Declamatio 24

Libanius

Libanius, Declamatio 24, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

1. Χάριν ἔχω τοῖς σεσωκόσι θεοῖς δι’ ἐμοῦ τὴν πόλιν, ὦ ἄνδρες Λακεδαιμόνιοι, κἂν δεήσῃ με νῦν παθεῖν, οὐκ ἀποκνήσω τὸν κίνδυνον, ὅτι φρονήματος Λακωνικοῦ πεφυλαγμένου τῇ Σπάρτῃ ὁ χρηστὸς οὑτοσὶ τῆς ἐμῆς ἡλικίας κατήγορος δίκην τῆς εὐεργεσίας εἰσ- πράττεται δι’ ἣν αὐτῷ γραφὴ καὶ βῆμα καὶ λέγειν ἐπ’ ἐξουσίας, τῆς ἐλευθερίας τὰ σύμβολα. εἰ γὰρ τοῖς πολεμίοις κατὰ νοῦν ἐξέβη τὰ πράγματα καὶ Μεσήνης, ἐφ’ ᾗ μέγα φρονοῦμεν, κελεύουσι Θηβαίοις ὑπεχωρή- σαμεν, ὅ τῇ μὲν ἐνίων προαιρέσει συμβάν, τῇ δὲ | παρ’ ἐμοῦ πρὸ τῶν κινδύνων προνοίᾳ κωλυθὲν [*](R IV 422) φαίνεται, τί προσδοκᾶν ὑπῆρχεν, εἰπέ μοι, χρηστόν; δουλεύειν Λακεδαιμονίους, ὦ Ζεῦ, Θηβαίοις ἐλείπετο μετὰ Πύλας καὶ Πλάταιαν καὶ τὰ πολλὰ τρόπαια τῶν [*](10 cf. p. 449, 7; 451, 16 11 cf. t. II 144, 3) [*](11 ἰστέον ὅτι ἡ Σπάρτη ὠνομάζετο καὶ Λακεδαίμων, ἥτις καὶ Λακεδαιμονία λέγεται ἐντὸς τῆς Λακωνικῆς οὖσα ἥτις ἐστὶ θέμα, ἡ δὲ Λακωνικὴ μέρος τῆς Πελοπονήσου LaurMa 2) [*](5 ὁ om Η | τίς post λόγους Η 6 Ἡ μελέτη in marg Cl om Μa Μελετῶμεν τὸν Ἀρχίδαμον Mor Re 8 μὲν νῦν Η Β Mor μεννῦν Ferr 11 voce τῆς inc Cr fol. 16 v | τῆς(2) om CrH 14 μεσσήνης CrH μεσίνης ClBa 16 ἐνίων] ἐν Ba) [*](18 ὑπῆρχεν, εἰπέ μοι, χρηστόν scripsi e CrHMaClBaB Bursa ὑπῆρχε χρηστόν, εἰπέ μοι MLaur edd 19 θηβαἰους ὦ ζεῦ Ma | δουλεύειν ante Θηβαίοις repetendum coni Markowski (Bursa: Servire lacedemonios, ο Iupiter, servire thebauis) 20 num Πλαταιὰς, ut p. 356, 15?)

446
βαρβάρων.

ἐπειδὴ δέ τινος αἰσχροῦ πεῖραν λαβεῖν ἡ νεότης ἡ ἐμὴ διεκώλυσε, προσποιούμενοί τινες τοῖς νόμοις ἐπικουρεῖν, τῇ δ’ ἀληθείᾳ συναλγοῦντες Θη- βαίοις καὶ τῆς κατηγορίας τὴν αἰτίαν εὐπρόσωπον ἔχοντες ἑτέραν ἀδοξίαν περιποιοῦσι τῇ πόλει. διδόασι γὰρ τοῖς βουλομένοις τῶν Ἑλλήνων ὑπονοεῖν ὧς Λακε- δαιμόνιοι τύχῃ νενικηκότες, οὐκ ἀρετῇ τοὺς οἰκείους ὑπὲρ ἀνδρίας εὐθύνουσι δέει τοῦ μὴ παθεῖν ἐπισφαλῆ τὴν προθυμίαν ἐν τοῖς κινδύνοις ἡγούμενοι. τούτου χάριν γραφέσθω με νῦν ὁ βουλόμενος. οὐδέποτε γὰρ τὸ Σπαρτιάτης ὑπάρχειν ἑκὼν εἶναι προδώσω.

