Declamatio 23

Libanius

Libanius, Declamatio 23, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

374
[*](RIV 280)

Ὤιμην μὲν ἔγωγε, ὦ ἄνδρες Ἀθηναῖοι, τῷ 5 διὰ τὴν πολυπραγμοσύνην τὴν ἐπὶ τοῦ λέγειν τῶν ἐσχάτων κινδύνων πεπειραμένῳ μηδὲν ἀσφαλέστερον εἶναι σιωπῆς, ἐμοὶ δὲ οὐδαμόθεν ἦν ἀφαμαρτεῖν αἰ- τίας, εἰ μὴ μόνον πολιτευόμενος ἐξεδόθην ὑφ’ ὑμῶν. ἀλλὰ καὶ τούτου παυσάμενος κρίνομαι, ὥστε μοι και- 10 νοῦ τινος, εἴ τις ἦν, καὶ τρίτου δεῖν βίου παρὰ τοὺς

  • Η = Codex Hierosolymitanus S. Sepuleri 107
  • V = Vaticanus gr. 940
  • Va = Vaticanus gr. 82
  • Β = Barberinus II 41
  • Par = Parisinus gr. 3019
  • Ma = Matritensis 4679, olim N-49
  • Ρ = Parisinus gr. 2998
  • [*](10 cf. p. 407, 13) [*](1 Δημοσθένης ἀφεθεὶς ὑπὸ Φιλίππου καὶ μὴ πολιτευόμενος κρίνεται Macarius fol 82v a | καὶ inserui e VaBPar om Ρ edd | καὶ post ἀφεθεὶς libri edd delevi 3 Δημοσθένης scripsi om libri Δημοσθένους ἀπολογία edd 4 ὦ om Η) [*](7 τῆς ante σιωπῆς VaBPar 8 πολιτευόμενος Par sed πολιτευόμενον in marg m 2 9 καὶ om Ma Ι τοῦτο Ρ Mor sed „Jibens scriberem τούτου“ Not fol VI V 10 δεῖν] „δ᾿ ἦν Mon. nescio an recte. quodsi ita est, ita sit legendus hic locus: καὶ τρίτου δ’ ἦν χρεία βίου“ Re | παρ’ αὐτοὺς Ρ Mor sed „libens scriberem παρὰ τοὺς“ Not l. l.)
    375
    τῶν ἰδιωτῶν καὶ ῥητόρων, ἐν οἷς ἀμφοτέροις δυστυχῶ.

    ἄκων μὲν οὖν καί, νὴ Δία, σφόδρα ἀχθόμενος λό- γων ἅπτομαι. τῶν μὲν γὰρ ἀνιῶμαι μνημονεύων, τὰ δὲ φοβοῦμαι, τὰ δὲ λογίζομαι, μή τί με τῶν οὐκ εἰρῆσθαι νῦν προσηκόντων ὑπ’ ἔθους τῶν παλαιῶν λόγων ἐκφύγῃ. ἀλλ’ οὔτε τῳ τῶν παρόντων | [*](RIV 281) λυποῖτ’ ἂν Φίλιππος τὴν ἀνάγκην αὐτῶν πυθόμενος, οὐ γὰρ ἀγνοήσει, οὔτ’ ἄν, εἰ τὸ πλέον βιασθείην εἰς τὸ μηδὲν σιωπᾶν ἐν καιροῖς καὶ πράγμασιν ἀξίοις σιωπῆς, τῆς τε ἰδίας καὶ τῆς ἀπάντων συνιεὶς τύχης.

    παρὰ Φιλίππῳ μὲν οὖν οὐδὲν δεινὸν ἔπαθον καί- τοι πάνυ μὲν δείσας καὶ προσδοκήσας, ἄξιος δὲ ἴσως ὢν ἐκείνῳ τιμωρίας, δέομαι δὲ καὶ νῦν ἀπαντῶν οὐδὲν μέγα καὶ δύσκολον, ἀλλὰ παράδοξον μέν, ἀληθὲς δὲ ὅμως, μηδὲν χείρους μηδὲ σκαιοτέρους ὑμᾶς γενέ- [*](6 Dem. cor. p. 323, 6) [*](2 νὴ Δία scripsi auctore Iacobsio Add 118 Rev 4 νῦν libri edd sed „delendum videtur aut ἀνιῶμαι collocandum“ Re) [*](3 τοὺς Par 4 φοβοῦμαι λογιζόμενος, μή τι με τῶν εἰρῆ- σθαι coni Re | με reposui e VaBParMa ut coni Re om HV μοι Ρ edd 6 οὔτε τῳ scripsi οὔτι μοι libri edd sed „corr- ruptum h. l. non reperio qui sanem. hoc video, pro οὔτι leg. esse οὔτε cui respondet insequens οὔτε paulo “ Re 7 λυποῖτ’ ἂν scripsi λείπεται libri edd λυπεῖται coni Iacobs Add 269 Lect 105 Rev 4 8 οὐδ’ coni lacobs Rev 5 | εἰ] εἰς Ma 9 σιωπᾶν scripsi e γρ in marg Mor, ut coni Re et Iacobs σιωπῶν libri edd | καινοῖς coni Iacobs Lect 105 Anth Pal III 211 Rev 5 | καὶ inserui ex HVVaB om ParMaP edd | xoripost πράγμασι inserendum coni Iacobs 10 καὶ ante τῆς(1) libri edd delevi auctoribus Re et Iacobsio 11 περὶ Va Ι μὲν] νῦν HV 12 προσδοκήσας, ἀναξίους μὲν ἐμοῦ καὶ ὑμῶν, ἀξίας δὲ ἴσως ἐκείνου τιμωρίας coni Re | ἀξίως HV 13 ὢν scripsi auctore Iacobsio Lect 105 Rev 5 ἂν libri edd Ι δὲ Ρ sed δε in ras m 2 Ι ἀπαντῶν scripsi auctore Iacobsio Lect 105 Rev 5 ἀπάντων libri edd sed “post ἀπάντων videtur ὑμῶν “ Re) [*](15 μὴ δὲ Ρ μηδὲ Mor | μὴ δὲ HVaBParP)

    376
    θαι Φιλίππου μηδὲ ἀπολέσαι με νῦν, ὅτε μηδ’ ἐκείνῳ τοῦτο ἔσεσθε κεχαρισμένοι ποιοῦντες.

