Declamatio 24

Libanius

Libanius, Declamatio 24, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

1. Χάριν ἔχω τοῖς σεσωκόσι θεοῖς δι’ ἐμοῦ τὴν πόλιν, ὦ ἄνδρες Λακεδαιμόνιοι, κἂν δεήσῃ με νῦν παθεῖν, οὐκ ἀποκνήσω τὸν κίνδυνον, ὅτι φρονήματος Λακωνικοῦ πεφυλαγμένου τῇ Σπάρτῃ ὁ χρηστὸς οὑτοσὶ τῆς ἐμῆς ἡλικίας κατήγορος δίκην τῆς εὐεργεσίας εἰσ- πράττεται δι’ ἣν αὐτῷ γραφὴ καὶ βῆμα καὶ λέγειν ἐπ’ ἐξουσίας, τῆς ἐλευθερίας τὰ σύμβολα. εἰ γὰρ τοῖς πολεμίοις κατὰ νοῦν ἐξέβη τὰ πράγματα καὶ Μεσήνης, ἐφ’ ᾗ μέγα φρονοῦμεν, κελεύουσι Θηβαίοις ὑπεχωρή- σαμεν, ὅ τῇ μὲν ἐνίων προαιρέσει συμβάν, τῇ δὲ | παρ’ ἐμοῦ πρὸ τῶν κινδύνων προνοίᾳ κωλυθὲν [*](R IV 422) φαίνεται, τί προσδοκᾶν ὑπῆρχεν, εἰπέ μοι, χρηστόν; δουλεύειν Λακεδαιμονίους, ὦ Ζεῦ, Θηβαίοις ἐλείπετο μετὰ Πύλας καὶ Πλάταιαν καὶ τὰ πολλὰ τρόπαια τῶν [*](10 cf. p. 449, 7; 451, 16 11 cf. t. II 144, 3) [*](11 ἰστέον ὅτι ἡ Σπάρτη ὠνομάζετο καὶ Λακεδαίμων, ἥτις καὶ Λακεδαιμονία λέγεται ἐντὸς τῆς Λακωνικῆς οὖσα ἥτις ἐστὶ θέμα, ἡ δὲ Λακωνικὴ μέρος τῆς Πελοπονήσου LaurMa 2) [*](5 ὁ om Η | τίς post λόγους Η 6 Ἡ μελέτη in marg Cl om Μa Μελετῶμεν τὸν Ἀρχίδαμον Mor Re 8 μὲν νῦν Η Β Mor μεννῦν Ferr 11 voce τῆς inc Cr fol. 16 v | τῆς(2) om CrH 14 μεσσήνης CrH μεσίνης ClBa 16 ἐνίων] ἐν Ba) [*](18 ὑπῆρχεν, εἰπέ μοι, χρηστόν scripsi e CrHMaClBaB Bursa ὑπῆρχε χρηστόν, εἰπέ μοι MLaur edd 19 θηβαἰους ὦ ζεῦ Ma | δουλεύειν ante Θηβαίοις repetendum coni Markowski (Bursa: Servire lacedemonios, ο Iupiter, servire thebauis) 20 num Πλαταιὰς, ut p. 356, 15?)

446
βαρβάρων.

ἐπειδὴ δέ τινος αἰσχροῦ πεῖραν λαβεῖν ἡ νεότης ἡ ἐμὴ διεκώλυσε, προσποιούμενοί τινες τοῖς νόμοις ἐπικουρεῖν, τῇ δ’ ἀληθείᾳ συναλγοῦντες Θη- βαίοις καὶ τῆς κατηγορίας τὴν αἰτίαν εὐπρόσωπον ἔχοντες ἑτέραν ἀδοξίαν περιποιοῦσι τῇ πόλει. διδόασι γὰρ τοῖς βουλομένοις τῶν Ἑλλήνων ὑπονοεῖν ὧς Λακε- δαιμόνιοι τύχῃ νενικηκότες, οὐκ ἀρετῇ τοὺς οἰκείους ὑπὲρ ἀνδρίας εὐθύνουσι δέει τοῦ μὴ παθεῖν ἐπισφαλῆ τὴν προθυμίαν ἐν τοῖς κινδύνοις ἡγούμενοι. τούτου χάριν γραφέσθω με νῦν ὁ βουλόμενος. οὐδέποτε γὰρ τὸ Σπαρτιάτης ὑπάρχειν ἑκὼν εἶναι προδώσω.

ἐγὼ μὲν οὖν ᾤμην μετὰ τὴν λύσιν τῶν ἐλπισθέντων ἡμῖν δυσχερῶν καὶ τὸ τρόπαιον ἐκεῖνο τὸ πολλοὺς εἰς δά- κρυα κινῆσαν ὑφ’ ἡδονῆς εὐθὺς οἷά τις Ὀλύμπια νενικηκὼς στεφανηφορεῖν καὶ τῆς Λακεδαίμονος σωτὴρ ὀνομάζεσθαι· νυνὶ δὲ δι’ ὧν εὐθυμεῖν τῇ πόλει καὶ τῷ κατηγόρῳ πεφιλοτίμηται μόνῳ κινδυνεύειν ἐμοὶ συνέβη τῷ δεδωκότι τῆς εὐημερίας τὴν πρόφασιν. ἀλλ’ [*](4 Dem. cor. p. 277, 15 15 Dem. Mid. p. 530, 28) [*](11 ὅτε τὸ εἷναι κατὰ τοῦ ἑκὼν τεθῇ, τὸ εἷναι ἀργόν ἐστιν in marg Laur 2) [*](1 τινας ClBa τοσούτου coni Iacobs Lect 120 et in marg exempl. ed. Reisk. 2 ἡ ἐμὴ νεότης Β 7 τύχη scripsi τύχη MaClBaLaur Ferr τύχην ΗΒΜ Mor Re scriptura in Cr incerta casu vertit Bursa 8 ἄνδρε ίας HBa edd scriptura in Cr in- certa cf. p. 447, 18 | μὴ om Ba 9 τὴν προθυμίαν ἐπισφαλῆ MaClBa 10 με Laur sed ε in ras μὲν Β Mor om Ba scrip- tura in Cr incerta 11 εἷναι om Η οἶμαι Ba scriptura in Cr incerta 12 ἐμοὶ Μ sed ἡμῖν in marg 13 καὶ om MaClBa) [*](14 νικῆσαν Ma 16 ὧν scripsi ex HMaClBaBM ὃν Laur edd scriptura in Cr incerta 17 κακούργω Ma sed κατηγόρῳ suprascr m 2 | πεφιλοτίμημαι Ma sed τ supra μ(2) m 3 et γρ φιλοτίμως δέδοται suprascr m 3 Cl)

447
ἔνα μὴ ῥήμασι φενακίζειν δοκῶ τὴν ἀρετὴν σεμνύνων τὴν ἐμαυτοῦ, μικρὰ βούλομαι τοὺς πολλοὺς ὑπομνῆσαι πῶς εἶχεν ἐκ τοῦ παντὸς χρόνου τῇ πόλει τὰ πράγ- ματα καὶ πῶς προσηνέχθην τούτοις ἐγώ. γνώσεσθε γὰρ ἐκ τούτων σαφῶς εἴτε χάριτος ἄξια τυγχάνει τὰ παρ’ ἡμῶν εἴτε τῷ κατηγόρῳ εὐλόγως τὰ τῆς γραφῆς μεμηχάνηται.