Declamatio 23
Libanius
Libanius, Declamatio 23, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
τεκμήριον δέ, χωρὶς γὰρ τοῦ φύσει καὶ δικαίως μὴ τῶν ἰδιωτῶν εἶναι τὰς τοιαύτας αἰτίας, ἀλλὰ τῶν ἐν τοῖς κοινοῖς δυναμένων πάντες ὅσοι πώποτε ἐκρίθη- σαν ὡς τὴν πόλιν ἀδικοῦντες, ῥήτορες οὗτοι καὶ στρα- τηγοὶ καὶ πρέσβεις. εἰσήχθησαν εἰς ὑμᾶς Ἀριστοφῶν, Ἰφικράτης, Περικλῆς, Καλλίστρατος, ὅτι παράνομά τις εἶπεν ἢ τὸν δῆμον ἐξηπάτησεν ἢ γνώμην ἀσύμφορον ἀπεφήνατο, ὅτι ναῦς ἀπέβαλεν, ὅτι προσόδους τινὰς ἢ πόλεις ἀπώλεσεν ἢ τοὺς συμμάχους ἐκ πλειόνων ἐλάττους ἐποίησεν ἡγούμενος, ὅτι μὴ κατὰ τὰ ψηφί- σματα ἄλλος ἐπρέσβευσεν ἢ καιροὺς μεγάλων ἢ συμ- φερόντων πραγμάτων προήκατο ἢ συνθήκας ἀδόξους ἕτερος ἐποιήσατο, ὧν ἕκαστον ἐπὶ τοῖς πολιτευομένοις καὶ τὰ τοῦ δήμου πράττουσίν ἐστιν, ἐγὼ δ’, ὅτι μὴ [*](RIV 288) λέγω, μὴ γράφω, μὴ πράττω δι’ ὧν κἂν ἀδική- σεῖέ τις.
οὐκοῦν οὐ μόνον τῷ μὴ ταὐτὰ μηδὲ ὅμοια ἐγκαλεῖσθαι τοῖς δημοσίᾳ φεύγειν εἰωθόσι δῆλός εἰμι συκοφαντούμενος, ἀλλὰ καὶ τῷ τῆς ἐναντίας προαι- ρέσεως διώκεσθαι τοῖς κακῶς ὑμᾶς ποιεῖν δυναμένοις. μόνος γὰρ τῶν πώποτε οὐχ ὑπὲρ ὧν ἀδικῶ κρίνομαι, [*](5 cf. p. 110 sq. | Dem. p. 310,27 11 Dem. fals. leg. p. 343,2) [*](1 τῆ VaB 3 πώποτ’ V 5 ἡμᾶς Par 6 παράνομον VaB 8 ἐπεφήνατο V (et Mon) | ἀπέλαβεν V (et Mon) 9 ἢ πόλεις scripsi auctore Cobeto Coll 289 ἡ πόλις libri edd) [*](10 ἡγούμενος scripsi ex HVVaB, ut coni Iacobsius Add 98 Lect 106 Rev 5 et Cobetus ἡγούμενοι Par ἡγουμένους Ma P edd | μὴ inser P 2 Ι κατὰ scripsi ex HVVaBPar πρὸς MaP edd „fort. leg. ὅτι τις μὴ πρὸς (vel κατὰ) τὰ ὑμέτερα ψηφίσματα ἐπρέσβευσεν, ἢ ἄλλος καιρούς “ Re | τὰ inserui ex Η om V VaBParMaP edd 11 μεγάλους Η 12 πρὸ ἥκατο Β προσ- ήκατο VaPar 13 ἕκαστον scripsi auctore Re ἕκαστος libri edd 14 δὲ ΜaP edd 15 κὰν] οὐκ ἂν HV καὶ Ma 16 ταῦτα VaPar Ι μὴ δὲ ΗΒΡαrΡ 17 δημόσια VaBPar Ι εἰώθασι Par 18 τὸ VaPar | ἐναντίας, τίσι τοῖς κακῶς ὑμᾶς in marg P 2 19 καλῶς VaBPar Ι ἡμᾶς Η)