    ἀπόρως δ’ ἔχει μοι καὶ τὰ τῶν παριόντων λόγων διὰ τὸν συκοφάντην. εἰς μὲν γὰρ τοὺς περὶ τῆς πολιτείας λόγους ἐμβαλὼν πολλῶν ἀκαίρως μνημονεύειν ἀναγκασθήσομαι, εἰ δὲ τοῦτο ὀκνήσας σιωπήσομαι, παραλείψω ταῦτα ἐφ’ οἷς ἦν καὶ πάλαι μοι πεπαῦσθαι καλόν. ὡς οὖν οἷόν τε, μηδένα λυπῶν γε πειράσομαι τοῦτο ποιεῖν. εἰ δὲ χεῖρόν τι [*](RIV 282) τοῦ ποτε συνήθους φανείην ἐμαυτῷ | λέγων, δεῖ 10 μοι συγγνώμην ἔχειν. πολλοῦ γὰρ χρόνου σιωπῶ.

    5. Εἰσῆλθον εἰς τὴν πολιτείαν μετ’ Εὔβουλον καὶ Ἀριστοφῶντα καὶ τοὺς εὐδοκιμοῦντας τότε εἴτε ὑπ’ εὐνοίας τῆς πρὸς τὴν πόλιν εἴτε ὑπὸ περιεργίας καὶ φιλοτιμίας ἀναπεισθείς τινος, εἰ μὴ μανίαν χρὴ καλεῖν. εἰ δέ τις καὶ τῶν ἔμπροσθεν πεπολιτευμένων, καὶ ἐγὼ δυστυχής, ὅς πολλῶν ὄντων καὶ φοβερῶν παρα- δειγμάτων τῆς ἀκράτου πρὸς τὸν δῆμον εὐνοίας ὅμως ἅπαντα παριδὼν ἐθρασυνόμην, οὐχ ὅσα τοῖς πολιτευο- μένοις εἴωθεν ἐνοχλεῖν, ὑποψία, ζῆλος, φθόνος, δια- [*](10 cf. t. V 386, 10 11 Dem. cor. p. 281, 18; Mid. p. 580, 24 sq. et schol. ad p. 584, 14 13 cf. p. 311, 11) [*](1 μὴ δὲ HP μὴ δ’ VaBPar | μὴ δ’ HVaBPar 2 ποι- οῦντες inserui ex HV om VaBParMaP edd | δὲ edd | ἔχοιμι HVPar 4 τῆς om V 6 ὀκνήσασι VaB 7 οἷόν Β οἰός Re 8 οὐ HV 9 „ποτε an τότε praestet, ambigo“ a Re ἐμαυτῷ scripsi ἐμαυτοῦ libri edd sed καὶ anteponendum coni Re p. 370 not. 4 10 συγγνώμης Β 11 τὴν om HV | πόλιν VaBPar | μήτ’ Par 12 ἀριστοφάντα HV | ποτὲ Ρ Mor | ὑπὸ H 13 εὔνοιαν V | τὴν om Ma 15 ἄλλος post καὶ in- serendum coni Re βέλτιον καὶ τῶν ἄλλων in marg P 3 | ἔμ- προσθε HP edd 16 ὃς scripsi auctore Re ὠς libri edd Ι ὄντως Mor | φανερῶνΜa 17 ὅπως Η 18 πεπολιτευμένοις Par 19 ἐνοχλεῖν scripsi e VaB ut coni Re ὀχλεῖν HVPar MaP edd Ι φθόνος ζῆλος Ma)

    377
    βολή, κίνδυνοι, κρίσεις, ἐξαιτήσεις, οὐ ταῦτα ἀγνο- ῶν, ἀλλ’ ὅτιπερ ἂν καὶ συμβῇ μοι παθεῖν, ἀσμέ- νως τοῦτο ὑπὲρ Ἀθηναίων δεχόμενος. ἐπεπείσμην δ’ ἐκεῖνο, τυχὸν μὲν ἀναισθητῶν, ὅμως δ’ ἐπεπείσμην ἔγωγε μηδ’ εἴ τισι τῶν πρὸ ἐμοῦ συνέβη τινὸς ἀπο- λαῦσαι κακοῦ διὰ τὴν ἐπὶ τοῖς κοινοῖς διαβολήν, τού- των ἄν τι γενέσθαι. τοσοῦτον ἔμοιγε περιῆν πρὸς ὑμᾶς πίστεως.

