μὴ διπλῆν μοι καὶ τριπλῆν τὴν γαστέρα ἔχειν ἐξῆν, ἦν γὰρ πάντα ἄφθονα, καὶ [*](1 Eupol. Κολ. II 484, 146 Μ (I 301, 159 K)) [*](1 χαρίσασθαι Ma 2 τούς μαγείρους — 3 θεραπεύειν ab hoc loco aliena censet Gasda 4 μόλις scripsi μόνος μόνον C) libri edd θεραπεύειν μόνον. ὄρθρος Iacobs Add 131 μόνος) et App Pors Adv 297 4 δ’ VLa 5 ἀπαγγεῖλαι La sed ἁ ex ἑ corr s 6 δὲ Ma 7 περὶ scripsi ἐπὶ libri edd sed „ἐπὶ aut prorsus delendum aut cum ἐν est “ Re ἔτι Iacobs Lect 99 Ι ἔξοι Μa 8 ἀπήγγελλον scripsi ex HVCMa ἀπήγγελον Ma edd 9 ἐνεπιμπλάμην Ma sed λα e ρα corr m 2 10 προ- τέρων scripsi πρώτων libri edd 11 καὶ — 12 ἐταμιευόμην cor- rupta censet Gasda Ι διατηρήσων LaMa sed ω in ει corr La 3 Ma 2 | περιόντα scripsi cum Sinteni προιόντα libri sed προ in περ coit La n, in (??) Ma 2, edd 14 δὲ Ma | λαμπρῶς scripsi ex HVC λαμπρὸς LaMa edd 15 ἐπανῄειν scripsi e VLa Ma Par 3017 cum Boissonadio Anecd. V 33 Gasda Cobeto Coll 284 ἐπανίην HC sed in hoc ιην in ηειν corr f, edd 16 μὴ scripsi e La μὴ δὲ Η μηδὲ VCMa | μοι om Ma Ferr)

    602
    διερρηγνύμην ἐμπιμπλάμενος. ἐσπέρα πάλιν καὶ ὕπνος ἀφρόντιστος. οὔτε γὰρ ἀποδόσθαι τι ἐχρῆν οὔτε ὠνή- σασθαι, ἀλλὰ καὶ μέχρι τῆς εὐνῆς ἄλλος ἦν ὁ φρον- τίζων τοῦ πράγματος, ἄριστον αἱρεῖσθαι, δειπνεῖν πολυτελῶς. πενίαν οὐκ ἐδεδοίκειν, τοῦ πλουτεῖν οὐδὲν ἐδεόμην.

    πᾶσιν ἡδόμην τοῖς καιροῖς. ἔαρ ἦν ἥδιστον ἐμοί, καὶ γὰρ ἦν ὁ πότος ἐν ῥόδοις, τὸ δὲ θέρος τοιοῦτον ἕτερον πάντων μὲν εὔφορον τῶν κα- λῶν, ἐκτεινόμενον δὲ ταῖς ἡμέραις, <ὥστε> καὶ ἀρίστου σχολὴν εἶναι καὶ δείπνου πλείστην διατριβήν. τὸ φθινόπωρον εἶχε τὰς ὥρας εὐκραεῖς καὶ θᾶττον ἦν τὰ σιτία καταπέττειν καὶ μᾶλλον ἐσθίειν. ὁ χειμὼν ἐπεγίνετο καὶ πρὸς τὸ φαγεῖν ἐπερρώννυε μᾶλλον καὶ τῶν μὲν ἔξωθεν πόνων καὶ πραγμάτων ἡσυχίαν ἦγεν, οἴκοι δὲ μένειν ἔπειθεν. ἓν μὲν ἐδόκει λυπεῖν, ἡ τῶν νυκτῶν παράτασις, ἀλλ’ εὐθὺς ἂν] ἑωθινῶν ἀρίστων ἔδει καὶ οὐδεὶς ἂν ἐπετίμησε. καὶ εἰς ἐσπέραν δὲ [*](1 cf. p. 606, 12 2 Xen. conv. 6, 6 11 Opp. cyn. I 118) [*](1 ἐμπιπλάμενος libri edd cf. p. 601, 9 2 ἐχρῆν scripsi ἐξῆν libri sed in ἐχρῆν corr La n Ma 2, edd 4 ἄριστον — 5 πολυτελῶς delenda censet Gasda 5 οὐκ ἐδεδοίκειν Ma sed ex οὐ δεδοίκειν corr m 2 7 δὲ inserui e libris om edd 8 εὔφρων Ferr εὖφρον Mor qui εὔφορον coni 9 ὥστε in- serui cum Gasda om libri edd | πολλὺν πολὺν Mor) ἀχρήστου Ferr Mor qui ἀρίστου coni 11 εἶχε scripsi ἔχει libri edd εὐκραεῖς La sed εῖς in ras n 12 πέττειν Ferr Mor | πλέον Gasda 13 ἐπεγίγνετο LaMa Ι τὸ inser Ma 3 | ἐπερρώννυσι Η ἐπερρώνυσι V ἐπιρρώννυσι La ἐπιρρώνυσι Ma 14 πραγ- μάτων Ma sed αγμ inser m 2 | ἦγεν scripsi ex HVMa ἤγαγεν La ἄγειν C edd | ἐν μὲν scripsi e La cum Sinteni ἔν με HV CMa edd 16 παράστασις La sed τα supra στα n Ι ἂν can- cellavi cum Iacobsio Lect 99 coll p. 603, 1 Ι ἑωθινῶν ἀρίστων scripsi auctore Re ἑωθινὸν ἄριστον libri edd ἐξ ἑωθινοῦ ἀρίστου Iacobs)