18. Καίτοι Σόλων ὁ σοφώτατος τῶν Ἑλλήνων καὶ δημοτικώτατος τῶν Ἀθηναίων οὐκ ἐπάναγκες τοῦτό γε ὥσπερ τὰ ἄλλα, λειτουργεῖν μὲν ἀπὸ τῆς οὐσίας καὶ στρατεύεσθαι τῷ σώματι καὶ τὰ ἄλλα ὅσα ἐν δη- μοκρατίᾳ πολιτευομένους ὀφείλειν, ὑπελάμβανεν. ἐκεῖνα μὲν γὰρ ἑκάστῳ προείρηκε ποιεῖν, τὸ λέγειν δὲ ἐφ’ ἑκάστῳ κατέλιπεν ὥσπερ ἄν τις πρὸς τοῦτο γνώμης καὶ δυνάμεως ἔχῃ. εἰκότως. καὶ γὰρ ἠπίστατο ὅτι τριήραρχος μὲν καὶ στρατηγὸς ἄκων καὶ στρατιώτης κελευόμενος οὐδὲν ἂν βλάψειεν ὑπὸ τῆς ἀνάγκης, ὁ δὲ παρὰ γνώμην λέγων καὶ γράφων, εἴτε ἀδύνατος ὢν εἴτε ἀπεστραμμένος ἐπὶ τοῦτ᾿ ἀχθείη, πάντως ὑπ’ ἀγνοίας ἢ χωρὶς εὐνοίας πολιτευόμενος ἀδικήσειεν ἢ βλάψειεν ἄν. πρὸς δὲ τούτοις μόνους τούτους τῶν ἐν τῇ πόλει πραγμάτων καὶ πλείους τῶν ἱκανῶν | [*](RIV 289) ἐπιθυμοῦντας ἠπίστατο, ὥστε οὐχ ὅπως καὶ τοὺς [*](4 Isocr. Areop. § 16 p. 143 a 9 Aeschin. Τim. § 23 p. 4, 14) [*](14 ἀπεστραμμένος] ἄκων καὶ τοὐπίσω στρεφόμενος P 2 Mor) [*](2 οἷον Β οἷός Re | ἐστιν om Ρ Mor 4 τούτω Par 5 γε scripsi auctore Re τὲ HVVaB τε MaP edd om Par ἐποίησεν post γε, οἷον ante λειτουργεῖν inserendum coni Re cui oblocutus est Iacobs Lect 106 Ι μὲν delendum videtur 6 τἆλλα HV 8 μὲν om V (et Mon) | γὰρ om VaBParMaP Mor | προ- ειρηκέναι Ρ Mor προείρηκεν ἀεὶ coni Re | δ’ H 9 ἐφεκάστω Ma | ἂν εἴ τις VaB 10 ἔχει HV sed in hoc post ι ras 1 litt in qua η, Par ἔχοι Ma | καὶ om Par, post γὰρ VaB) [*](12 ἂν — 388, 8 κελευσθεὶς om Par 14 εἰ ante ἐπὶ HV | τοῦτο VaB 16 δὲ] τὶ Ma | τούτ(??) Ρ 17 πλείω Mor sed πλείους in marg 18 καὶ om V)
καὶ μὴν καὶ δεο- μένους αὐτούς, ἀλλ’ οὐχ ὑφ’ ὑμῶν παρακληθέντας ἀγορεύειν ᾤετο δεῖν. οὐ γὰρ αὐτοὺς τῷ δήμῳ τι πολι- τευομένους χαρίζεσθαι, ὅς οὔτε ἀπορεῖ που τῶν πολι- τευομένων καὶ πρὸς αὐτὸν φιλοτιμουμένων κἂν αὐτός ποτε παρ’ αὑτοῦ τὰ δέοντα ἔχοι ποιεῖν καὶ φρονεῖν, ἀλλὰ τὸν δῆμον αὐτοῖς μεταδιδόντα παρρησίας αἴρειν καὶ μεγάλους ἐκ μικρῶν καὶ φανεροὺς ἐξ ἀφανῶν ἐκείνους ποιεῖν συμβούλοις χρώμενον. διόπερ κηρύττει τὸ δημοτικώτατον τῶν κηρυγμάτων τίς ἀγορεύειν βούλεται; δηλῶν ὡς ὅστις οὐ βούλεται, μηδεμίαν ἀνάγκην οὖσαν αὐτῷ. ὅπου γὰρ τὸν ἐκ τῆς αὑτοῦ γνώμης ὡρμημένον ὁ νόμος καλεῖ τὸ βούλεσθαι θέμε- νος ὅρον τοῦ λέγειν, αὐτὸς ἀφεῖται τοῦ λέγειν ὅτῳ μὴ μετείη τοῦ θέλειν.