    ἴσως μὲν οὖν κρεῖττον ἢ κατ’ ἐμὲ τὸν Δημοσθένους τοῦ Παιανιέως, ἐπειδὴ δὲ ἅπαξ ἐπὶ τὸ βῆμα ἀνέβην, πολλῶν οὐσῶν ἐν τῇ πολιτείᾳ τάξεων οὔτε πρὸς τὴν τῶν χρημάτων διοίκησιν ἀπέ- κλινα καὶ τὰς ἐπ’ αὐτῇ πλεονεξίας οὔτε πρὸς τὰς εἰσαγγελίας καὶ φάσεις καὶ τὰ τῶν ἄλλων δη- μεύων καὶ νέμων τῷ δήμῳ τι δοκεῖν χαρίζεσθαι οὔτε ἄλλο τι Ι τῶν ἰδίων καὶ τῶν ἵξω φθόνου πραγ- [*](RIV 283) μάτων, ἀλλ’ αὐτῶν τῶν Ἑλληνικῶν ῥήτωρ ἐγενόμην μεῖζον μὲν ἢ κατ’ ἐμαυτὸν ἀράμενος φορτίον καὶ τυχὸν καὶ τὴν πόλιν αὐτὴν παρὰ δύναμιν φιλοτι- μεῖσθαι παρακαλῶν. οὐ μὴν ἠξίουν πρὸς ἄλλο τι τὸν Ἀθηναίων δῆμον ἀφορᾶν ἢ τὸν τούτων σύμβουλον [*](1 Dem. p. 1200, 28 9 Aeschin. Ctes. § 172. Dem. cor. p. 243, 18; 291, 5 18 cf. t. I 246, 13 sq.) [*](1 ἐξατάσεις Ma 2 ἀλλὰ MaP edd | καὶ om ΗV | μοι om VaB 3 ἀποδεχόμενος VaBPar 4 ἀναίσθητον VaBPar Ι ὅμως om Β | δ’ om VaPar 6 μὴ δ’ HVaParP | πρὸς Πα) [*](7 ἀντιγενέσθαι V | τῆς ante πρὸς inserendum coni Re 9 τὸν scripsi auctore Re τὸ libri edd Ι τοῦ ante δημοσθέ- νους VaB | ἅπας VaB sed in hoc σ in ξ corr, Par 10 πόλει Ma 12 ἐπ’ scripsi ex HVVaParMa ἐν ΒΡ edd 13 τὸ inserni auctore Re om libri edd 14 τίΗ VaParP 15 τῶν(2) om Ma 17 μείζων Par Ι ἐμαυτὸν Par sed ἐμαυ in as m 2 18 τυχὼν Ma 19 τῶν Ρ τῶν Ma) [*](20 τῶν ante ἀθηναίων VaB cf. p. 414, 12 20 τούτου HV)

    378
    ἀπευθύνειν ἑαυτὸν ἢ τὴν ἐλευθερίαν καὶ τὴν τῶν Ἑλλήνων ἡγεμονίαν καὶ τὴν δόξαν τὴν ἀγαθὴν ἐφ’ ἧς ἡμᾶς οἱ πρόγονοι κατέλιπον ὅπως ἂν σώσωμεν. καὶ γὰρ ἴσως ἦν ὅτε καὶ πᾶσιν ὑμῖν ἐδόκει καλά.

    παρα- φροσύνη μὲν οὖν ἦν καὶ τὸ πρὸς ἄλλον τινὰ πολέμου καὶ ἀγῶνος συνεστηκότος αὑτὸν εἰς τὰ κοινὰ διδόναι, ἐγὼ δ’ ὁ πάντων ῥᾷστος καὶ Φιλίππῳ διαφέρεσθαι καὶ πολεμεῖν ἐπήρθην καὶ τὸν δῆμον ἔπειθον, ὁπότε τι τῶν κοινῶν ἢ τῶν Ἑλληνικῶν ὁρῴην ἐλαττούμενον, τολμᾶν ἐναντία πράττειν τῷ βασιλεῖ τῷ καλῷ καὶ ἀγαθῷ καὶ παντὸς μᾶλλον Ἕλληνι καὶ δικαίῳ Φιλίππῳ. Ἑλλὴν γάρ, Ἕλλην, Ἀργεῖος ὡς ἀληθῶς, Τημενίδης, Ἡρακλείδης. ἔργῳ ταῦτα δηλοῖ.

    πολλὰ μὲν οὖν ὑπὸ τόλμης καὶ προπετείας εἶπον οὐχ ἡδέα ἐκείνῳ, ἀλλὰ καὶ ῥήτορος καὶ ἀνθρώπου πεπονθὼς πάθος. ὁ δ’ ἦν ἑλεῖν μὲν οἷς ἐπιχειρήσειε καὶ κρατῆσαι πάντων δεινότατος, ἑλὼν δὲ καὶ ἔχων ἐπιεικέστατος καὶ πρό- χειρος ἐλέῳ δοῦναι καὶ φιλανθρωπίᾳ. ἐμέ γ’ οὖν [*](11 Her. VIII 138. Thuc. II 99, 2 12 cf. p. 283, 14) [*](4 ἡμῖν Ma 5 τὸ om Β 6 αὐτὸν HVaPar 7 ὁ πάντων Ρ sed ex ἀπάντων ras corr, edd ἁπάντων HVVaPar Ma πάντων Β Ι φίλιππος Va φίλιππον e φιλίππου corr Par) [*](8 ἐπήρθη Η 9 ὁρῴην scripsi auctore Weiskio Hyp II 47 ὅρων ἦν libri edd 10 τολμῶν HVVaBPar 12 ὠς om VaBPar | τημενίδης Par sed η(1) ex ε corr m 2 13 ὁ ante ἡρακλείδης HV sed in hoc eras, VaBPar 14 τῆς ante τόλ- μης MaP edd delevi Ι ἀλλὰ scripsi auctore Iacobsio Add 13 Lect 105 Rev 5 Anth Pal ιιι 151 ἄλλου libri edd sed ἀνθρώ- που καὶ ῥήτορος ἀνθρώπου πεπονθὼς („passue a ea, quae et quod maius est, homini euenire solent, oratorem publicum, concionatorem, agenti“) a scribendum coni Re ἀλλ’ οὖν Hyp II 47 λάλου Cobet Coll 288 15 καὶ(2) et πε πονθὼς om HVVaBPar Ι ὅ δ’ HVPar ὃ δ’ Va 16 ἂν ante ἐπιχειρή- σειε inserendum coni Iacobs Lect 105 Rev 5 | κρατῆσαι scripsi κρατήσειν libri edd sed „malim κρατεῖν“ Re 18 γοῦν HVaPar)

    379
    ἐξαιτήσας μὲν οὐκ ἐξήμαρτε παρ’ ὑμῶν, λαβὼν δὲ ἀφῆκεν εἰς ὑμᾶς. ἀδόκητον δέ μοι συμβέβηκεν ἐκάτε- ρον. οὔτε γὰρ ἐκδοθήσεσθαι | πᾶν ὅ τι δόξειε [*](RIV 284) Φιλίππῳ πεισόμενος ἡγησάμην ἄν ποτε οὔτ’ εἴ μου Φίλιππος γένοιτο ἐγκρατής, εὑρήσεσθαί τινα σωτηρίαν προσεδόκων.