    603
    βαθεῖαν τὸν | πότον ἴδει παρατείνειν, ὅτι καιρὸς [*](R IV 222) ἀπέκειτο καὶ ὕπνου ἱκανός.

    19. Ἀλλ’ ἀληθὲς ἦν τὸ λεγόμενον ὅτι φθόνος ἀνθίσταται τοῖς καλοῖς καὶ νεμεσᾷ τὸ δαιμόνιον ταῖς εὐπραγίαις ταῖς ἄγαν καὶ τὰ ἀνθρώπινα ἐν μεταβολαῖς ἐπιεικῶς φιλεῖ γίνεσθαι. λέγω δὲ ταῦτα οὐ τὰ ἐτέ- ρων σκοπῶν, ἀλλὰ τὰ κατ’ ἐμαυτὸν λογιζόμενος.

    τρόφιμος ἐκεῖνος ὁ πάντα ἐμοὶ καὶ ἀντὶ πάντων, ὁ τὸν βίον ἐμοὶ ἥδιστον ἐπιδεικνύς, ὁ πλούσιος, ὁ πολυτελής, ὁ πλουτῶν οὐχ ἧττον ἐμοί, ὅλην τὴν τύχην οἰκείαν ἔχων, ἀλλ’ οὐκ ἔχω ὅ τί ποτε φῶ περὶ αὐτοῦ, ἐμοὶ μὲν γὰρ οἴχεται, ἐμπνεῖ δ’ ἑαυτῷ μόνῳ. καὶ δο- κεῖ ζῆν καὶ περιεῖναι, ἔξω δὲ τοῦ βίου παντός ἐστιν. οὐ γυμνάσια τοῦτον ἔχει — ἀπόλωλεν; ἤρετό τις. τοῦτο μὲν γεγονὸς ἂν εἴποι τις· μή ποτε, ὦ θεοί — οὐ μὲν καὶ λουτρά, οὐδὲ ἐν πότοις ἄνθρωπος ἔτι οὐδ’ [*](4 cf. ad p. 579, 9 | Her. III 40. Dionys. com. ΙΙΙ 555, 3 M (II 428, 1 K). Plat. Menex. p. 242 A. Stob. floril. 38 8 Dem. p. 240, 11; 660, 7. Lnc. tyrannic. 4) [*](1 ἔδει inserui ex HVLaMa quod subaudiendum censuit Re om C edd Ι ὅτι inser Ma 2 | ἀρίστου ante καιρὸς excidisse coni Mor Not 2 ἱκανός scripsi auctore Iacobsio Add 368 App Pors 325 Lect 99 ἱκανόν) καιρός libri Ferr Mor quod delevit Re 3 Ἀλλ’ — 5 ἄγαν praemissis verbis ὡς καὶ Λιβά- νιος citat auctor libelli de constructione verborum ed. G. Her- mann de emend. rat. gramm. p. 376,21 6 φιλεῖ scripsi e Par 3017 (Boissonad. Anecd. IV 396) ὀφείλει HVCMa sed in hoc ὀ eras, edd ὀφειλεῖ La Ι γίγνεσθαι La 7 καθ’ ἑαυτὸν LaMa) [*](8 ὁ ante τρόφιμος inserendum coni Iacobs Add 367 | ὁ πάντα scripsi cum Iacobsio Add Lect 99 πάντα La sed α(2) in ras s, Ma πάντων HVC edd sed πάντα ἦν coni in marg Mor, πάντα ὢν Not πάντων ἄριστος Re πάντ’ ὤν Cobet Coll 284 9 num δεικνύς? at cf. p. 589 not. 2 10 πολυτελής scripsi auctore Iacobsio Add App Pors Lect πολίτης libri edd ὁ πολίταις πλουτῶν, οὐχ ἦττον δὲ καὶ ἐμοὶ ὅλην coni Re Ι ἥττων La 12 δ’ ἑαυτῷ scripsi e C δὲ αὐτῷ HVLaMa edd) [*](14 γυμνασία Η Ι signum interrogationis posui comma libri edd 15 τίς Η Ι μισεῖ inter θεοί et σὺ La s 16 σὺ)