20. Ὁ Σόλων μὲν οὖν οὕτως, οὑτοσὶ δὲ ἄκοντα κελεύει λέγειν καὶ ἀντικηρύττει τῷ παλαιῷ κηρύγματι. καίτοι τίς νόμος ὥσπερ κατὰ τῶν ἀστρατεύτων οὕτω καὶ κατὰ τῶν οὐ λεγόντων ἐστὶ γεγραμμένος; οὐδὲ [*](11 cf. p. 407, 17; 431, 12. Aeschin. Ctes. § 3 p. 54, 14. Dem. cor. p. 285, 6) [*](1 ἐροῦντας om VaB 2 καὶ(2) om HV 3 ἡμῶν Η 4 τί HVMaP edd om VaB 5 δ’ post ὃς inser P 2 Ι που om HV Ι τῶν inserui e VaMaP om HVB edd 6 καὶ — φιλοτιμουμένων om VaB Ι αὐτό Η 7 ποτε] εἴποτε δέῃ coni Re Ι μὴ ante παρ’ inser P 2 edd delevi, ut coni Re | αὐτοῦ scripsi, ut coni Re αὐτοῦ libri edd | ἔχη VaB 8 ἐρεῖν HV) [*](12 „δηλῶν abesse malim, ut redundans et constructionem “ Re at cf. t. III p. XV sq. Ι μὴ δὲ μίαν HVaP 13 οὖσαν ἀνάγκην Β | αὐτοῦ libri edd 15 αὐτὸς — λέγειν om Ma Ι „malim αὖθις e contrario aut οὕτως hoc pacto“ a 16 μετίῃ VaB μετῄει V 20 οὐδείς VaB)
21. Ἔτι τοίνυν τίς οὐκ οἶδεν ὧς Ἀθηναίων δισ- μυρίων ὄντων σιωπῶσι μὲν οἱ πλείους καὶ τῶν πολι- τικῶν ἀφεστᾶσι, προσίασι δὲ ἀεὶ πρὸς τὰ κοινὰ σφόδρα ὀλίγοι. ὥστε εἰ τοῦτο ἔγκλημα δίκαιόν ἐστιν, οὐκ ἄν τις φθάνοι πᾶσαν διώκων τὴν πόλιν. ἀλλὰ γὰρ εἰ τοῖς πλείστοις ἔξεστι σιωπᾶν καὶ οὐδένα ὑμεῖς τῶν μὴ βουλομένων πράττειν τὰ κοινά, ἀλλὰ ἰδίᾳ τὴν ἡσυχίαν ἄγειν ἄκοντα καὶ βιαζόμενον εἰς τοῦτο ἕλκετε, τί δήποτε μόνῳ πάντων Ἀθηναίων ἐμοὶ ταύτης οὐ μεταδώσετε τῆς ἀδείας καὶ τῆς ἐπιεικείας τῆς πᾶσι κοινῆς;
πολλῶν δὲ ἔμπειρός ποτε πραγμάτων ὤν, ὅτι μὲν ἐπολιτεύσαντό τινες οὐ δέον, ἀγῶνας καὶ κρίσεις οἶδα τούτοις γεγενημένας, ἡσυχίας δὲ οὐδεμιᾶς τοῖς ἰδιώταις γραφήν. ἀλλὰ τοὐναντίον ὄπωπέ τις καὶ [*](7 Ctesicl. chron. III apud Athenaeuni VI p. 272 b (Mueller fr. hist. gr. IV 375). Arist. rep. Ath. 24,3 13 Plat. Hipp. mai. p. 282 B) [*](1 εἰ non ante καὶ sed ante ἔδει Β et in marg Va | βουλο- μένοις Ma Mor 2 μὴ HV et e Mon Iacobs Lect 106 fortasse recte 3 προειρημένη om Ma 4 ἔστι Va sed γρ ἔχει su- prascr 7 ἀθηναῖοι Va 9 προσίασι scripsi ex ΗV cum Cobeto Coll 289 προίασι MaP edd προιᾶσι VaB Ι εἰς Ma 10 καὶ post εἰ Β Ι ἐστιν] τι MaP 11 διώκων πᾶσαν Ma | ἐν Ma 17 κοινῆς om Ma | πολλῶ VaB | δ’ H | ἔμπειρος V sed ρος add m 2 | ποτε om VaB 18 ἀγῶνας Ma sed ας in α corr) [*](19 οὐδὲ μιᾶς HVaP 20 γράφειν VaB Ι ὄπωπέ scripsi auctore Iacobsio App Pors 326 Lect 106 Rev 5 ὁπότε ὁπότε Ma) libri edd ἐνίοτέ τισι coni Re | τίς Η | καὶ om VaB)
23. Ἡδέως δ’ ἂν ἐροίμην τὸν κατήγορον· ὅτε ἐπολιτευόμην, ἔσθ’ ὑφ’ ὅτου κελευσθεὶς ταῦτ’ ἔπραττον, οὐκ αὐθαίρετος; ἀλλ’ οὐκ ἔστιν εἰπεῖν. οὐκοῦν ὥσπερ ἔλεγον ἐμαυτῷ δοκοῦν τῷ τοῖς ἐθέλου- σιν ἐφεῖσθαι λέγειν, οὑτωσὶ καὶ λέγων καὶ πολιτευ- όμενος πέπαυμαι καὶ τούτων ἀθῷός εἰμι τῷ α καὶ πᾶν πᾶσιν ἐξεῖναι.