ἐγὼ μὲν οὖν ᾤμην μετὰ τὴν λύσιν τῶν ἐλπισθέντων ἡμῖν δυσχερῶν καὶ τὸ τρόπαιον ἐκεῖνο τὸ πολλοὺς εἰς δά- κρυα κινῆσαν ὑφ’ ἡδονῆς εὐθὺς οἷά τις Ὀλύμπια νενικηκὼς στεφανηφορεῖν καὶ τῆς Λακεδαίμονος σωτὴρ ὀνομάζεσθαι· νυνὶ δὲ δι’ ὧν εὐθυμεῖν τῇ πόλει καὶ τῷ κατηγόρῳ πεφιλοτίμηται μόνῳ κινδυνεύειν ἐμοὶ συνέβη τῷ δεδωκότι τῆς εὐημερίας τὴν πρόφασιν. ἀλλ’ [*](4 Dem. cor. p. 277, 15 15 Dem. Mid. p. 530, 28) [*](11 ὅτε τὸ εἷναι κατὰ τοῦ ἑκὼν τεθῇ, τὸ εἷναι ἀργόν ἐστιν in marg Laur 2) [*](1 τινας ClBa τοσούτου coni Iacobs Lect 120 et in marg exempl. ed. Reisk. 2 ἡ ἐμὴ νεότης Β 7 τύχη scripsi τύχη MaClBaLaur Ferr τύχην ΗΒΜ Mor Re scriptura in Cr incerta casu vertit Bursa 8 ἄνδρε ίας HBa edd scriptura in Cr in- certa cf. p. 447, 18 | μὴ om Ba 9 τὴν προθυμίαν ἐπισφαλῆ MaClBa 10 με Laur sed ε in ras μὲν Β Mor om Ba scrip- tura in Cr incerta 11 εἷναι om Η οἶμαι Ba scriptura in Cr incerta 12 ἐμοὶ Μ sed ἡμῖν in marg 13 καὶ om MaClBa) [*](14 νικῆσαν Ma 16 ὧν scripsi ex HMaClBaBM ὃν Laur edd scriptura in Cr incerta 17 κακούργω Ma sed κατηγόρῳ suprascr m 2 | πεφιλοτίμημαι Ma sed τ supra μ(2) m 3 et γρ φιλοτίμως δέδοται suprascr m 3 Cl)

447
ἔνα μὴ ῥήμασι φενακίζειν δοκῶ τὴν ἀρετὴν σεμνύνων τὴν ἐμαυτοῦ, μικρὰ βούλομαι τοὺς πολλοὺς ὑπομνῆσαι πῶς εἶχεν ἐκ τοῦ παντὸς χρόνου τῇ πόλει τὰ πράγ- ματα καὶ πῶς προσηνέχθην τούτοις ἐγώ. γνώσεσθε γὰρ ἐκ τούτων σαφῶς εἴτε χάριτος ἄξια τυγχάνει τὰ παρ’ ἡμῶν εἴτε τῷ κατηγόρῳ εὐλόγως τὰ τῆς γραφῆς μεμηχάνηται.

4. ἡμῖν πάτριον ἦν εἴς τε πολέμους φοιτᾶν καὶ διὰ πόνων ἀεὶ καρποῦσθαι τὴν εὔκλειαν. ἐντεῦθεν ὑπῆρχε τοὺς Σπαρτιάτας ὁρᾶν τον ζῆν ἀδόξως προτι- μῶντας τὸν θάνατον. ταύτην ἡμεῖς τὴν διάνοιαν ἐ̓χον- τες πανταχοῦ τρόπαια γῆς ἀνεστήσαμεν οὐδὲν | [*](R IV 423) εἶναι νομίζοντες, ὅτε μὴ σὺν ἀρετῇ τῶν ὅπλων ἀπτοί- μεθα. ἄμεινον γὰρ ἐδόκει δόξαν ἔχειν ἀθάνατον ἢ σωτηρίαν ἀπράγμονα τοῦτο φυλάττει τὴν πόλιν ἀτεί- χιστον. ἐν ὅπλοις γὰρ ἡμεῖς ὁριζόμεθα τὴν ἀσφάλειαν.

παῖδες ὄντες πολεμεῖν εὐθὺς διδασκόμεθα κρίνειν ἀνδρίᾳ τὰ πράγματα παιδευόμενοι. αὕτη τῆς ἡμετέρας πολιτείας καὶ διαίτης ἀρχή. καὶ νικῶντες ὡς εἰπεῖν ἅπαντα τὸν χρόνον διεγενόμεθα. πέφυκε γὰρ ἡ προθυ- [*](1 Isocr. Archid. p. 123 e 9 Thuc. II 39, 2 10 Isocr. Archid. p. 128c; 135a 12 Isocr. Archid. p. 127 b | Eur. Phoen. 572) [*](15 ἀπράγμονα] ἀνενόχλητον Laur 2 Ma 2) [*](1 δοκῶ φενακίζειν MaClBaB | σεμνύνειν Ba 5 τούτου Β 8 ἦν om ClBaB inser Ma 3 | ἀεὶ ante φοιτᾶν Ma sed del m 3, ClBa scriptura in Cr incerta 12 οὐδὲν scripsi ex Η MaClBaB οὐδὲ MLaur edd scriptura in Cr incerta 13 τῶν ὅπλων μὴ σὺν ἀρετὴ MaClBa | ἁπτοίμεθα scripsi auctore Re ἁπτόμεθα libri edd 15 σπάρτην CrH et γρ in marg ma 2) [*](16 ἡμεῖς om Μ 18 ἀνδρεία CrHClBa edd cf. p. 446,8; 448, 5 | κελευόμενοι Β 20 πέφυκε — 448, 6 θεραπεύουσα omissa γὰρ particula citat Macarius fol. 18 r | πως post πέφυκέ Macar)

448
μία πάντα μέν, ὧς εἰκός, κατορθοῦν. ἢν δέ που τύχης ἀγνωμοσύνῃ σφαλῇ, θαυμάζεται μὲν οὐδὲν ἧττον παρ’ οἷς ἀρετὴ τυγχάνει τὸ σπουδαζόμενον, ἐπανορθοῦται δὲ κατορθώμασι δευτέροις τὰ φθάσαντα. ῥᾷον γὰρ ἀνδρία πέφυκεν ἀνακαλεῖσθαι τὰ πταίσματα χρησταῖς ἐλπίσι τὸν λογισμὸν θεραπεύουσα.