    604
    ἐν ἑστιάσεσιν, ἀλλὰ τοῦ βίου παντὸς ἔξω τυγχάνων, ὧς ἂν εἴποι τις, καὶ γυμνὸς ἀπάσης περιβολῆς, εἰ καὶ πλουτῶν ἦν ἄλλοις, κεκτημένος νόσον χαλεπωτάτην.

    καὶ οὐδὲ τὸ τῆς συμφορᾶς προσιδέσθαι μοι δοκεῖ, ἀλλ’ ἐπῆκται νόσον ἢ μανίαν ἢ οὐκ οἶδ’ ὅ τι φῶ [*](R IV 223) περὶ τοῦ πράγματος. δοκεῖ εὐδαιμονεῖν ἑαυτῷ | καὶ οὕτως οἴεται, πράττει δὲ κάκιον <ἢ> ὧς ἂν ρώμενος ἑαυτῷ. μισεῖ τὸν πλοῦτον, ἀποστρέφεται τὴν τρυφήν. τὴν <μὲν> προτέραν εὐδαιμονίαν ἡγεῖται, τῶν δὲ παρόντων κακῶν ἐραστής ἐστιν. αὐχ- μηρός ἐστι τὴν κόμην, ὠχρὸς τὴν χρόαν, κατηφὴς τῷ βλέμματι, ῥυπῶν τῷ σώματι καὶ μέχρι ἱματίου τοι- οῦτος ὑπαίθριος ταλαιπωρῶν, χαμευνῶν ἀνέχεται· τὸν ἥλιον φέρει, πρὸς κρύος ἀποδέδυται, κατείληπται δὲ λιμῷ, καίτοι αὔταρκες σίτου μεταλαβεῖν αὐτῷ καὶ [*](1 num τυγχάνει ὢν? 2 ὧς delendum censet Sintenis Ι γυμνὸς Laf | εἰκῆ πλουτεῖ, νόσῳ ἀλοῦς χαλεπωτάτη ὑφ’ ἧς οὐδὲ τὸ τῆς συμφορᾶς προιδέσθαι μοι δοκεῖ coni Re εἰκῆ πλουτῶν καὶ ἄλλως lacobs App Pors 325 Lect 99 3 πλουτῶν La sed ῶν f | ἣν om HVLaMa | ἄλλοις scripsi ex HVLa sed in hoc del f, Ma ἄλλους C edd Ι νόσον Laf 4 τὸ] οἱ HV οἷ Laf Ma Ι φορᾶς LaMa 5 ἀλλ’ Laf Ι ἐπῆκται scripsi auctore Re ὑπῆκται libri sed ὑ Laf, edd 6 „fort. ὑφ’ οὖ δοκεῖ aut ὥστε δοκεῖν“ Re Ι εὐδαιμονεῖν La sed εὐδ f 7 ὄντως Iacobs Lect 99 Ι κάκιον delendum censet Iacobs f ἣ inserui auctore Re om libri edd 8 ἑαυτῶ om Mor 9 μὲν inserui om libri edd) [*](10 ἠρεῖται V 11 χροιάν La | τῷ βλέμματι scripsi ex Η VLaMa τὸ βλέμμα C edd 12 τῷ σώματι scripsi ex HVLa τὸ σῶμα C edd om Ma 14 ἀποδέδυται scripsi ex HVLa sed in hoc δέδυ in δύε corr s ἀποδύεται CMa edd 15 λιμῷ inserui e CLaMa om HV edd | καίτοι scripsi καὶ τὸ libri edd | αὐτῷ scripsi ex HVMa αὐτὸν CLa edd αὐτάρκους σίτου μεταλαβεῖν αὐτὸν (sc. δεῖν se oportere capere cibi quod satis sit) coni Re)

