Declamatio 24

Libanius

Libanius, Declamatio 24, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

παῖδες ὄντες πολεμεῖν εὐθὺς διδασκόμεθα κρίνειν ἀνδρίᾳ τὰ πράγματα παιδευόμενοι. αὕτη τῆς ἡμετέρας πολιτείας καὶ διαίτης ἀρχή. καὶ νικῶντες ὡς εἰπεῖν ἅπαντα τὸν χρόνον διεγενόμεθα. πέφυκε γὰρ ἡ προθυ- [*](1 Isocr. Archid. p. 123 e 9 Thuc. II 39, 2 10 Isocr. Archid. p. 128c; 135a 12 Isocr. Archid. p. 127 b | Eur. Phoen. 572) [*](15 ἀπράγμονα] ἀνενόχλητον Laur 2 Ma 2) [*](1 δοκῶ φενακίζειν MaClBaB | σεμνύνειν Ba 5 τούτου Β 8 ἦν om ClBaB inser Ma 3 | ἀεὶ ante φοιτᾶν Ma sed del m 3, ClBa scriptura in Cr incerta 12 οὐδὲν scripsi ex Η MaClBaB οὐδὲ MLaur edd scriptura in Cr incerta 13 τῶν ὅπλων μὴ σὺν ἀρετὴ MaClBa | ἁπτοίμεθα scripsi auctore Re ἁπτόμεθα libri edd 15 σπάρτην CrH et γρ in marg ma 2) [*](16 ἡμεῖς om Μ 18 ἀνδρεία CrHClBa edd cf. p. 446,8; 448, 5 | κελευόμενοι Β 20 πέφυκε — 448, 6 θεραπεύουσα omissa γὰρ particula citat Macarius fol. 18 r | πως post πέφυκέ Macar)

448
μία πάντα μέν, ὧς εἰκός, κατορθοῦν. ἢν δέ που τύχης ἀγνωμοσύνῃ σφαλῇ, θαυμάζεται μὲν οὐδὲν ἧττον παρ’ οἷς ἀρετὴ τυγχάνει τὸ σπουδαζόμενον, ἐπανορθοῦται δὲ κατορθώμασι δευτέροις τὰ φθάσαντα. ῥᾷον γὰρ ἀνδρία πέφυκεν ἀνακαλεῖσθαι τὰ πταίσματα χρησταῖς ἐλπίσι τὸν λογισμὸν θεραπεύουσα.

6. Βούλομαι δὲ καὶ τὴν ἄλογον μεταβολὴν τῆς τύχης διεξελθεῖν, οὐχ ἵνα τὸν κατήγορον εὐφράνω τοῖς διηγήμασιν, ὁ γὰρ ἀγανακτῶν ἐπὶ λύσει τῶν δυσχερῶν δῆλός ἐστι καὶ μέχρι τῆς ἀκοῆς αὐτῶν εὐφραινόμενος, οὐδ’ ἴνα τὰς συμφορὰς ὑπομνήσω τὴν πόλιν, ἀπώκνησα γὰρ ἂν ἐκείνων μνησθῆναι, νὴ τὸν Ἀγησίλαον τὸν ἐμόν, μὴ τῆς εὐκλείας ἡμεῖς τῶν προ- γόνων λείπεσθαι δόξωμεν, εἰ μὴ τοῖς δι’ ἐμοῦ πεπραγ- μένοις παρεμυθούμην τὴν συμφοράν, ἀλλ’ ἔνα τὴν εὔνοιαν ἢν ἔχω περὶ τὴν πόλιν ἐνδείξωμαι.

ἐπειδὴ [*](5 cf. p. 452, 1 10 cf. p. 460,11 11 Dem. p. 704,22; 348, 26) [*](13 Ἀγησίλαον οὗτος ὁ (om Ma *) πατὴρ τοῦ Ἀρχιδάμου ἢ πρόγονος Ἀγησίλαον Mor συγγενὴς οὗτος τοῦ Ἀρχιδάμου Μm cf. arg. ad Isocr. Archid.) [*](1 μέν om Macar | ἢν scripsi e Β εἰ reliqui libri Macar edd 2 σφαλεῖ Ma 4 καὶ ante κατορθώμασι Ma κατορθώ- μασιν Ferr Mor | δευτέροις scripsi e CrHMaClBaBLaur Macar ἑτέροις Μ edd 5 ἀνδρεία CrHMaClBa edd | τῶτε Ma sed del m 1 et χρησταῖς inser m 2 ταῖς ClBa 7 ἀλόγιστον Β 9 τῆ ante λύσει Η incertum utrum etiam Cr 11 οὐδ’ — 12 πόλιν citat praemisso Λιβάνιος Andr. Lopadiota lex. Vindob. s. v. ὑπομιμνήσκω p. 181, 12 ed. Nauck | οὐχ CrHMa Lopad | τῆς συμφορᾶς coni Iacobs Ach Τ 501 Lect 120 at cf. Dem. 11. 11.) [*](14 εἰ — 15 συμφοράν in marg Ma om Οἶ’ 15 τὴν inser Ma2)

