Declamatio 24

Libanius

Libanius, Declamatio 24, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

21. Ἀλλὰ δέδωκας, φησίν, ἀφορμὴν θρασύ- νεσθαι τῇ νεότητι. τοῦτο γὰρ αὐτοῦ τῆς κατηγορίας τὸ μέγιστον, μηδὲ παύσαιντό γε, θεοὶ σωτῆρες, οἱ νέοι καιροῦ καλοῦντος παραπλησίως ἐμοὶ θρασυνό- μενοι, εἴ γε θράσος δεῖ τὴν παρρησίαν ὀνομάζειν τὴν εὔλογον. ἀπόκριναι γὰρ πυνθανομένῳ μοι παρελθών· τίνος ἕνεκεν ὁ νόμος εἴργει τοῦ βήματος τὴν νεότητα, τοῖς δὲ γεγηρακόσιν ἐπ’ ἀδείας λέγειν δεδώρηται; ἢ δῆλον ὡς τοὺς μὲν εὖ φρονεῖν ὑπο- λαμβάνων καὶ δι’ ἐμπειρίαν τὸ λυσιτελοῦν εἰσηγεῖσθαι τῇ πόλει, τοὺς δὲ διαμαρτάνειν μήπω τῆς ἡλικίας πεπαιδευμένης εἰδέναι τὰ πράγματα;

ἐξετάσωμεν τοίνυν οἶά ποτε πείθειν ἐπειρῶντο τὴν πόλιν ἑκάτεροι. ὠνησώμεθα τὴν εἰρήνην δουλείας ἐβόων οἱ γέ- ροντες, ἔξεστιν ἄγειν ἡσυχίαν ἀκίνδυνον. οὐ δεῖ τραυμάτων καὶ πολέμου τῇ Σπάρτῃ. ταῦτα τῆς σωφρονούσης ἡλικίας τὰ ῥήματα. ὦ πόνοι καὶ μάχαι καὶ τὰ σεμνὰ τῆς Λακεδαίμονος τρόπαια. ἀνανεοῦμαι [*](5 Xen. Hell. III 3, 4 inser Mas om Cl | τοῖς συκοφάνταις, ἀνέχεσθαι scripsi e ἀνέχεσθαι τοῖς συκοφάνταις ἀνέχεσθαι. Η ἀνέχεσθαι τοῖς συκο- φάνταις Ma sed α supra τοῖς συκοφάνταις et β supra ἀνέχεσθαι m 3, BaMLaur edd ἀνέχεσθαι τῆς συκοφαντίας Cl) [*](1 μέλλοντα in marg Ma 3 om Cl | τῆς πόλεως Cl 2 γε- νέσθαι Ba 3 ἀφορμὴν φησὶν MaClBa 5 μὴ δὲ HMaClB Laur | παύσαιντό scripsi e Β παύσοιντό reliqui libri edd 6 ὁμοίως Cl sed παραπλησίως in marg, Ba 7 δὴ Β 9 νό- μος scripsi ex HMaClB δῆμος BaMLaur edd | εἴργει Η 12 καὶ inser Ma 3 om ClBa 15 οὖν MaClBa | οἶά ποτε in οἷα πότε corr Ma 3 οἶα τότε Η 16 ὠνησόμεθα Β | δουλείας ἐβόων scripsi e MaClBa ἐβόων δουλείας HBMLaur edd 17 ἡσυχίαν inser Ma 3 om ClBa 18 πολέμων Ba τραυμά- των Cl | τῆς om ΜaClBa 20 ἀνανεοῦμαι — 458, 1 ἐκεῖνον)

458
τῇ μνήμῃ τὸν Ὀθρυάδην ἐκεῖνον καὶ τουτουσὶ καλεῖν Λακεδαιμονίους αἰσχύνομαι.