    605
    ὕδατος εἰς κόρον ἐλθεῖν. καὶ βραχὺ καταδαρθὼν τὰ πολλὰ τῆς νυκτὸς διαγρυπνῶν μελαγχολᾷ.

    22. Τὸ δὲ ὅπως εἰς τοῦτο ἦλθε; δεινοί τινές εἰσι παρ’ ἡμῖν ἑτέρους διαφθείρειν ὄντες κακοδαίμονες αὐτοὶ τὴν τύχην, οἷς ἔργον οὐδὲν ἢ τὸ τιμωρεῖσθαι σφᾶς αὐτοὺς ὡς ἀδικοῦντας καὶ πιέζειν ἀγρυπνίᾳ καὶ λιμῷ καὶ πόνοις, τοὺς ὠχριῶντας λέγω, τοὺς ἀνυπο- δήτους, τοὺς γυμνοὺς ἐξ ἡμισείας, οἷς ἀπεύξαιτ’ ἄν τις καὶ περιτυχεῖν.

    ἐκεῖνοι τὸν τρόφιμον λαβόντες κατεγοήτευσαν πολλοῖς ῥήμασι παθόντες μὲν οὐδὲν δυσχερές, ὅτι δ’ εὐδαιμονεῖ φθονήσαντες καὶ σπεύ- δοντες αὐτοὶ μὴ μόνον ζῆν ἐλεεινῶς, ἀλλ’ ἔτι καὶ τοὺς ἄλλους Ι ὁρᾶν ἐν τοῖς ἴσοις. γόητες ἄνθρω- RIV 224 ποι καὶ πονηροὶ καὶ πάντα πείθειν δυνάμενοι, ὧν καλῶς ἡ Τύχη κατεψηφίσατο ταῦτα ἐν οἷς εἰσι, πε- " νίαν, παράνοιαν, λιμόν, τὸ τεθνηκότας ἐν ἀνθρώποις [*](2 Arist. ran. 931 5 Ter. heaut. 81 7 Arist. nub. 103 cf. t. 1 249,6 c. schol.; III 91, 12 sq. 16 Plat. Phaed. p. 67 E) [*](1 κἂν LaMa Ι punctum post ἐλθεῖν inserui et καταδαρθὼν scripsi καταδαρθεῖ ΗV καταδαρθῆ LaMa καταδαρθεῖν C edd Ι τὸ πολὺ Gasda 3 πῶς? | signum interrogationis posui ex Η colon reliqui libri edd 4 ἡμῖν scripsi ὑμῖν libri edd | ἑτέροις coni Re | διαφθείρειν ὄντες scripsi auctore Re διαφθείροντες libri edd 7 λέγω scripsi cum Iacobsio Add 103 Anth. Pal. III 686 et Meisero Ber. d. Bayr. Akad. 1905 II 159 coll Arist. 1. 1. γε HVLa edd sed tollendum censuerunt Re et Cobetus Coll 285 τε CMa | ἀνυποδήτους scripsi e La coll Arist. 1. 1. cum Iacobsio et Cobeto ἀνυποδέτους HVCMa edd cf. Phryn. lex. s. v. cum nota Lobeckii p. 445 8 ἀπεύξαιτ’ scripsi e LaMa ἀπεύξαιτο C edd ἀπεύξεται HV 11 δὲ HV om Ferr Mor qui inserendum coni Ι εὐδαιμονεῖ scripsi ex HVLaMa εὐδαι- μόνει C edd 12 τὸ ante μὴ La Ι „malim μόνοι“ Re Ι μὴ μόνον αὐτοὶ Gasda Ι ὅτι Ferr Mor qui ἔτι coni 13 τοῖς ἴσοις Ma sed ς ἴσο in ras m 2 14 πείθειν scripsi ut coni Re πείσειν libri edd 15 „fort. καλῶς ποιοῦσα“ Re 16 παροινίαν La sed α supra οι s Ι τεθνηκότας scripsi e Ma ut coni Re τε θνήσκοντας HVCLa edd)

    606
    εἶναι, οὗτοί μοι τὸν τρόφιμον ἀπολωλέκασι καί μοι τὸ κώνειον παρ’ ὑμῖν προπίνουσι αὐτοὶ πιόντες ἂν εἰκότως καὶ πρὸ ἡμῶν, εἴ γε ἐσωφρόνουν.