    ἐγὼ μὲν οὖν ᾠχόμην ὧς ἀπολούμενος καὶ παρεδόθην ὑφ’ ὑμῶν τοῖς παροῦσι Μακεδόνων, ἐλεηθεὶς δὲ ὑπὸ Φιλίππου καὶ παραδόξου τυχὼν τῆς ἐκείνου χρηστότητος ἐν Μακεδονίᾳ μὲν οὐκ ἔμεινα καίτοι παρὸν καὶ Φιλίππου μένειν παρακαλοῦντος, ὧς ὤφελον, τῷ δὲ ἔρωτι τῶν Ἀθηναίων καὶ τῆσδε τῆς γῆς <τοῦ> α ἀποθανεῖν τε ἐν αὐτῇ καὶ τάφου Ἀττικοῦ δεῦρο ἐπανήκω παρὰ τὰς πάντων ἐλπίδας.

    Καὶ χαίρειν μὲν ἴσως ἀφεθέντα με δεῖ, σιγᾶν δὲ πάντες οἱ λογισμοὶ κελεύουσι τὴν πρέπουσαν σιω- πὴν τοῖς ἑαλωκόσι, τοῖς ἐκδεδομένοις. ὡς ἔγωγε ἀπά- γεσθαι καὶ νῦν ἐκδίδοσθαι δοκῶ καὶ Φίλιππον βλέ- πειν καὶ ἐπ’ ἐκείνου λέγειν. οὐ γὰρ ἀνείθην γέ πως τῆς ἀπὸ τῶν συμβάντων ἐκπλήξεως οὐδὲ Ἀθήνησιν εἶναι δοκῶ, ἀλλὰ τὰς μὲν Ἀθήνας τοῦ Φιλίππου κἀ- [*](2 cf. p. 408,13 et 14. Thuc. VII 29,4; IV 36; VI 34,6 et 8; III 45,5; IV 17,3; V 10, 7 14 sq. Eur. Suppl. 298 cf. p. 370 not. 4) [*](1 οὐχ ἥμαρτε HV 3 ὅτι libri edd | δόξαιεν HV 4 πεισόμενον V | οὗτέ μου Par 6 οὖν om Ma Ι ἀπολλύμενος HV 10 παρὼν Ma 11 ὄφελον ΗΜαΡ 12 τοῦ inserui om libri edd sed „post γῆς deesse videtur καὶ τοῦ aut alias post ἀττικοῦ deest γλισχόμενος vel βουλόμενος vel tale “ Re cui oblocutus infinitivum simplicem defendere studuit Iacobsius Philostr 626 13 ἀττικοῦ om VaB | περὶ Va 16 ἑαλωκόσι scripsi ex HV coll p. 415,9; 427,13 ἡλωκόσι VaBParMaP edd 17 δοκῶν Va sed v eras, Par 20 τοῦ] „malim τὴν sc. γῆν vel χώραν. Athenae quidem mihi videntur ditio Philippi “ Re τὰ τοῦ coni Iacobs Lect 106 Rev 5 cf. p. 370 not. 4)

    380
    κεῖ τὸν Ἔλεον καὶ τὸν βωμὸν αὐτοῦ, τὸ δὲ βῆμά μοι τῆς Σκυθῶν ἐρημίας οὐδὲν δοκεῖ διαφέρειν καὶ τῶν ἱερείων τῶν ἐκεῖ, ἐφ’ οὗ τὸν λέγοντα χρυσόκερων καὶ κατεστεμμένον δεῖ τὸν θύσοντα περιμένειν, ὁπότε 5 πρόσεισι.

    11. Ταῦτα μὲν οὖν φιλοτιμεῖσθαι χρὴ τὸν βουλό- μενον καὶ τὸν δυνάμενον, ἐγὼ δὲ τοσούτου δέω πρὸς τὸ λέγειν καὶ γράφειν ἐντεῦθεν ἀρξάμενος καὶ εἰς πολιτείαν δευτέραν ἐπιτήδειος εἶναί τις ὥστε μοι καὶ τῶν πρότερον μεταμέλει. τὰ δὲ δὴ νῦν καὶ πάντων "[*](RIV 285) ἕνεκεν ἀδυνάτως | μοι κομιδῆ πάντα ἔχει, μᾶλλον δέ, οὐδ’ ἄν τις εἴην ἔτι οὐδ’ ἂν εἶναι δοκοίην τοῖς εὖ φρονοῦσι. τίς γὰρ ἐγὼ Δημοσθένης; ἢ ποῖος Παι- ανιεύς; ἢ τίς ῥήτωρ; ἢ τίς Ἀθηναῖος; ἢ τίς μετὰ τὴν ἔκδοσιν καὶ πομπήν; ὡς ἐκεῖνος μὲν τέθνηκεν ὁ Δη- [*](1 cf. p. 338 not. 1 2 [Lib.] char. epist. 23 p. 560, 201 ed. Hinck. p. 29,4 ed. Weichert. Arist. Ach. 704 c. schol. Macar. prov. VII 66 cum nota Leutschii 3 Eur. Iph. T. 35 sq. Her. IV 60 | Aeschin. Ctes. § 164 p. 77,13 4 Orac. apud Diod. Sic XVI 91. Paus. VIII 7, 6 6 sq. Plat. Hipp. mai. p. 301 C) [*](2 τῶν Η V Ι δοκεῖν διαφέρειν BP διαφέρειν δοκεῖ Η Re) [*](3 ἱερέων Par | λέγον V 4 θύσοντα scripsi auctore Re οἴσοντα libri (sed ι eras et ο in ι corr V) edd 6 δεῖ Va Β 7 τοσούτου scripsi ex HVVaBPar cum Iacobsio Rev 5 coll t. IV 248, 5 τοσοῦτο MaP edd 8 „post γράφειν videtur ὁρμᾶν vel ἐπανιέναι vel tale quid “ Re 9 δευτέραν scripsi auctore Re δεύτερος HVaBPar δεύτερον VMaP edd | „post ἐπιτήδειος deesse videtur μοι δοκεῖν“ Re 10 προτέ- ρων HV | νῦν om VaBPar 11 ἀδυνατώτερα VaB | ἔχειν V (et Mon) 12 εἴην Ρ sed " et η in ras m 2 | δοκοίην Ρ sed v e σ corr m 2 13 τίς scripsi e VaBPar τί HVMaP edd | ποῖος om Par ποῖ VaB „hoc quidem salis perspicue mihi vi- deor cernere sic esse distinguendum: παιανιεὺς, ἢ τίς; ῥήτωρ, ἢ τίς; ἀθηναῖος, ἢ τίς; verum quae sententia et quae vis insit illi dictioni ἢ τίς; haud satis “ Re τις coni Iacobs Lect 106 Rev 5 Anth Pal III 57 14 (1 et 2 et 3) ἤ τις Iacobs)