τὰ δὲ τῆς ἐμῆς ποῖα νεότητος; οὐδέποτε κινδύνων δεῆσαν ἡ πόλις ἀπέσχετο. τούτοις τὴν παρὰ πᾶσι δόξαν ἐπαι- νουμένην ἐκτήσατο. ἀναμνήσθητε τῶν ἐν Πύ- λαις ὑπὲρ ἐλευθερίας τῶν Ἑλλήνων δεδωκότων τὰ σώματα. δικαστῇ γὰρ τῶν διαφορῶν ἀεὶ τῷ πολέμῳ χρωμένη δημοσιεύει τὴν ἀρετήν. τῆς γοῦν Ἑλλάδος παρ’ ἀξίαν ποτὲ μιᾷ πόλει δε- δουλωμένης οἰκείαν συμφορὰν οἶ τότε Λα- [*](R IV 429) Λακεδαιμόνιοι | τὸ πάθος νομίσαντες πᾶν ὁτιοῦν πάσχειν ᾤοντο δεῖν ἢ περιιδεῖν τοὺς ἄλλους δουλεύοντας, καὶ ταῦτα δίκῃ τῶν Ἀθη- ναίων ἀξιούντων τὰ πράγματα κρίνεσθαι. εἶτα, πρὸς θεῶν, ὑπὲρ μὲν ἄλλων ἔδει τοσοῦτον [*](1 Her. I 82. Isocr. Archid. § 99 p. 136 d 4 Her. I 86,3 5 Isocr. Archid. § 52 p. 126 e 6 Isocr. Archid. § 99 et 83 p. 136 c et 133 b. Dem. Phil. III p. 129, 5 9 Thuc. IV 92, 3; I 68, 3 13 Thuc. I 72 sq.; II 11, 5) [*](1 Ὀθρυάδην] πρόγονος οὕτος τῶν Λακεδαιμονίων MmMa 2 citat praemissis verbis ἀνανεοῦμαι τῇ μνήμη τόδε κάλλιον λέγειν ἢ εἰς μνήμην λαμβάνω. ὁ αὐτὸς Λιβάνιος Thomas Magister s. v. ἀνανεοῦμαι p. 29, 1 R) [*](1 γνώμῃ MaCl | οὑτωσὶ Ma sed γρ τουτουσὶ in marg m 3, Cl 2 τοὺς ante Λακεδαιμονίους Ma sed del m 1, ClBa 4 πᾶσι θαυμαζομένην δόξαν Η πᾶσιν ἐπαινουμένην δόξαν Β 5 ἐκτήσαντο Ma ἡ πόλις ἐκτήσατο Ba | ἀναμνήσθητε scripsi e Β coll Isocr. 11. 11. ἀναμνήσθητι reliqui libri edd 6 ὑπὲρ scripsi ex HMaClBaBM cum Iacobsio Add 270 Lect 121 et Gasda ὐπ’ Laur edd sed „malim ἐπ’ ἐλευθερίᾳ“ Re 7 δια- φορῶν scripsi ex HMa sed in hoc in διαφόρων corr m 2, ClBa Β διαφόρων MLaur edd 9 παραξίαν ClBaM 10 οἰκείαν τότε συμφορὰν τὸ πάθος Ma 12 ὅτι οὖν Οἶ’ 15 ἔδει Ma sed ἑ ex η corr m2)

459
ἀναδέξασθαι κίνδυνον, ὅπως δὲ μὴ δουλεύσω- μεν ἡμεῖς μηδὲ Θηβαῖοι Λακεδαιμονίων κρείτ- τους ἀμελετήτως γένωνται, ῥᾳθυμίαν τινῶν δίκαιόν ἐστιν εἰσηγουμένων ἀνέχεσθαι; καὶ τί λείπεται πλὴν ἀκονιτὶ διδόναι Θηβαίοις τὰ πράγματα;

ταῦτα τῷ νέῳ δημηγοροῦντι πειθό- μενοι μεμενήκατε Λάκωνες. ταῦτα γερόντων ὧς ἀληθῶς ὁ νόμος κρίνει τὰ ῥήματα. πολιὰν αἰδεῖσθαι χηρεύου- ’σαν οὐκ οἶδε φρονήσεως. ἀλλ’ ὅμως ἐπὶ τούτοις εὐθύ- νομαι δέον ἐπὶ δημηγορίᾳ Λακωνικῇ καὶ πρὸ τῆς νίκης θαυμάζεσθαι καὶ μετὰ τὴν πεῖραν στεφάνων ἀξιοῦσθαι καὶ δωρεῶν.

25. Ἀποδέχομαι τὴν νίκην, φησί, καὶ τῷ τρο- παίῳ συνήδομαι, πραχθῆναι δὲ μᾶλλον ἐχρῆν ἑτέρου παραινοῦντος, οἷς τὴν ἐξουσίαν ὁ νόμος ἐπέτρεψε. κατηγόρει τῶν σεσιωπηκότων ἅπερ ἐμὲ γράφῃ φθεγξάμενον. οὐδεὶς τὴν ἡμετέραν φωνήν, οἶς τὴν ἐξουσίαν ὁ νόμος ἔδωκεν, ὑπεκρίνατο. σὺ δὲ τὸν εὐεργέτην τῆς ἑτέρων ἁμαρτίας ἐθέλεις δίκην εἰσπράτ- τεσθαι, οὗ μᾶλλον τοῖς πράγμασιν ἔδει προσέχειν τὸν [*](3 Plat. conv. p. 173 C. Chorie. Lyd. § 3 p. 11, 22) [*](1 κίνδυνον MMa sed γρ΄ πόλεμον in marg Μ et supra κίνδυνον Ma 2 πόλεμον Β 2 μὴ δὲ HMaClBaBLaur 3 ἀμελούντων HBa | γένωνται scripsi γενήσωνται H γε- νήσονται reliqui libri edd 4 ἐστιν om ClBa 5 ἀκονιτὶ scripsi ex Η ἀκονητί Β ἀπονητὶ Μ ἀπονητὶ MaClBaLaur edd cf. p. 451,9; 128,5 7 μεμνήκατε Laur μεμενύκατε Ferr et γρ in marg Mor | signum interrogationis post Λάκωνες Re | δὲ post ταῦτα inserendum coni Gasda 8 κρίνει τὰ ῥή- ματα γερόντων ὧς ἀληθῶς Η | ὁ νόμος om Η | δὲ post πολιὰν inserendum coni Gasda 11 δίκης Ba Ferr et γρ in marg Mor 15 εἰς ἁ ᾧ coni Mor 17 γράφη om Ba γράφει Η) [*](18 ὑπεκρίνατο MaLaur sed ἐμιμήσατο suprascr Ma 2 Laur 2, Μ sed ἐμιμήθη in marg m, | σὺ δὲ] οὐδὲ Cl)