449
γὰρ ἔδοξέ ποτε μετὰ Θηβαίων γενέσθαι τῇ Τύχη, πρέσβεις οἱ κατάρατοι πέμψαντες Μεσήνης, ὦ θεοί, παραχωρεῖν τοῖς Λακεδαιμονίοις προσέταττον. ἡ γὰρ παράλογος εὐπραγία τὴν ἐκατέρων αὐτοὺς ἀγνοεῖν παρεσκεύαζε δύναμιν. εἴπερ εἰρήνης ἐπιθυμεῖτε, φασίν, αὕτη τῆς ἀσφαλείας ἡ πρόφασις· εἰ δὲ φρονήματος ἔχεσθε καὶ | μετὰ πεῖραν Θη- [*](Ρ ΙV 424) βαίων Λακωνικοῦ, πολέμῳ Μεσήνην μετὰ τῆς ὑμετέρας κτησόμεθα. ταῦτα Θηβαῖοι Λακεδαιμονίοις ἠπείλουν

ἔδει μὲν οὖν ἡμᾶς, εἴπερ τι τῶν δεόντων ἐγίγνετο, τοὺς ἐπὶ τῶν Μηδικῶν ζηλώσαντας πρῶτον μὲν τοὺς πρέσβεις ἐμβάλλειν ἔνθα καὶ τοὺς ἀπὸ τῶν βαρβάρων οἱ πρόγονοι, εἶτα δὲ βουλῆς οὐ δεῖσθαι τὸ χρῆμα νομίσαντας δεῖξαι Θηβαίοις εὐθὺς ὡς οὐκ οἶδεν ἡ Σπάρτη πλημμελήμασιν ἀλόγου τύχης ὑποχωρεῖν. ἐκκλησίας δὲ ὅμως καὶ βουλῆς ἐπὶ τούτοις οὐκ οἶδ’ ὅπως συμβάσης ἐγὼ μὲν ἐξ ἀρχῆς ἐσιώπων καὶ τοὺς [*](7 cf. ad p. 445, 9 11 cf. ad p. 222, 2 12 Her. VII 133) [*](15 cf p. 456, 2) [*](1 Θηβαίων] ὅτε τὴν ἐν Λεύκτροις νίκην ἔσχον MmLaurMa 2 Mor τὰ δὲ Λεῦκτρα τόπος τῆς Βοιωτίας add LaurMa 2 12 τοὺς πρέσβεις Ξέρξου γῆν καὶ ὕδωρ Ἀθηναίους αἰτοῦντας εἰς φρέαρ ἐνέβαλον Mm εἰς τὸ (om Laur) φρέαρ δηλονότι οἱ γὰρ τοῦ Ξέρ- ξου πρέσβεις ὕδωρ καὶ γῆν ἐζήτουν τοὺς Ἀθηναίους LaurMa 2 Mor) [*](1 τῇ Τύχη scripsi ex Η scriptura in Cr parum certa τὴν τύχην reliqui libri edd 2 Μεσσήνης CrH μεσίνης Cl μεσί- νην Ba 3 ἐπέταττον Ma sed γρ πρόσ’ supra ἐπ m 2, ClBa 5 παρεσκεύασε MaClBa 6 φησίν Β ἔφασαν coni Gasda 8 Μεσσήνην CrH μεσίνην Ba μεσίνη Cl 9 ἡμετέρας Ba Ferr Mor ὑστεραίας MaCl 11 ἐγίνετο CrBaLaur edd | Μηδικῶν scripsi coll p. 222,2; 298,17; 306,7 μηδῶν libri edd 12 ἐμβαλεῖν Β 15 voce σπάρτη des Cr | πλημελήμασιν MaM cf. t. III 343, 4; 397, 2; V 272, 9)

450
γεγηρακότας προσεδεχόμην ἄξιόν τι τοῦ γένους καὶ τῆς ἡλικίας προφέρειν, οἱ δὲ παρελθόντες εἰς μέσον λόγους διεξήρχοντο πρὸς ὑμᾶς, οὓς παρὰ Θηβαίοις, ἀλλὰ μὴ παρ’ ἡμῖν ἔδει ῥηθῆναι.