    381
    μοσθένης ὁ καὶ μὴ καλούντων καὶ μὴ δεομένων γρά- φων καὶ λέγων, ἐγὼ δὲ εἴδωλόν εἰμι παυσαμένου ῥή- τορος καὶ κῆρυξ φιλανθρωπίας Μακεδονικῆς καὶ Δη- μοσθένους ἐκείνου σκιά, τοσαύτην μόνον φωνὴν ἔχων ὅσον Φίλιππον ἐπαινέσαι.

    οὕτω δὲ πάντων παρα- δόξων τυγχάνω ὥστε ὑπὸ Φιλίππου μὲν σώζομαι, παρ’ ὑμῖν δὲ κινδυνεύω. κἂν ὁτιοῦν ποιῶ ἢ λέγω καὶ πολιτεύωμαι, διὰ τοῦτο ἐκδίδομαι Μακεδόσι. σω- φρονῶ καὶ τὴν ἡσυχίαν ἄγω, πάλιν εἰσαγγέλλομαι καὶ κρίνομαι. ἐπειδὴ γὰρ οὐκ ἠβουλήθη Φίλιππος, οὗτοί με ἀπολλύουσι. ποῖ τοίνυν ἀναπτῶ; ποῖ καταφύγω; παρὰ τίνα τράπωμαι τοσούτοις πανταχόθεν περιστοιχι- ζόμενος κακοῖς;

    παρὰ Φίλιππον ἔοικα βαδιεῖσθαι νῦν ἑκών. οὕτω γὰρ ἐπιβούλῳ καὶ κακοήθει περιπίπτω κατηγόρῳ καὶ συκοφάντῃ ὥστε καὶ μόνος με τῶν πώ- ποτε κατηγόρων ἐπαινῶν ἀπολέσαι βούλεται | [*](RIV 286) πολίτην ἀγαθὸν καὶ γενναῖον σύμβουλον καὶ ῥήτορα [*](2 sq. Soph. Ai. 126) [*](1 καὶ μὴ(2)] μηδὲ HV 2 παυσομένου Par πεπαυμένου Ma) [*](4 ἐς τοσοῦτο coni Re | μόνην MaP et γρ in naarg Mor 8 πολιτεύωμαι scripsi ex HVaB πολιτεύομαι VParMaP edd sed „malim πολιτεύωμαι. nescio quoque, an ἢ delendum sit; quod si sit, tum πολιτεύομαι recte habet. tum enim sic procedit oratio: κἂν ὁτιοῦν ποιῶ. quodcunque tandem egero. λέγω καὶ πολιτεύο- μαι, διὰ τοῦτο Μακεδόσιν ἐκδίδομαι. quodsi ore atque opera rem tracto publicam, trador ideo Macedonibus. σωφρονῶ καὶ τὴν ἡσυχίαν ἄγω, sin autem quietem et otium sapiens ago. καὶ πάλιν eo modo a quo καὶ πᾶς, καὶ μόνος dicitur“ a Re | καὶ ante BPar διατοῦτο Η | μακεδόσιν ἐκδίδομαι HV Re ἐκδίμαι Ρ) [*](9 ἀγαπῶ VaBPar Ι καὶ ante πάλιν HVParMa sed in hoc del, Re 10 ἐπειδὴ — 11 καταφύγω; om Β | ἠβουλήθη scripsi ex HVaParMa ἐβουλήθη VP edd 11 ἀπολλύουσιν Ρ edd | ποῖ(1) scripsi ποῦ libri edd Ι ποῦ HV 12 περὶ HVVaPar 13 περὶ HVVa Ι φιλίππω VaPar 14 γὰρ scripsi auctore Re δὲ libri edd | ἐπιβούλῳ Par sed ου in ras m 2 ἐπιβάλλω Va Β sed in hoc αλ eras | καὶ om V (et Mon) et delendum censet Re 15 καὶ ante κατηγόρῳ MaP edd delevi)

    382
    θαυμαστόν τινα καὶ μόνον μὲν ἄνδρα καὶ τῇ πόλει [καὶ τοῖς πράγμασι] καὶ τοῖς πᾶσιν Ἕλλησιν εὔνουν, μόνον δὲ παρηκολουθηκότα τοῖς πράγμασιν ἀποκαλῶν, ὥσπερ οὐκ εἰσηγγελκώς με νῦν, ἀλλὰ χρυσοῦν στέφα- νον γεγραφώς. καὶ ταῦτα ἐν τῷδε διὰ τὴν ἀρετὴν ὑμᾶς ἐμοῦ καταψηφίσασθαι κελεύει ὥσπερ ἂν εἰ τὸν κάκιστον τῶν προδοτῶν τῆς Ἑλλάδος ἔκρινε λαβών. οἴεται γὰρ τοῖς παραδόξοις ἐπαίνοις πιστὸς γενόμενος οὐκ ἔχθρᾳ δόξειν τοῦτο ποιεῖν· πῶς γὰρ ὅστις μοι τηλικαῦτα μαρτυρεῖ, δίκαιος ἂν εἴη τἄλλα κατηγορεῖν;