6. Βούλομαι δὲ καὶ τὴν ἄλογον μεταβολὴν τῆς τύχης διεξελθεῖν, οὐχ ἵνα τὸν κατήγορον εὐφράνω τοῖς διηγήμασιν, ὁ γὰρ ἀγανακτῶν ἐπὶ λύσει τῶν δυσχερῶν δῆλός ἐστι καὶ μέχρι τῆς ἀκοῆς αὐτῶν εὐφραινόμενος, οὐδ’ ἴνα τὰς συμφορὰς ὑπομνήσω τὴν πόλιν, ἀπώκνησα γὰρ ἂν ἐκείνων μνησθῆναι, νὴ τὸν Ἀγησίλαον τὸν ἐμόν, μὴ τῆς εὐκλείας ἡμεῖς τῶν προ- γόνων λείπεσθαι δόξωμεν, εἰ μὴ τοῖς δι’ ἐμοῦ πεπραγ- μένοις παρεμυθούμην τὴν συμφοράν, ἀλλ’ ἔνα τὴν εὔνοιαν ἢν ἔχω περὶ τὴν πόλιν ἐνδείξωμαι.

ἐπειδὴ [*](5 cf. p. 452, 1 10 cf. p. 460,11 11 Dem. p. 704,22; 348, 26) [*](13 Ἀγησίλαον οὗτος ὁ (om Ma *) πατὴρ τοῦ Ἀρχιδάμου ἢ πρόγονος Ἀγησίλαον Mor συγγενὴς οὗτος τοῦ Ἀρχιδάμου Μm cf. arg. ad Isocr. Archid.) [*](1 μέν om Macar | ἢν scripsi e Β εἰ reliqui libri Macar edd 2 σφαλεῖ Ma 4 καὶ ante κατορθώμασι Ma κατορθώ- μασιν Ferr Mor | δευτέροις scripsi e CrHMaClBaBLaur Macar ἑτέροις Μ edd 5 ἀνδρεία CrHMaClBa edd | τῶτε Ma sed del m 1 et χρησταῖς inser m 2 ταῖς ClBa 7 ἀλόγιστον Β 9 τῆ ante λύσει Η incertum utrum etiam Cr 11 οὐδ’ — 12 πόλιν citat praemisso Λιβάνιος Andr. Lopadiota lex. Vindob. s. v. ὑπομιμνήσκω p. 181, 12 ed. Nauck | οὐχ CrHMa Lopad | τῆς συμφορᾶς coni Iacobs Ach Τ 501 Lect 120 at cf. Dem. 11. 11.) [*](14 εἰ — 15 συμφοράν in marg Ma om Οἶ’ 15 τὴν inser Ma2)

449
γὰρ ἔδοξέ ποτε μετὰ Θηβαίων γενέσθαι τῇ Τύχη, πρέσβεις οἱ κατάρατοι πέμψαντες Μεσήνης, ὦ θεοί, παραχωρεῖν τοῖς Λακεδαιμονίοις προσέταττον. ἡ γὰρ παράλογος εὐπραγία τὴν ἐκατέρων αὐτοὺς ἀγνοεῖν παρεσκεύαζε δύναμιν. εἴπερ εἰρήνης ἐπιθυμεῖτε, φασίν, αὕτη τῆς ἀσφαλείας ἡ πρόφασις· εἰ δὲ φρονήματος ἔχεσθε καὶ | μετὰ πεῖραν Θη- [*](Ρ ΙV 424) βαίων Λακωνικοῦ, πολέμῳ Μεσήνην μετὰ τῆς ὑμετέρας κτησόμεθα. ταῦτα Θηβαῖοι Λακεδαιμονίοις ἠπείλουν

ἔδει μὲν οὖν ἡμᾶς, εἴπερ τι τῶν δεόντων ἐγίγνετο, τοὺς ἐπὶ τῶν Μηδικῶν ζηλώσαντας πρῶτον μὲν τοὺς πρέσβεις ἐμβάλλειν ἔνθα καὶ τοὺς ἀπὸ τῶν βαρβάρων οἱ πρόγονοι, εἶτα δὲ βουλῆς οὐ δεῖσθαι τὸ χρῆμα νομίσαντας δεῖξαι Θηβαίοις εὐθὺς ὡς οὐκ οἶδεν ἡ Σπάρτη πλημμελήμασιν ἀλόγου τύχης ὑποχωρεῖν. ἐκκλησίας δὲ ὅμως καὶ βουλῆς ἐπὶ τούτοις οὐκ οἶδ’ ὅπως συμβάσης ἐγὼ μὲν ἐξ ἀρχῆς ἐσιώπων καὶ τοὺς [*](7 cf. ad p. 445, 9 11 cf. ad p. 222, 2 12 Her. VII 133) [*](15 cf p. 456, 2) [*](1 Θηβαίων] ὅτε τὴν ἐν Λεύκτροις νίκην ἔσχον MmLaurMa 2 Mor τὰ δὲ Λεῦκτρα τόπος τῆς Βοιωτίας add LaurMa 2 12 τοὺς πρέσβεις Ξέρξου γῆν καὶ ὕδωρ Ἀθηναίους αἰτοῦντας εἰς φρέαρ ἐνέβαλον Mm εἰς τὸ (om Laur) φρέαρ δηλονότι οἱ γὰρ τοῦ Ξέρ- ξου πρέσβεις ὕδωρ καὶ γῆν ἐζήτουν τοὺς Ἀθηναίους LaurMa 2 Mor) [*](1 τῇ Τύχη scripsi ex Η scriptura in Cr parum certa τὴν τύχην reliqui libri edd 2 Μεσσήνης CrH μεσίνης Cl μεσί- νην Ba 3 ἐπέταττον Ma sed γρ πρόσ’ supra ἐπ m 2, ClBa 5 παρεσκεύασε MaClBa 6 φησίν Β ἔφασαν coni Gasda 8 Μεσσήνην CrH μεσίνην Ba μεσίνη Cl 9 ἡμετέρας Ba Ferr Mor ὑστεραίας MaCl 11 ἐγίνετο CrBaLaur edd | Μηδικῶν scripsi coll p. 222,2; 298,17; 306,7 μηδῶν libri edd 12 ἐμβαλεῖν Β 15 voce σπάρτη des Cr | πλημελήμασιν MaM cf. t. III 343, 4; 397, 2; V 272, 9)