ὁ μὲν ἔφη δεῖν ποιήσασθαι τῶν πόνων ἀνάπαυλαν, ἕτερος ἐλευθἐ- ραν καταστῆσαι πολεμίων τὴν πόλιν, ἄλλος ἀφεῖναι Μεσήνην διὰ τὴν ἀνάγκην αὐτόνομον, ἤδη δέ τις εἰπεῖν, ὦ θεοί, Λακεδαιμονίοις τετόλμηκεν· ἄμαχοι Θηβαῖοι καὶ δεῖ κελεύουσι πείθεσθαι. Σέριφόν τις οἰκεῖν τούτων ἀκούων, οὐ τὴν ἡμετέραν <ὰν> ὑπώπτευσε. δειναὶ γὰρ αἰ συμφοραὶ τοῦ παραμυθου- μένου χηρεύουσαι, δεῖ γάρ τι καὶ πρὸ τούτων εἰπεῖν, φρόνημα ταπεινῶσαι καὶ λίαν ὑπέρογκον.

ἐγὼ μὲν οὖν ἀγανακτῶν οἴοις ἡ πόλις χρῆται συμβούλοις πά- [*](3 Isocr. Archid. p. 116 a 5 Thuc. II 38 9 Isocr. Archid. p. 116 a) [*](9 Σέρριφος νῆσος εὐτελεστάτη Mm Σέριφος σέρριφος Laur) νῆσος εὐτελὴς καὶ οὐ λόγου ἀξία LaurMa2) [*](1 ἄν ante τι Β 2 προφέρειν scripsi φρονεῖν HMaCl BaMLaur edd εἰπεῖν Β ἐρεῖν Cobet Coll 294 3 ἡμᾶς MaCl Ba | θηβαίων HMaClBa 4 ὑμῖν ΗΒ | ἐδεῖτο ClBa | ante ῥηθῆναι ras 2 litt Ma 5 δὲ post ἕτερος ΒΜ 6 πολέμων Ma sed γρ΄ πολεμίων suprascr m 2, Cl 7 μεσσήνην Η μεσίνην ClBa 9 δεῖ om Ba | σέρριφόν ΗΒΜ 10 τοῦτον Ba | ἀκούων, οὐ τὴν ἡμετέραν om Ba οὐ τὴν ὑμετέραν in marg inser Ma | ἂν post ἡμετέραν inserui cum Gasda, post Σέριφον Iacobs Lect 121 om libri edd 11 δειναὶ — 13 ὑπέρογκον citat omissis verbis 12 δεῖ — εἰπεῖν Macarius fol 81 v δειναὶ γὰρ] δειναί πως Macar 12 comma post χηρεύουσαι posui auctore Re punctum libri edd | πρὸ scripsi e ΒΜ πρὸς HMa sed in hoc e (??) corr m 3, ClBaLaur edd | τοῦτον HMaClBa | comma post εἰπεῖν posui ex ΗΜ ut coni Re om reliqui libri edd 14 γὰρ MaClBa | οἴοις scripsi auctore Cobeto Misc 156 ποίοις libri edd)

451
λῖν ἐγκαλυψάμενος ἐσιώπων, ἐπῄνουν δὲ τὸν νόμον κατ’ ἐμαυτόν, ὅς οὐκ ἐᾷ τοὺς ἐξ ἑτέρας τοῖς τῶν Λακε- δαιμονίων ἐπιμίγνυσθαι πράγμασιν, ὅπως μὴ γνοῖεν οἶς ἐπιμελές ἐστι τὰ τῆς Σπάρτης ἐπιτηρεῖν ἀμαρτή- ματα. ὧς δὲ τοιαῦτα λέγοντες, ὧς εἴθε μηδὲ τὴν ἀρχὴν ἦσαν φθεγγόμενοι, μόλις ἐπαύσαντο, ἐκάλει δὲ λοιπὸν ὁ κῆρυξ | τὸν ἀντερεῖν τούτοις βουλόμενον, ὑπή- [*](R IV 425) κουε δὲ τῶν παρόντων οὐδείς, ἐδήλουν δὲ πάντες σιωπῇ καλῶς ἔχειν ἀκονιτὶ παραδοῦναι Θηβαίοις τὸ τρόπαιον, ἐθρήνουν ἐγὼ καὶ τοὺς πάλαι κειμένους ἀπεκάλουν εὐδαίμονας.