460
νοῦν, ἀλλ’ οὐ τοὺς εἰρηκότας σε τίνες εἶεν περιεργά- ζεσθαι. τί γὰρ ἄμεινον ἕξειν οἴει τοῖς χρωμένοις τὰ πράγματα πρεσβύτου καὶ μὴ νέου τυχὸν εἰσηγησαμένου τὴν πρᾶξιν;

θαυμάζω δὲ πῶς οὐ συνίης ἀνεύθυ- νόν με δι’ ὧν ὁμολογεῖς καθιστῶν, ἀλλ’ οὐκ ἡδικη- κότα τοῖς σοῖς ἐλέγχων ἐπιχειρήμασιν. ἐπαινῶν γὰρ τὸ πραχθὲν λανθάνεις σεμνύνων τὸν εἰσηγησάμενον τὸν κίνδυνον ὑποστῆναι. ἢ τοίνυν κακίζων τὴν πρᾶξιν διάβαλλε ἢ τὸ γεγονὸς τιμῶν ἀποδέχου τὸν αἴτιον.

τί δεῖ λόγων; εἴ σοι δοκῶ πλημμελεῖν περὶ τῆς ἐλευθερίας ἐσπουδακώς, δῆλος εἰ δουλεύειν ἐθέλων [*](R IV 430) | Θηβαίοις τὴν Σπάρτην· εἰ δὲ καὶ μέχρι ῥημά- των αἰσχρὸν εἶναι τοῦτο Λακεδαιμονίοις ὁμολογεῖς, συνέβη δ’ ἂν ὑποθεμένης τῆς πολιᾶς, εἴπερ ἐσιώπων ἐγώ, πῶς παρανόμων κατηγορεῖς δι’ ὅν οἱ νόμοι φυ- λάττονται τῆς πατρίδος καὶ σὺ τυγχάνεις ἐλεύθερος;

28. Συλλογίσασθαι οὖν δὴ βούλομαι διὰ βραχέων καὶ δεῖξαι τὰ πεπραγμένα καθ’ ἕκαστον. ἔπαυσα Θη- βαίων τὴν ὕβριν, ἠλευθέρωσα πολεμίων μετ’ εὐκλείας τὴν πόλιν, ἐφύλαξα Μεσήνην Λακεδαιμονίοις ἀκέ- ραιον, διεκώλυσα τὴν παρ’ Εὐρώτᾳ γενέσθαι Θηβαίοις [*](12 cf. p. 448, 10 17 Soph. Trach. 153 21 cf. t. IV 472, 1) [*](1 σε om Β | τίνος Ferr et γρ in marg Mor 3 τυχὸν scripsi ex HMa sed in hoc γρ τύχαις suprascr m 2, Cl τυχὼν Ba τύχαις BMLaur | ἡγησαμένου Ma 8 ὑποστῆναι τὸν κίνδυνον Η | τὴν ante τοίνυν Οἶ’ | κακίζων Ma sed ζ et ν eras et γρ΄ κολάζων suprascr κακίων Cl 9 γένος Ma sed in γεγονὸς corr m 2, Οἶ’ 10 λέγων· οἴσει δοκῶν Ba | πλημελεῖν MaM cf. ad p. 449,15 11 ὀφείλων Η 14 ὑποθεμένοις Ba) [*](17 οὖν om Η | δὴ inser Ma 2 om ClBa 18 καθ’ ἕκαστον om MaClBa 20 μεσσήνην Η μεσίνην ClBa 21 τ(??)ν Ma τὸν ἁ | Εὐρώτᾳ scripsi εὐρῶτα BaBMLaur edd εὐρῶτα Η Οἶ’ εὕρω τὰ cum ras 1 litt Ma)

461
ὑπήκοον. τίνες οὖν αἰ τούτων ἀμοιβαί; κατηγορία καὶ δίκη καὶ προσδοκώμενος κίνδυνος. ἐκεῖνο δὲ προσθεὶς ὧδε καταβήσομαι· ἡ παροῦσα κρίσις ἢ πολ- λοὺς διδάξει προκινδυνεύειν τῆς πόλεως ἢ λόγον ποι- εῖσθαι ταύτης οὐδένα σιωπὴν τιμῶντας ἀπράγμονα.

[*](2 sq. Aeschin. fals. leg. § 183 p. 52, 33)[*](1 τίνος Οἶ’ 3 μεταβήσομαι Ma 4 προκινδύνειν Ma sed γρ΄ προκινδυνεύειν suprascr m 2 5 ἀπράγμονα Laur sed ἀνεν- όχλητον suprascr m 2)
462

Agmen declamationum historicarum claudit tiansitum- que ad ethologicas facit antilogia de Laide