450
γεγηρακότας προσεδεχόμην ἄξιόν τι τοῦ γένους καὶ τῆς ἡλικίας προφέρειν, οἱ δὲ παρελθόντες εἰς μέσον λόγους διεξήρχοντο πρὸς ὑμᾶς, οὓς παρὰ Θηβαίοις, ἀλλὰ μὴ παρ’ ἡμῖν ἔδει ῥηθῆναι.

ὁ μὲν ἔφη δεῖν ποιήσασθαι τῶν πόνων ἀνάπαυλαν, ἕτερος ἐλευθἐ- ραν καταστῆσαι πολεμίων τὴν πόλιν, ἄλλος ἀφεῖναι Μεσήνην διὰ τὴν ἀνάγκην αὐτόνομον, ἤδη δέ τις εἰπεῖν, ὦ θεοί, Λακεδαιμονίοις τετόλμηκεν· ἄμαχοι Θηβαῖοι καὶ δεῖ κελεύουσι πείθεσθαι. Σέριφόν τις οἰκεῖν τούτων ἀκούων, οὐ τὴν ἡμετέραν <ὰν> ὑπώπτευσε. δειναὶ γὰρ αἰ συμφοραὶ τοῦ παραμυθου- μένου χηρεύουσαι, δεῖ γάρ τι καὶ πρὸ τούτων εἰπεῖν, φρόνημα ταπεινῶσαι καὶ λίαν ὑπέρογκον.

ἐγὼ μὲν οὖν ἀγανακτῶν οἴοις ἡ πόλις χρῆται συμβούλοις πά- [*](3 Isocr. Archid. p. 116 a 5 Thuc. II 38 9 Isocr. Archid. p. 116 a) [*](9 Σέρριφος νῆσος εὐτελεστάτη Mm Σέριφος σέρριφος Laur) νῆσος εὐτελὴς καὶ οὐ λόγου ἀξία LaurMa2) [*](1 ἄν ante τι Β 2 προφέρειν scripsi φρονεῖν HMaCl BaMLaur edd εἰπεῖν Β ἐρεῖν Cobet Coll 294 3 ἡμᾶς MaCl Ba | θηβαίων HMaClBa 4 ὑμῖν ΗΒ | ἐδεῖτο ClBa | ante ῥηθῆναι ras 2 litt Ma 5 δὲ post ἕτερος ΒΜ 6 πολέμων Ma sed γρ΄ πολεμίων suprascr m 2, Cl 7 μεσσήνην Η μεσίνην ClBa 9 δεῖ om Ba | σέρριφόν ΗΒΜ 10 τοῦτον Ba | ἀκούων, οὐ τὴν ἡμετέραν om Ba οὐ τὴν ὑμετέραν in marg inser Ma | ἂν post ἡμετέραν inserui cum Gasda, post Σέριφον Iacobs Lect 121 om libri edd 11 δειναὶ — 13 ὑπέρογκον citat omissis verbis 12 δεῖ — εἰπεῖν Macarius fol 81 v δειναὶ γὰρ] δειναί πως Macar 12 comma post χηρεύουσαι posui auctore Re punctum libri edd | πρὸ scripsi e ΒΜ πρὸς HMa sed in hoc e (??) corr m 3, ClBaLaur edd | τοῦτον HMaClBa | comma post εἰπεῖν posui ex ΗΜ ut coni Re om reliqui libri edd 14 γὰρ MaClBa | οἴοις scripsi auctore Cobeto Misc 156 ποίοις libri edd)

451
λῖν ἐγκαλυψάμενος ἐσιώπων, ἐπῄνουν δὲ τὸν νόμον κατ’ ἐμαυτόν, ὅς οὐκ ἐᾷ τοὺς ἐξ ἑτέρας τοῖς τῶν Λακε- δαιμονίων ἐπιμίγνυσθαι πράγμασιν, ὅπως μὴ γνοῖεν οἶς ἐπιμελές ἐστι τὰ τῆς Σπάρτης ἐπιτηρεῖν ἀμαρτή- ματα. ὧς δὲ τοιαῦτα λέγοντες, ὧς εἴθε μηδὲ τὴν ἀρχὴν ἦσαν φθεγγόμενοι, μόλις ἐπαύσαντο, ἐκάλει δὲ λοιπὸν ὁ κῆρυξ | τὸν ἀντερεῖν τούτοις βουλόμενον, ὑπή- [*](R IV 425) κουε δὲ τῶν παρόντων οὐδείς, ἐδήλουν δὲ πάντες σιωπῇ καλῶς ἔχειν ἀκονιτὶ παραδοῦναι Θηβαίοις τὸ τρόπαιον, ἐθρήνουν ἐγὼ καὶ τοὺς πάλαι κειμένους ἀπεκάλουν εὐδαίμονας.