    ἐγὼ δὲ μηδέτερα πιστεύειν ὑμᾶς ἀξιῶ μηδὲ τοὺς ὑπερόγκους τούτους ἐπαίνους καθ’ ἡμῶν προσίεσθαι ἤ, νὴ Δία, εἴ τίς με τοιοῦτον νομίζει πολίτην καὶ σύμβουλον γεγενῆσθαι τῇ πόλει καὶ πιστεύειν ὑμᾶς αὑτῷ φησι δεῖν, πιστεύσαντας εἶτα συλλογίζεσθαι τοῦτο, ὅτι ὁ χθὲς χρηστὸς οὐκ ἂν δήπου <τήμερον> [*](3 Dem. cor. p. 285,21; ep. 1463,28) [*](2 καὶ τοῖς πράγμασι cancellavi ut e dittographia orta | τοῖς inserui ex HVVaBPar om MaP edd 4 εἰσηλγηκώς Par | χρυσοῦν scripsi ex HVMa χρυσοῦ VaBPar P edd sed χρυσῷ στεφάνῳ στεφανοῦν γεγραφὼς καὶ τοιαῦτα coni Re | στεφάνου Par 6 καὶ ante τὸν VaB 9 ποιεῖν τοῦτο Va BPar 10 δίκαιος ἂν εἴη scripsi auctoribus Iacobsio App Pors 325 Lect 106 (ubi ᾖ pro εἴη) Rev 6 et Cobeto Coll 289 δικαιοσύνη libri edd δικαιοσύνην coni Mor | δὲ ante τἄλλα HVVaBPar Re, δὴ MaP sed in hoc η in ε corr m 2, Mor Ia- cobs διὰ coni Mor delevi cum Cobeto | τἆλλα HV Ι κατηγορεῖν V sed v eras, Re κατηγορεῖ HVaBParMaP Mor 11 μὴ δ’ ἕτερα Η μὴ δ’ ἕτερον VaB μηδ’ ἕτερα V | μὴ δὲ HVaBPar P 12 ὑπερόγκοις VMa edd | ὑμῶν V Ι προίεσθαι VaBPar MaP sed in hoc σ post ο inser 15 αὐτῷ libri edd | comma post δεῖν posui, post πιστεύσαντας libri edd „non expedio locum hunc misere impeditum. interim a sic quodammodo καὶ πιστεύει, οἶς ὑμᾶς οὕτος φησὶ δεῖν πιστεύειν, εἶτά“ Re 16 ὁ om HV | τήμερον inserui, ut coni Re („post a δήπου τήμερον aut παραχρῆμα deesse“))

    383
    πονηρὸς γένοιτο οὐδὲ ὁ δοὺς ὑπ’ εὐνοίας τῆς πρὸς ὑμᾶς αὑτὸν ἀπροφασίστως εἰς τὰ κοινὰ οὗτος ἑκὼν ἐκ τούτων ἀπῆλθεν ἐκ μηδενὸς εἰκότος, ἀλλ’ ἀδύνατος ἤδη γεγενημένος ἢ μηδὲ λυσιτελήσειν ἔτι τῇ πολιτείᾳ νομίζων ἢ μηδένα καιρὸν ἔτι αὑτοῦ τοῖς πράγμασιν εἶναι δοκῶν. ἢ τί πάντως δι’ ἄλλο τῶν δικαίων ἀπὸ τῶν κοινῶν ἀπιὼν ᾤχετο; ταῦτα γὰρ εἰκὸς καὶ δίκαιον ὑπολαμβάνειν κατ’ ἀνδρὸς πολὺν χρόνον πεπολιτευ- μένου καὶ τὴν πρὸς τὸν δῆμον εὔνοιαν πολλοῖς καὶ μεγάλοις ἔργοις ἐπιδεδειγμένου, εἴπερ ὁ αὐτὸς ἀληθῆ λέγει.

    15. Οἴομαι δέ, 00 ἄνδρες Ι Ἀθηναῖοι, καὶ ἀπ’ [*](RIV 287) αὐτῆς τῆς εἰσαγγελίας εἶναι φανερὸν ὅτι μὴ δικαίως κρίνομαι. εἰσήγγελμαι γάρ, ὡς οἱ μέγιστα τῶν κακῶν πεποιηκότες, καὶ τὴν τῶν στρατηγῶν ἢ ῥητόρων ἢ πάντως ἄλλο τι κοινὸν διοικούντων κρίσιν κρίνομαι, κατηγοροῦμαι δὲ οὐδὲν ἄλλο ἢ τοῦτο ὅτι τῆς πολι- τείας ἀφέστηκα καὶ τῶν κοινῶν οὐδὲν περιεργάζομαι. πῶς οὖν οἷόν τε τὸν δῆμον ἀδικεῖν ὅς ὑπὸ τῶν λε- γόντων καὶ πολιτευομένων ἀδικεῖται μόνον ἐμὲ τοῦ- ’τον ἰδιώτην ὄντα τινὰ καὶ μήτε δυνάμεις τινὰς παρει- ληφότα μήτε χρήματα μήτε καιροὺς μήτε πράγματα πεπιστευμένον, τὸ δὲ ὕστατον, μηδὲ λέγοντά τι; [*](2 cf. p. 127, 19 19 Xen. Hell. I 7, 20 sq.) [*](1 ἐπ’ Ma 2 αὐτὸν HVVaBParP ’ in ’corr Par 2 P 2 | οὕτως VaBPar Ι ἐκ τούτων om Par 3 ἐκ μηδενὸς om VaBPar | εἰκότως VaB 4 μὴ δὲ HBParP 5 αὐτοῦ libri edd 6 διά τι coni Mor Ι πάντων Η 8 πολιτευομένου V (et Mon) Re 14 δὲ Par sed γὰρ in marg 19 οἶόν Β οἰός Re 22 μήτε καιροὺς μήτε πράγματα om Ρ Mor 23 μὴ δὲ HVaBParP)

