Declamatio 25

Libanius

Libanius, Declamatio 25, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

ἐρεῖς, εὖ οἶδα, πολλὰς ἐκείνη Λαίδας πρὶν ἀποθανεῖν ἀποδείξει τῇ πόλει. τοῦτο γάρ σοι τυγχάνει τὸ σπουδαζόμενον μόνους ἡμᾶς ἀκρασίαν νοσεῖν ἀποδεῖξαι παρὰ πάντας. εἰπὲ γάρ μοι, πότερον πρὶν οἰκεῖν ἐν Κορίνθῳ Λαίδα τὴν διαβολὴν ἴσχεν ἡ πόλις ἢ συνεισῆλθεν ἐκείνῃ τὸ νόσημα; οὐδεὶς οὕτως ἀτιμάζων ἐστὶ τὸ δίκαιον ὧς μέμψασθαί τι περὶ τῶν ἀρχαίων ἡμῖν. οὐκοῦν ἐκ τοῦ μηδὲν γενέσθαι πρὸ ταύτης αἰσχρὸν τῆς ὕστερον ἀδοξίας αἰτία φαίνεται.

30. Βούλομαι δέ σοι διὰ βραχέων εἰπεῖν, οἷα ἦν τὰ ἡμέτερα πρὶν τὴν ἑταίραν εἰσπηδῆσαι τῇ πόλει. ἡμεῖς ἐδείξαμεν ἐν θαλάττῃ τριήρεις καὶ τῇ καινότητι τῆς ἐργασίας ἐθαυμαζόμεθα. ἀμέλει Σαμίοις ὕστερον ναυπηγουμένοις ἄνδρας ἐπέμψαμεν τῆς τοιαύτης ἐπι- στήμονας τέχνης. οὐκ ἤρκεσε δὲ μόνον εὑρεῖν, ἀλλ’ ἐχρησάμεθα ταύταις Κερκυραίοις ναυμαχοῦντες τοῖς [*](13—15 Thuc. I13. Diod.S.XIV 42. 17cf.p.15,11.Thuc. I 13,2) [*](1 τηναρχὴν BVa 2 οὐκ ViMa sed in hoc γρ εὖ suprascr, ὢ 3 (??) Ma 5 παρὰ om Re 6 οἰκεῖν scripsi auctore Re cui oblocutus est Iacobs Add 95 Lect 122 ἥκειν libri edd 7 συνειςσῆλθεν Ma sed σύνεις in ras 2 litt m 3 συνῆλθεν Β sed ησ post συν inser, VaViCl | οὕτω Vi 9 πρὸ ταύτης ἐκ τοῦ μηδὲν γενέσθαι αἰσχρὸν Ma sed β supra πρὸ ταύ- της, ᾱ supra μηδὲν m 2, Cl αἰσχρὸν πρὸ ταύτης ἐκ τοῦ μηδὲν γενέσθαι Vi 10 οὖσα post φαίνεται inserendum coni Gasda) [*](11 δέ inser Va 2 | διὰ inser Ma 2 om ViCl | βραχέων Ma sed v e ς corr m 2, Cl sed v in σ corr m 2 βραχέως Vi | οἷα — 12 πόλει praemissis verbis ποτὲ δὲ οὔτε τῆς προθέσεως ἡ δύνα- μις ἐνεργ <ὸς> φαίνεται οὔτε τοῦ ῥήματος ἄλλη συντακτικὴ δύ- ναμις γίνεται ὧς καὶ παρὰ Λιβανίῳ citat Planudes ad Aesop. fab. 94 ed. Hausrath Byz. Zeitschr. Χ 102 12 ἑταίραν Οἶ’ sed αἶρ’ in ras m 2 ἑτέραν Vi | τῇ πόλει inser Μα 2 om ViCl 13 ἐν- εδείξαμεν Ma sed νε inser m 2 ἐδιδάξαμεν Β Va | θαλάσσῃ ViCl)

485
ἡμετέροις ἀποίκοις, οὐ γὰρ ἦν ἀξιόχρεως ἀνταγωνιστὰς εὑρεῖν ἢ οὓς ἀπῳκίσαμεν.

ἐφάνημεν χρήσιμοι τοῖς Ἀθηναίοις | ἐν τῷ πρὸς Αἰγινήτας ἐπικουροῦντες [*](R IV 442) πολέμῳ. ἠλευθερώσαμεν δουλείας Ἀθηναίων τοὺς Ἕλ- ληνας, οὐ γὰρ ἠνειχόμεθα δυνάμενοι παῦσαι τὰ δυσ- χερῆ μὴ γενέσθαι τοῖς ἀδικουμένοις προστάται. πλεί- στας ἀπῳκίσαμεν πόλεις τὴν Ἑλλάδα τῇ προσθήκῃ τοῦ γένους εὐεργετοῦντες. ταῦτα τὰ πρῴην ἡμῶν κατ- ορθώματα. ἀντεισῆκται δὲ νῦν ἀντὶ τῶν χρηστῶν τούτων μέθη καὶ κῶμοι καὶ πολυτελεῖς ἑστιάσεις. ἃ παῦσαι δεῖ τοὺς δόξης ὀρεγομένους.