ἐνταῦθα παρελθὼν καὶ πάλιν ὁ κῆρυξ ἄκων μέν, ὡς ἡγοῦμαι, ἐτόλμα δὲ ὅμως εἰπεῖν· πᾶσι δοκεῖ Μεσήνης ἀφίστασθαι, ἐπι- λαβόμενος δὲ ἐγὼ τῆς τοῦ κήρυκος φωνῆς ἐβόων· μὴ συναρίθμει κἀμὲ τοῖς καθαιροῦσιν, ἄνθρωπε, τῆς Σπάρτης τὸ φρόνημα. θαυμάσαντες ὑμεῖς, μᾶλλον δὲ τὸ ῥηθὲν ἐξαίφνης ἀποδεξάμενοι, πέφυκε γὰρ τὸ δαιμόνιον τοῖς ἐπιτηδεύουσιν ἀρετήν, κἂν <εἰ> λήθην τινὰ πρὸς βραχὺ λάβοιεν ἑαυτῶν, πάλιν ἀνα- [*](2 Thuc. I 77, 4. Plut. Lyc. 27) [*](2 τοῖς] τῆ MaClBa 3 πράγμασιν om ClBa in marg inser Μa 2 5 μὴ δὲ HMaClBaB Ferr | τηναρχὴν BaB 6 ἐκάλει — 7 βουλόμενον om Β 7 Κήρυξ Ba | ὑπήκουσε Μ) [*](9 ἀκονιτὶ scripsi ex H coll p. 128, 5 et p. 459, 5 ἀπονητὶ MaClBaBMLaur edd 11 καὶ om Η 12 δ’ Β | ὅλως Ma sed γρ΄ μ supra λ m 2, ClBa 13 δοκεῖν Gasda | μεσσήνης Η | comma posui e MaCl cum Gasda signum interrogationis HBa BMLaur edd 14 ἐγὼ inserui e Μ om reliqui libri edd | τῆς om Laur Ferr 16 οὖν post θαυμάσαντες Β, καὶ ante vel post δὲ inserendum coni Gasda 17 πέφυκε — 452, 1 εὔκλειαν omissa particula γὰρ citat Macarius fol. 81 v 18 εἰ inserui coll t. IV 293, 11; V 504,4 om libri Macar edd εἰ καὶ (aut κἂν — λάβωσιν) coni Iacobs Lect 121 19 τινὰ] ἤ τι HMaClBa ἥντινα Macar | λάβοιεν scripsi e MaClBaB Macar ut coni Re λάβοι ἐν HMLaur edd | ἑαυτῶν scripsi)

452
καλεῖσθαι τὴν εὔκλειαν, παρεκαλεῖτε πρὸς τὸ βῆμα φοιτᾶν καὶ λέγειν παρεκελεύσασθε τῷ νέῳ τὰ χρήσιμα.

πυνθανομένου δέ μου πολλάκις καὶ τῶν πολιτῶν ἕκαστον ἐρωτῶντος εἰ δεῖ κἀμὲ τὴν οἰκείαν ἀποφή- νᾶσθαι γνώμην, τὸ γὰρ ἐθέλειν με τὸ δοκοῦν τῷ νόμῳ ποιεῖν ἐπεῖχε τὴν γλῶτταν καἰ ὀκνηρότερον ἀπειρ- γάζετο πρὸς τὴν τῶν δεόντων παραίνεσιν, ἔδωκε τὸ πλῆθος τὴν ἄδειαν καὶ παρελθὼν εἶπον ἐλεύθερόν τι καὶ τῶν προγόνων ἐπάξιον. ὑπέμνησα Λεωνίδου καὶ τῶν τριακοσίων ἐκείνων καὶ πολεμεῖν παρῄνουν. ὑμεῖς δὲ εὐθὺς ἐπενεύσατε.

ἐντεῦθεν πάλιν ἐπανῆλθεν ἡ Σπάρτη πρὸς ἑαυτὴν καὶ Θηβαῖοι τὴν οἰκείαν φύσιν ἐγνώρισαν καὶ μένει Μεσήνη Λακεδαιμονίοις δου- λεύουσα. μετὰ τὸ τρόπαιον τοίνυν ἀποδέχεται μὲν ὁ κατήγορος τὸ πραχθὲν καὶ ὧς οὐκ ἂν ἐγεγόνει σιω- πῶντος ἐμοῦ δικαίως ὁμολογεῖ, τὸν δεδωκότα δ’ ὅμως [*](R IV 426) τὴν | πρόφασιν ὡς οὐ δέον εἰρηκότα διώκει δυσχεραίνων, ὧς ἔοικεν, ὅτι μὴ Θηβαίοις δουλεύομεν.