    384

    τεκμήριον δέ, χωρὶς γὰρ τοῦ φύσει καὶ δικαίως μὴ τῶν ἰδιωτῶν εἶναι τὰς τοιαύτας αἰτίας, ἀλλὰ τῶν ἐν τοῖς κοινοῖς δυναμένων πάντες ὅσοι πώποτε ἐκρίθη- σαν ὡς τὴν πόλιν ἀδικοῦντες, ῥήτορες οὗτοι καὶ στρα- τηγοὶ καὶ πρέσβεις. εἰσήχθησαν εἰς ὑμᾶς Ἀριστοφῶν, Ἰφικράτης, Περικλῆς, Καλλίστρατος, ὅτι παράνομά τις εἶπεν ἢ τὸν δῆμον ἐξηπάτησεν ἢ γνώμην ἀσύμφορον ἀπεφήνατο, ὅτι ναῦς ἀπέβαλεν, ὅτι προσόδους τινὰς ἢ πόλεις ἀπώλεσεν ἢ τοὺς συμμάχους ἐκ πλειόνων ἐλάττους ἐποίησεν ἡγούμενος, ὅτι μὴ κατὰ τὰ ψηφί- σματα ἄλλος ἐπρέσβευσεν ἢ καιροὺς μεγάλων ἢ συμ- φερόντων πραγμάτων προήκατο ἢ συνθήκας ἀδόξους ἕτερος ἐποιήσατο, ὧν ἕκαστον ἐπὶ τοῖς πολιτευομένοις καὶ τὰ τοῦ δήμου πράττουσίν ἐστιν, ἐγὼ δ’, ὅτι μὴ [*](RIV 288) λέγω, μὴ γράφω, μὴ πράττω δι’ ὧν κἂν ἀδική- σεῖέ τις.

    οὐκοῦν οὐ μόνον τῷ μὴ ταὐτὰ μηδὲ ὅμοια ἐγκαλεῖσθαι τοῖς δημοσίᾳ φεύγειν εἰωθόσι δῆλός εἰμι συκοφαντούμενος, ἀλλὰ καὶ τῷ τῆς ἐναντίας προαι- ρέσεως διώκεσθαι τοῖς κακῶς ὑμᾶς ποιεῖν δυναμένοις. μόνος γὰρ τῶν πώποτε οὐχ ὑπὲρ ὧν ἀδικῶ κρίνομαι, [*](5 cf. p. 110 sq. | Dem. p. 310,27 11 Dem. fals. leg. p. 343,2) [*](1 τῆ VaB 3 πώποτ’ V 5 ἡμᾶς Par 6 παράνομον VaB 8 ἐπεφήνατο V (et Mon) | ἀπέλαβεν V (et Mon) 9 ἢ πόλεις scripsi auctore Cobeto Coll 289 ἡ πόλις libri edd) [*](10 ἡγούμενος scripsi ex HVVaB, ut coni Iacobsius Add 98 Lect 106 Rev 5 et Cobetus ἡγούμενοι Par ἡγουμένους Ma P edd | μὴ inser P 2 Ι κατὰ scripsi ex HVVaBPar πρὸς MaP edd „fort. leg. ὅτι τις μὴ πρὸς (vel κατὰ) τὰ ὑμέτερα ψηφίσματα ἐπρέσβευσεν, ἢ ἄλλος καιρούς “ Re | τὰ inserui ex Η om V VaBParMaP edd 11 μεγάλους Η 12 πρὸ ἥκατο Β προσ- ήκατο VaPar 13 ἕκαστον scripsi auctore Re ἕκαστος libri edd 14 δὲ ΜaP edd 15 κὰν] οὐκ ἂν HV καὶ Ma 16 ταῦτα VaPar Ι μὴ δὲ ΗΒΡαrΡ 17 δημόσια VaBPar Ι εἰώθασι Par 18 τὸ VaPar | ἐναντίας, τίσι τοῖς κακῶς ὑμᾶς in marg P 2 19 καλῶς VaBPar Ι ἡμᾶς Η)

    385
    ἀλλ’ ἐξ ὧν οὐδὲν ἀδικῶ, ὅτι ταῦτα προειλόμην ἀφ’ ὧν οὐδὲ τοῖς θέλουσιν οἷόν τέ ἐστιν ἀδικεῖν.

    18. Καίτοι Σόλων ὁ σοφώτατος τῶν Ἑλλήνων καὶ δημοτικώτατος τῶν Ἀθηναίων οὐκ ἐπάναγκες τοῦτό γε ὥσπερ τὰ ἄλλα, λειτουργεῖν μὲν ἀπὸ τῆς οὐσίας καὶ στρατεύεσθαι τῷ σώματι καὶ τὰ ἄλλα ὅσα ἐν δη- μοκρατίᾳ πολιτευομένους ὀφείλειν, ὑπελάμβανεν. ἐκεῖνα μὲν γὰρ ἑκάστῳ προείρηκε ποιεῖν, τὸ λέγειν δὲ ἐφ’ ἑκάστῳ κατέλιπεν ὥσπερ ἄν τις πρὸς τοῦτο γνώμης καὶ δυνάμεως ἔχῃ. εἰκότως. καὶ γὰρ ἠπίστατο ὅτι τριήραρχος μὲν καὶ στρατηγὸς ἄκων καὶ στρατιώτης κελευόμενος οὐδὲν ἂν βλάψειεν ὑπὸ τῆς ἀνάγκης, ὁ δὲ παρὰ γνώμην λέγων καὶ γράφων, εἴτε ἀδύνατος ὢν εἴτε ἀπεστραμμένος ἐπὶ τοῦτ᾿ ἀχθείη, πάντως ὑπ’ ἀγνοίας ἢ χωρὶς εὐνοίας πολιτευόμενος ἀδικήσειεν ἢ βλάψειεν ἄν. πρὸς δὲ τούτοις μόνους τούτους τῶν ἐν τῇ πόλει πραγμάτων καὶ πλείους τῶν ἱκανῶν | [*](RIV 289) ἐπιθυμοῦντας ἠπίστατο, ὥστε οὐχ ὅπως καὶ τοὺς [*](4 Isocr. Areop. § 16 p. 143 a 9 Aeschin. Τim. § 23 p. 4, 14) [*](14 ἀπεστραμμένος] ἄκων καὶ τοὐπίσω στρεφόμενος P 2 Mor) [*](2 οἷον Β οἷός Re | ἐστιν om Ρ Mor 4 τούτω Par 5 γε scripsi auctore Re τὲ HVVaB τε MaP edd om Par ἐποίησεν post γε, οἷον ante λειτουργεῖν inserendum coni Re cui oblocutus est Iacobs Lect 106 Ι μὲν delendum videtur 6 τἆλλα HV 8 μὲν om V (et Mon) | γὰρ om VaBParMaP Mor | προ- ειρηκέναι Ρ Mor προείρηκεν ἀεὶ coni Re | δ’ H 9 ἐφεκάστω Ma | ἂν εἴ τις VaB 10 ἔχει HV sed in hoc post ι ras 1 litt in qua η, Par ἔχοι Ma | καὶ om Par, post γὰρ VaB) [*](12 ἂν — 388, 8 κελευσθεὶς om Par 14 εἰ ante ἐπὶ HV | τοῦτο VaB 16 δὲ] τὶ Ma | τούτ(??) Ρ 17 πλείω Mor sed πλείους in marg 18 καὶ om V)