32. Ἀλλ’ οὐ τῆς πόλεως ὅλης, φησίν, ἐστὶ τὸ βούλευμα, ἑταῖραι δὲ τῶν ἀδόξων τινὲς ζηλο- τυποῦσαι ἰδίᾳ πείθουσι τοὺς οἰκείους πορνο- βοσκοὺς τὸ κατ’ ἐκείνης ψήφισμα γράψαι προ- στησαμένους ἔνα σχηματιζόμενον ἐπιείκειαν. ἔοικας, ἄνθρωπε, τοὺς πορνοβοσκοὺς ἐσπουδακέναι σεμνύνειν καὶ βούλεσθαι τὰς ἑταίρας εὐδοκιμεῖν, ὅτι τῇ Λαίδι τὴν αὐτὴν ἐπιτηδεύουσι τέχνην. ἐντεῦθεν τοσούτων ἀγαθῶν αἰτίας ἀποδεικνύειν ἐπιχειρεῖς μηδὲ τοὺς πορνοβοσκοὺς αὐτῶν ἀποστερῶν τῆς εὐφημίας. εἰ γὰρ δοίημεν ἐκείνων εἶναι τὸ πᾶν, χάριν αὐτοῖς ὁμολογῆσαι προσήκει.

καὶ φαίην ἂν ἔγωγε θαρρῶν [*](3 Her. VI 89. Thuc. I 41 4 cf. p. 35, 1. Thuc. 1 66 sq.; 69, 1) [*](1 ἀξιοχρεωτέρους vel μᾶλλον ἀξιόχρεως coni Gasda 3 ἐπικουροῦντες ὢ sed ου(1) ex υ corr m 2 7 τῇ inser Va 2) [*](8 τὰ inser Ma 2 om Cl | πρώην HVaMa 10 καὶ(1) inser Va 2 11 τῆς ante δόξης edd sed „melius abest a Wolf“ Re delevi τῆς πρότερον vel τῆς παλαιᾶς coni Gasda 12 ἔστι MMaCl ἐστι BVaVi 14 ἰδία πείθουσι scripsi auc- tore Cobeto Coll 294 διαπείθουσι libri edd 20 μὴ δὲ HBVa ViMaCl 21 πορνοβοσκοὺς scripsi auctore Gasda προγόνους libri edd 22 αὐταῖς coni Mor)

486
αὐτοὺς ὑπὲρ τοῦ παντὸς ἀπολελογῆσθαι βίου, εἴ γε παρὰ τῶν εἰς ἡμᾶς πεπλημμεληκότων ἀξίαν τῶν ἁμαρ- τημάτων δίκην εἰσπραττόμενοι φαίνονται· εἰ δὲ τὴν πόλιν οἱ Λαίδος συνήγοροι προπηλακίζοντες τοὺς κοσμίως τραφέντας πορνοβοσκοὺς ὀνομάζουσι, μανία τὸ χρῆμα, καὶ δίκην εἰσπράξασθαι δεῖ τῆς ἀτοπίας τῶν λόγων ὑπονοεῖν τε κἀντεῦθεν ἔξεστιν, ὅσον πρὸς ἀκολασίαν ἐπτόηνται.

διὸ πάντα λέγειν τολμῶσι τοὺς μὴ ταὐτὰ φρονοῦντας περὶ τὴν ἄνθρωπον ἦς τοὔνομα πολλάκις λέγειν ὀκνῶ. οὐδὲν γὰρ ἀναδύεται [*](R IV 443) δυσχερὲς | πονηρὰ φύσις καταφρονοῦσα τῶν νό- μων καὶ πάντα τολμᾶν ᾑρημένη. ἐντεῦθεν καὶ συνη- γοροῦσιν ἑταίραις καὶ πρὸς τὸ δοκοῦν τὰς προσηγορίας τῶν πραγμάτων μετασκευάζουσι ῥᾳστώνην μὲν τὴν ἀκρασίαν, ἀνήμερον δέ τι χρῆμα τὴν σωφροσύνην ἡγούμενοι. τί οὖν θαυμαστὸν εἰ τοὺς σώφρονας οὗτοι πορνοβοσκοὺς ὀνομάζουσι; τῶν αὐτῶν δ’ ἂν εἴη καὶ τοὺς ἐναντίους, οἷοιπερ αὐτοὶ τετυχήκασι, τοῖς σεμνο- τέροις τιμᾶν ὀνόμασι.