[*](9 Λεωνίδου] οὗτος στρατηγὸς τῶν Λακεδαιμονίων MmMa 2 auctore Re ἑαυτῶ libri sed οῖς supra ῶ Β et ἤγουν δι’ ἑαυτοῦ in marg Mm et suprascr Laur 2 | άνακαλεῖσθαι Ba sed ἀνα- λαβεῖν suprascr m2)[*](1 τὴν] πρὸς HMaClBa Macar | τοῦ ἀνθρώπου supra εὔ- κλειαν Μa 2, τοῖς ἀνθρώποις Laur | τὸ om Mor 2 παρεκε- λεύεσθε Μ 3 γάρ Ma 5 ἐθέλειν scripsi εἰδέναι libri edd | με <μὴ> Gasda | τῷ νόμῳ ποιεῖν in marg Μa 2 | τῷ om)[*](6 ὀκνηρὸν H 7 ἔδωκε scripsi cum Gasda δέδωκε libri edd 10 παρῄνουν scripsi auctoribus Gasda et Cobeto Coll 294 coll p. 443,6 ἐπῄνουν libri edd sed nmalim ἐπῆρον aut alias καὶ πόλεμον ἐπήνουν aut καὶ τὸ πολεμεῖν ἐπῄνουν“ Re ἐπῇρον· Iacobs Not. crit. in Liban. apol. 25 11 ἐπαινέσατε Ba | πόλις Ba 13 μεσσήνη Η 16 δικαίως] ἄκων Ba | ἄμα Cl 17 οὐ δέον scripsi ex Η ut coni Gasda οὐδὲν Ma ClBaBMLaur edd)
453

14. Ἀλλὰ Λυκοῦργος, φησί, τὸ σφαλερὸν τῆς ἡλικίας σκοπῶν ἀπείργει σε νόμῳ τοῦ βήματος, ὅτε μὴ τῶν κινδύνων ὀξὺς ὁ καιρὸς καὶ δίδωσι χρόνος ἐντὸς τῶν νόμων βουλεύεσθαι. τί φῄς; οὐκ ἐπικειμένης τῆς συμφορᾶς ἐκέλευεν ἀναβαλέσθαι τὸν σύμβουλον; οὐκοῦν καὶ Θηβαίοις ἔδει πεισθῆναι. ἀναβαλέσθαι τὸν πόλεμον;] <ούκ> ἐμπάζομαι. οὐ ται Λυκοῦργος τῶν ὑπηκόων ἰδεῖν τὴν πόλιν χηρεύ- ουσαν. εἰπὲ γάρ μοι, πρὸς θεῶν, πότερον τὸ λυσιτε- λοῦν σκοπῶν ἐνομοθέτει καὶ τίσι δεῖ λέγειν ἐπέτρεπεν ἢ βασκαίνων ἁπλῶς τῇ ἡλικίᾳ τοῦ βήματος κεκώλυκε; δῆλον ὡς οὐδὲ <σὺ> διαμαρτάνων φήσεις ἀμελεῖν τοῦ συμφέροντος. εἰ δέ, ὅπερ ἔστιν, ἐπ’ ὠφελείᾳ κεῖσθαι τοὺς νόμους ὁμολογεῖς, πότερον αἱρετώτερον [*](4 cf. p. 454,14 5 Dem. Chers. p. 102,27; 114,9 7 Dem. p. 152,2 | II. ’π’ 50; Od. α 415; τ 134. Euseb. praep. ev. II 5, 3) [*](13 sq. Plat. Theaet. p. 178 A) [*](1 Ὁ μὲν Λυκοῦργος Λακεδαιμονίων νομοθέτης, ὁ δὲ Σόλων Ἀθηναίων Mm Οὗτος νομοθέτης τῶν Λακεδαιμονίων ὧς ὁ Σόλων Ἀθηναίων Μa 2 4 π]ροβολὴ ἡ τοῦ παρὰ τοῦ κατηγόρου. διά- νοια τοῦ νομοθέτου παρὰ τοῦ φεύγοντος in marg Η 7 ἐμ- πάζομαι] ἐπιστροφὴν ποιοῦμαι τῶν σῶν λόγων δηλονότι Ma2) [*](1 φησι post Λυκοῦργος inserui e Β, post σφαλερὸν Μ om Η MaClBLaur edd 3 ὅτι? | καὶ post μὴ Β 4 ἐντὸς scripsi εἰς τὰ libri edd sed scripturam labe affectam esse perspexit Gasda | φῄς scripsi φῆς BaLaur φής HMaClBM edd 5 οὐκ in- serui om libri sed γρ΄ οὐκ inser Μa 2, edd | ἐκέλευεν scripsi ἐκέλευες libri edd | ἀναβαλέσθαι scripsi ex HBMLaur ἀναβάλ- λεσθαι MaClBa edd 6 πεισθῆναι Ma et γρ΄ πεισθῆναι in marg m 2 προσθεῖναι Cl 7 ἀναβαλέσθαι ἀναβάλλεσθαι ClBa om Ma edd) τὸν πόλεμον libri edd cancellavi ut dittographiam | οὐκ inserui coll 11. 11. om libri edd | ἐμπάζομαι pro corrupto habetGasda ἐμπέζομαι Η ἀσπάζομαιΒ | οὐ] εἰ Μlaur | βούλο- μαι Η | γὰρ post βούλεται Ba 9 πρὸς θεῶν] προσιών Η 10 τί Ma sed in τισι corr m 3, ClBa 11 οἰκία Πα sed in ἡλικίᾳ corr m 3 12 οὐ Ma sed δὲ add m 2, ClBa οὐδὲν Β | σὺ in- serui om libri edd | Λυκοῦργος φήσειε Ba)

