Declamatio 24

Libanius

Libanius, Declamatio 24, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

4. ἡμῖν πάτριον ἦν εἴς τε πολέμους φοιτᾶν καὶ διὰ πόνων ἀεὶ καρποῦσθαι τὴν εὔκλειαν. ἐντεῦθεν ὑπῆρχε τοὺς Σπαρτιάτας ὁρᾶν τον ζῆν ἀδόξως προτι- μῶντας τὸν θάνατον. ταύτην ἡμεῖς τὴν διάνοιαν ἐ̓χον- τες πανταχοῦ τρόπαια γῆς ἀνεστήσαμεν οὐδὲν | [*](R IV 423) εἶναι νομίζοντες, ὅτε μὴ σὺν ἀρετῇ τῶν ὅπλων ἀπτοί- μεθα. ἄμεινον γὰρ ἐδόκει δόξαν ἔχειν ἀθάνατον ἢ σωτηρίαν ἀπράγμονα τοῦτο φυλάττει τὴν πόλιν ἀτεί- χιστον. ἐν ὅπλοις γὰρ ἡμεῖς ὁριζόμεθα τὴν ἀσφάλειαν.

παῖδες ὄντες πολεμεῖν εὐθὺς διδασκόμεθα κρίνειν ἀνδρίᾳ τὰ πράγματα παιδευόμενοι. αὕτη τῆς ἡμετέρας πολιτείας καὶ διαίτης ἀρχή. καὶ νικῶντες ὡς εἰπεῖν ἅπαντα τὸν χρόνον διεγενόμεθα. πέφυκε γὰρ ἡ προθυ- [*](1 Isocr. Archid. p. 123 e 9 Thuc. II 39, 2 10 Isocr. Archid. p. 128c; 135a 12 Isocr. Archid. p. 127 b | Eur. Phoen. 572) [*](15 ἀπράγμονα] ἀνενόχλητον Laur 2 Ma 2) [*](1 δοκῶ φενακίζειν MaClBaB | σεμνύνειν Ba 5 τούτου Β 8 ἦν om ClBaB inser Ma 3 | ἀεὶ ante φοιτᾶν Ma sed del m 3, ClBa scriptura in Cr incerta 12 οὐδὲν scripsi ex Η MaClBaB οὐδὲ MLaur edd scriptura in Cr incerta 13 τῶν ὅπλων μὴ σὺν ἀρετὴ MaClBa | ἁπτοίμεθα scripsi auctore Re ἁπτόμεθα libri edd 15 σπάρτην CrH et γρ in marg ma 2) [*](16 ἡμεῖς om Μ 18 ἀνδρεία CrHClBa edd cf. p. 446,8; 448, 5 | κελευόμενοι Β 20 πέφυκε — 448, 6 θεραπεύουσα omissa γὰρ particula citat Macarius fol. 18 r | πως post πέφυκέ Macar)

448
μία πάντα μέν, ὧς εἰκός, κατορθοῦν. ἢν δέ που τύχης ἀγνωμοσύνῃ σφαλῇ, θαυμάζεται μὲν οὐδὲν ἧττον παρ’ οἷς ἀρετὴ τυγχάνει τὸ σπουδαζόμενον, ἐπανορθοῦται δὲ κατορθώμασι δευτέροις τὰ φθάσαντα. ῥᾷον γὰρ ἀνδρία πέφυκεν ἀνακαλεῖσθαι τὰ πταίσματα χρησταῖς ἐλπίσι τὸν λογισμὸν θεραπεύουσα.

6. Βούλομαι δὲ καὶ τὴν ἄλογον μεταβολὴν τῆς τύχης διεξελθεῖν, οὐχ ἵνα τὸν κατήγορον εὐφράνω τοῖς διηγήμασιν, ὁ γὰρ ἀγανακτῶν ἐπὶ λύσει τῶν δυσχερῶν δῆλός ἐστι καὶ μέχρι τῆς ἀκοῆς αὐτῶν εὐφραινόμενος, οὐδ’ ἴνα τὰς συμφορὰς ὑπομνήσω τὴν πόλιν, ἀπώκνησα γὰρ ἂν ἐκείνων μνησθῆναι, νὴ τὸν Ἀγησίλαον τὸν ἐμόν, μὴ τῆς εὐκλείας ἡμεῖς τῶν προ- γόνων λείπεσθαι δόξωμεν, εἰ μὴ τοῖς δι’ ἐμοῦ πεπραγ- μένοις παρεμυθούμην τὴν συμφοράν, ἀλλ’ ἔνα τὴν εὔνοιαν ἢν ἔχω περὶ τὴν πόλιν ἐνδείξωμαι.