ἐνταῦθα παρελθὼν καὶ πάλιν ὁ κῆρυξ ἄκων μέν, ὡς ἡγοῦμαι, ἐτόλμα δὲ ὅμως εἰπεῖν· πᾶσι δοκεῖ Μεσήνης ἀφίστασθαι, ἐπι- λαβόμενος δὲ ἐγὼ τῆς τοῦ κήρυκος φωνῆς ἐβόων· μὴ συναρίθμει κἀμὲ τοῖς καθαιροῦσιν, ἄνθρωπε, τῆς Σπάρτης τὸ φρόνημα. θαυμάσαντες ὑμεῖς, μᾶλλον δὲ τὸ ῥηθὲν ἐξαίφνης ἀποδεξάμενοι, πέφυκε γὰρ τὸ δαιμόνιον τοῖς ἐπιτηδεύουσιν ἀρετήν, κἂν <εἰ> λήθην τινὰ πρὸς βραχὺ λάβοιεν ἑαυτῶν, πάλιν ἀνα- [*](2 Thuc. I 77, 4. Plut. Lyc. 27) [*](2 τοῖς] τῆ MaClBa 3 πράγμασιν om ClBa in marg inser Μa 2 5 μὴ δὲ HMaClBaB Ferr | τηναρχὴν BaB 6 ἐκάλει — 7 βουλόμενον om Β 7 Κήρυξ Ba | ὑπήκουσε Μ) [*](9 ἀκονιτὶ scripsi ex H coll p. 128, 5 et p. 459, 5 ἀπονητὶ MaClBaBMLaur edd 11 καὶ om Η 12 δ’ Β | ὅλως Ma sed γρ΄ μ supra λ m 2, ClBa 13 δοκεῖν Gasda | μεσσήνης Η | comma posui e MaCl cum Gasda signum interrogationis HBa BMLaur edd 14 ἐγὼ inserui e Μ om reliqui libri edd | τῆς om Laur Ferr 16 οὖν post θαυμάσαντες Β, καὶ ante vel post δὲ inserendum coni Gasda 17 πέφυκε — 452, 1 εὔκλειαν omissa particula γὰρ citat Macarius fol. 81 v 18 εἰ inserui coll t. IV 293, 11; V 504,4 om libri Macar edd εἰ καὶ (aut κἂν — λάβωσιν) coni Iacobs Lect 121 19 τινὰ] ἤ τι HMaClBa ἥντινα Macar | λάβοιεν scripsi e MaClBaB Macar ut coni Re λάβοι ἐν HMLaur edd | ἑαυτῶν scripsi)

452
καλεῖσθαι τὴν εὔκλειαν, παρεκαλεῖτε πρὸς τὸ βῆμα φοιτᾶν καὶ λέγειν παρεκελεύσασθε τῷ νέῳ τὰ χρήσιμα.

πυνθανομένου δέ μου πολλάκις καὶ τῶν πολιτῶν ἕκαστον ἐρωτῶντος εἰ δεῖ κἀμὲ τὴν οἰκείαν ἀποφή- νᾶσθαι γνώμην, τὸ γὰρ ἐθέλειν με τὸ δοκοῦν τῷ νόμῳ ποιεῖν ἐπεῖχε τὴν γλῶτταν καἰ ὀκνηρότερον ἀπειρ- γάζετο πρὸς τὴν τῶν δεόντων παραίνεσιν, ἔδωκε τὸ πλῆθος τὴν ἄδειαν καὶ παρελθὼν εἶπον ἐλεύθερόν τι καὶ τῶν προγόνων ἐπάξιον. ὑπέμνησα Λεωνίδου καὶ τῶν τριακοσίων ἐκείνων καὶ πολεμεῖν παρῄνουν. ὑμεῖς δὲ εὐθὺς ἐπενεύσατε.