454
ἦν φυλαχθῆναι τῇ Σπάρτῃ τὸ φρόνημα καὶ τὴν πόλιν ἄρχειν ὧνπερ καὶ πρότερον ἢ τοὐναντίον ἀνελεύθερον ἔχειν εἰρήνην, ἔνα μή μου τὸ δέον ἀνέχησθε συμβου- λεύοντος;

εἰ τοίνυν τὸ συμφέρον ἐκεῖνος ἐννοῶν ἐτίθει τὸν νόμον, ἐγὼ δὲ πρὸς εὔκλειαν ὁμοῦ καὶ πρὸς ἀσφάλειαν ὁρῶν τῇ πόλει παρῄνεσα, δῆλον ὡς ἔργῳ φυλάττω τοὺς νόμους καὶ τὴν πολιτείαν εὐεργε- τῶ. πρὸς ὃ καὶ Λυκοῦργος ὁρῶν ἐνομοθέτει τοῖς Λά- κωσιν. ὁ γὰρ οἷς ὁ νόμος ἐθέλει τοῖς ἔργοις ὑπηρε- τῶν οὗτος ἀκριβῶς τὸν σκοπὸν τοῦ νομοθέτου φυλάτ- τει, κἂν μὴ συμφωνεῖν δοκῇ τοῖς γράμμασι.

ποίαν οὖν εἰκὸς ἡλικίαν ἐκδέξασθαι; εἰς ποῖον δὲ καιρὸν δουλείας προσδοκωμένης τοὺς λόγους φυλακτέον; εἰ μὲν γάρ τις τῶν γεγηρακότων ἴ’ οὓς διὰ τὸν χρόνον φῄς τὸ δέον ἐπίστασθαι, παρελθὼν εἶπέ τι Λακωνικὸν καὶ τῆς ἐμπειρίας τῶν πραγμάτων ἐπάξιον, δικαίως ἂν ἠγάπων τὴν σιωπήν· εἰ δὲ τούτων αἱρεῖσθαι δου- [*](R IV 427) λείαν παραινούντων αὐθαίρετον | ἐγὼ παρεσκεύ- ασα μετ’ ἐλευθερίας τὸ τρόπαιον, τίς οὐκ ἂν εὖ φρο- [*](14 sq. Isocr. Archid. p. 116 a) [*](3 συλλογισμὸς ἀπό τε τῆς δια]νοίας τοῦ νομοθέτου καὶ τοῦ φεύγοντος Η) [*](3 μου] με οὐ Η | τὸ δέον om Β | ἀνέχητε Η 4 ἐκεῖνος Ma sed ς add m 2 5 τοὺς νόμους Η | ἐγώ τε Η ἔγωγε Ma ClBa | ἐμοῦ Ba 6 δῆλος HClBa 7 εὐεργετῶν Ba 9 ὁ γὰρ — 11 γράμμασι citat Macarius fol 81 v | ὑπηρετεῖν Ba 11 δοκῇ scripsi cum Iacobsio Lect 121 et Gasda δοκοίη libri sed οι in ras Laur, Macar edd | τοῖς om Mor | πράγμασι BaB πράγμασιν Macar 12 εἰκὸς <ἦν> coni Gasda 13 λακτέον scripsi ἐφύλαττον libri edd 15 φὴς libri edd | εἷπεν Η 17 ἂν inserui e Β cum Gasda om reliqui libri edd | δουλείαν αἱρεῖσθαι MaClBa)

455
νῶν οἴοιτο τὰ μὲν τῆς αἰτίας ἑτέροις, τὰ δὲ τῶν ἐπαί- νων ἐμοὶ περιλείπεσθαι δικαίως;

17. Ἔτι τοίνυν ἀποδεῖξαι βούλομαι φθόνου τὴν δίκην, ἀλλ’ οὐκ ἐγκλημάτων τυγχάνουσαν. τί γὰρ δὴ τότε παρὰ τὴν ἐκκλησίαν τῶν λεχθέντων ἀκούων οὐκ ἀναστὰς διεκώλυες; εἰ μὲν γὰρ καλῶς ἔχειν ἡγούμενος, τί νῦν μάτην μακρηγορεῖς, ὅτε καὶ τὸ τρόπαιον ἠκο- λούθησε τῶν ἐμῶν ἀποδεῖξαν λόγων τὸ χρήσιμον; εἰ δὲ τότε σιγήσας, ὅτε μᾶλλον ἀντιλέγειν ἐχρῆν, νῦν ἐφάνης οὐκ οἶδ’ ὅπως τῶν νόμων κηδόμενος, δῆλον ὅτι τοῖς πεπραγμένοις φθονῶν τὴν κατηγορίαν πε- ποίησαι. σκόπει δὲ μὴ συκοφαντῶν ἐμὲ διαβάλλων ἁλῷς τὴν νίκην. δυσχεραίνων γὰρ ἐφ’ οἷς εὐτυχήκαμεν δίκας εἰσπράττεσθαι βιάζῃ τὴν πόλιν τὸν δεδωκότα τοῦ τροπαίου τὴν ἀφορμήν.