    ἀρίστου καιρὸς ἦν, ὁ τρόφιμος δ’ οὐδαμοῦ. δειπνεῖν ἔδει καὶ πάντα ηὐτρέπιστο, ὁ δ’ ἦν ἔτι παρ’ ἐκείνοις μελαγ- χολῶν. ἑσπέρα καὶ περαιτέρω τῆς ὥρας, ὁ δ’ ἐπάνεισι λιμοῦ μετέχων καὶ αὑτὸν κατέβαλεν οὐκ ἐπὶ σκίμπο- δος, ἀλλ’ ἐπὶ τῆς γῆς καὶ φαύλην εὐνὴν ὑποθεὶς ἄρτου μετάδοτε, φησίν, ἀρκεῖ δέ μοι καὶ ὕδωρ πίνειν. καὶ ὕπνον ᾑρεῖτο ἐπὶ τοῦ σχήματος. ἑωθινὸς δ’ ἀναστὰς καὶ φυγὰς τῆς οἰκίας γενόμενος ἦν παρ’ ἐκείνοις πανημέριος. ἐσπέρα πάλιν, ὁ δ’ ἐπὶ τὴν οἰ- κίαν ᾔει τῶν κυνῶν ἐλεεινότερον καὶ φαυλότερον δεῖπνον αἱρούμενος. τρίτη περίοδος καὶ τὸ αὐτὸ δρᾶμα ἀνεδιδάσκετο τῷ κακῷ τῷ ἐμῷ. τετάρτη καὶ πέμπτη [*](7 cf. IV 167, 23 R; t. I 151, 6 15 Philostr. Ap. Tyan. VI 11 p. 220, 10 K. hypoth. 1 ad Arist. ran. cf. Blomfield Aesch. Pers. praef. p. XXII sq.) [*](1 μου LaMa 2 ὑμῶν Ma | προπίνουσι scripsi auctore Re προπίνοντι libri sed αἰτεῖν ἀνανγάζουσι (sic) suprascr Lay, edd Ι αὐτοὶ La s 3 καὶ πρὸ ἡμῶν inserui ex HVLaMa om C edd | οἴ γε Η 4 δὲ Ma 5 εὐτρέπιστο Ma | ὁ δ’ scripsi ὅδ’ ὅδ’ La) libri edd 6 ὁ δ’ scripsi ὅδ’ HCMa edd ὅδ’ La οὐδ’ HV 7 λιμόν τε ἔχων La | αὑτὸν scripsi αὐτὸς Η V αὐτοῦ La sed in αὐτὸν corr n, Ma ὅτε C edd | κατέβαλεν scripsi e LaMa κατέλαβεν HVC edd 9 ἄρτου scripsi ut coni Re αὐτοῦ libri αὐτοῦ C) sed in αὐτῶ corr La n et ἄρτου μικροῦ suprascr y, edd 10 καὶ scripsi κἂν libri sed καὶ suprascr La s, edd 11 παρ’ Re γὰρ libri edd 12 ὁ δ’ scripsi cum Iacobsio Lect 99 ὅδ’ libri edd 13 ᾔει scripsi e La et Par 3017 cum Boissonadio Anecd. V 33 εἴη HV ἴη CMa edd | τῶν scripsi ex HVLa Par 3017 cum Sinteni τὸν CMa sed in hoc in ras, edd τὸ coni Mor Not | κενῶν V | ἐλεεινότερον καὶ φαυλότερον scripsi ἐλεεινότερος (sed ἔρος in ras La) καὶ φαυλότεροι (sed ι in ’ν corr Lay) ἐκείνων La Par 3017 om ΗV CMa edd 14 δείπνων HV)

    607
    ἡμέρα πάλιν, καὶ ἡ συνήθεια τῶν κακῶν ἐκράτει.