18. Ἀλλὰ τύχης ἔργον, φησί, τὸ κατόρθωμα γέγονε καὶ οὐ δεῖ σε παρανομοῦντα ζημίας ἀπολύειν ἐλεύθερον, μὴ παρρησίας ἡ νεότης τυχοῦσα κινδύνων τῇ πόλει γένηται πρόφασις. μέχρι τίνος ἐνυβρίζεις τῇ πόλει τύχη τὰ Λακεδαιμο- νίων, ἀλλ’ οὐκ ἀρετῇ φιλοτιμούμενος τρόπαια; μέχρι [*](4 cf. p. 461, 2) [*](2 δικαίως ἐμοὶ περιλείπεσθαι Η 5 λεχθέντων scripsi ex HMa sed in hoc λε’ in ras m 3, cum Cobeto Coll 294 δοχθέν- των ClBaBMLaur edd 7 μακρηγορεῖς scripsi ex Η κατη- γορεῖς MaClBaBMLaur edd | τὸ om ΗClBa 8 ἀποδεῖξαι Η Ma sed in hoc ι(2) in ras m 2 et α(2) ex o corr m 3 9 τότ’ Η | ras —2 ante σιγήσας Ma | ἐσίγας Ba 12 δὲ scripsi ex HMaClMLanr δὴ BaB edd 13 ἁλῷς scripsi e Β cum Co- beto Coll 294 ἀλώσῃ reliqui libri edd | νίκην Ma sed νι in ras m3 | εὐτυχήκαμεν Ma sed εὐ in ras m 3 14 τί ante δίκας in marg inser Ma 2 17 γε Ma sed γρ΄ σε suprascr m 2 18 νεότης in ras Ma 3 πόλις Γέ 20 τῶν ante Λακεδαιμονίων edd delevi 21 ἀλλ’ om Ba | φιλοτιμούμενος Μ sed δεζιού- μενος in marg m, LaurMa sed δεξιούμενος suprascr LaurMa2 | προσνέμειν post τρόπαια inserendum coni Re cui obloquitur Gasda)

456
τίνος Θηβαίοις συνηγορεῖς μόνης ἥττονας εἶναι τῆς τύχης ἀποκαλῶν; λίαν ἠγνόηκας ὅσον ἀλόγου τύχης καὶ προνοίας ἐστὶ τὸ διάφορον. ἡ μὲν γὰρ παρ’ ἐλπίδας ἔχει τὴν πρᾶξιν καὶ παρὰ τὴν ἀξίαν συμβαί- νουσαν, ἡ δὲ καὶ πρὸ τῆς πείρας αὐτῆς ὧς παρὸν ἤδη θεωρεῖ τὸ γινόμενον.

εἰ μὲν οὖν μὴ προεῖπον τὸ μέλλον παρὰ τὴν ἐκκλησίαν ἐγὼ ἢ τὸ τῆς νίκης μεῖζον ἢ καθ’ ἡμᾶς ὂν τῇ πόλει κατώρθωτο, κἀγὼ μετὰ τοῦ κατηγόρου παρεῖχον ἂν τῇ τύχῃ τὴν εὔκλειαν· εἰ δὲ καὶ τὸ συμβὰν προαγορεύσας τῆς βουλῆς οὐ διήμαρτον καὶ τῇ Σπάρτῃ τὸ τοῦ πολέμου τέλος τοῖς [*](R IV 428) προλαβοῦσι γέγονε | σύμφωνον, πῶς οὐ προνοίᾳ καὶ δυνάμει κρείττους τῶν πολεμίων γεγόναμεν;

εἰ δὲ καὶ ζημίας ἐμοὶ καὶ κίνδυνον τῷ σεσωκότι τὴν πόλιν ὁ νόμος ἐπέφερεν, οὐδέποτ’ ἂν ἔγωγε τῆς κοι- νῆς εὐπραγίας τὴν ἐμὴν προτιμᾶν ἠνειχόμην ἀσφά- λειαν. πῶς γὰρ οὐκ ἄτοπον τὴν μὲν ἄλλην μεθ’ ὅπλων νεότητα προκινδυνεύειν τῆς πόλεως, ἐμὲ δὲ μηδὲ τῆς ἀπὸ τοῦ λέγειν κατηγορίας, εἰ δοκοῦν οὕτως εἴη τοῖς [*](1 μόνης scripsi ex HMaClBa μόνους BMLaur edd sed „aut μόνους οὐχ ἥττονας aut μόνους ἡμᾶς ἥττονας“ coni Re μόνος Iacobs App Pors Adv 297 Anth Pal III 23 2 ὅσον — 6 γινόμενον citat Macarius fol 81 v 3 παρελπίδας MaBa Μ 4 καὶ scripsi ex Η et Macar ὡς reliqui libri sed καὶ suprascr Ma 3, edd | συμβαίνουσα Ba Mor Re 5 ὁ Ma sed in ἡ corr, Cl 6 γιγνόμενον MaM 8 ὃ ante μεῖζον BMa sed in hoc inser m 2, MLaur edd sed „aut et ὃ et ὂν deletum malim aut saltim ὃ“ Re | ἢ] ὃ ClBa | κατώρθωτο scripsi κατώρθωται libri (κατόρθωται Laur sed ω supra ο m 2) edd 9 ἂν scripsi παρέχω libri edd | νίκῃ Ma sed γρ τύχη suprascr m 2) [*](10 προαγορεύσει Ma sed ς inter ο et α inser et ει in ασ corr m 2 14 καὶ om Β | ζημίαν ClBaB 15 οὐδέποτε Cl 16 προτιμᾶν inser Ma 3 om Cl προτιμῶν Βα 18 μηδὲ scripsi μὴ δὲ HBaB μὴ MLaur edd om MaCl 19 λόγου MaCl | εἴη)

457
συκοφάνταις, ἀνέχεσθαι τῆς ὅλης μέλλοντα τῇ πόλει σωτηρίας αἴτιον γίνεσθαι;