    386
    ἄκοντας ἐροῦντας ἠξίου συγκαλεῖν, ἀλλ’, εἴπερ ἦν, καὶ τούτων ἀφελεῖν ἄμεινον ἡγεῖτο.

    καὶ μὴν καὶ δεο- μένους αὐτούς, ἀλλ’ οὐχ ὑφ’ ὑμῶν παρακληθέντας ἀγορεύειν ᾤετο δεῖν. οὐ γὰρ αὐτοὺς τῷ δήμῳ τι πολι- τευομένους χαρίζεσθαι, ὅς οὔτε ἀπορεῖ που τῶν πολι- τευομένων καὶ πρὸς αὐτὸν φιλοτιμουμένων κἂν αὐτός ποτε παρ’ αὑτοῦ τὰ δέοντα ἔχοι ποιεῖν καὶ φρονεῖν, ἀλλὰ τὸν δῆμον αὐτοῖς μεταδιδόντα παρρησίας αἴρειν καὶ μεγάλους ἐκ μικρῶν καὶ φανεροὺς ἐξ ἀφανῶν ἐκείνους ποιεῖν συμβούλοις χρώμενον. διόπερ κηρύττει τὸ δημοτικώτατον τῶν κηρυγμάτων τίς ἀγορεύειν βούλεται; δηλῶν ὡς ὅστις οὐ βούλεται, μηδεμίαν ἀνάγκην οὖσαν αὐτῷ. ὅπου γὰρ τὸν ἐκ τῆς αὑτοῦ γνώμης ὡρμημένον ὁ νόμος καλεῖ τὸ βούλεσθαι θέμε- νος ὅρον τοῦ λέγειν, αὐτὸς ἀφεῖται τοῦ λέγειν ὅτῳ μὴ μετείη τοῦ θέλειν.

    20. Ὁ Σόλων μὲν οὖν οὕτως, οὑτοσὶ δὲ ἄκοντα κελεύει λέγειν καὶ ἀντικηρύττει τῷ παλαιῷ κηρύγματι. καίτοι τίς νόμος ὥσπερ κατὰ τῶν ἀστρατεύτων οὕτω καὶ κατὰ τῶν οὐ λεγόντων ἐστὶ γεγραμμένος; οὐδὲ [*](11 cf. p. 407, 17; 431, 12. Aeschin. Ctes. § 3 p. 54, 14. Dem. cor. p. 285, 6) [*](1 ἐροῦντας om VaB 2 καὶ(2) om HV 3 ἡμῶν Η 4 τί HVMaP edd om VaB 5 δ’ post ὃς inser P 2 Ι που om HV Ι τῶν inserui e VaMaP om HVB edd 6 καὶ — φιλοτιμουμένων om VaB Ι αὐτό Η 7 ποτε] εἴποτε δέῃ coni Re Ι μὴ ante παρ’ inser P 2 edd delevi, ut coni Re | αὐτοῦ scripsi, ut coni Re αὐτοῦ libri edd | ἔχη VaB 8 ἐρεῖν HV) [*](12 „δηλῶν abesse malim, ut redundans et constructionem “ Re at cf. t. III p. XV sq. Ι μὴ δὲ μίαν HVaP 13 οὖσαν ἀνάγκην Β | αὐτοῦ libri edd 15 αὐτὸς — λέγειν om Ma Ι „malim αὖθις e contrario aut οὕτως hoc pacto“ a 16 μετίῃ VaB μετῄει V 20 οὐδείς VaB)

    387
    εἷς. ἀλλὰ μὴν εἰ καὶ μὴ βουλομένους ἔδει πολιτεύεσθαι καὶ κρίσεις ἔμελλον ἔσεσθαι τοῖς οὐ λέγουσιν, ἦν ἄν τις καὶ τιμωρία προειρημένη τῷ σεσιωπηκότι. ὅτε τοί- νυν οὐχ οὕτως ἔχει, κύριος ἕκαστος ἀφεῖται τοῦ λέγειν ἤ Ι μή. ἃ γὰρ οὐ κεκέλευσταί τις ποιεῖν, ταῦτα RIV 290 οὐδὲ μὴ ποιεῖν κεκώλυται.

    21. Ἔτι τοίνυν τίς οὐκ οἶδεν ὧς Ἀθηναίων δισ- μυρίων ὄντων σιωπῶσι μὲν οἱ πλείους καὶ τῶν πολι- τικῶν ἀφεστᾶσι, προσίασι δὲ ἀεὶ πρὸς τὰ κοινὰ σφόδρα ὀλίγοι. ὥστε εἰ τοῦτο ἔγκλημα δίκαιόν ἐστιν, οὐκ ἄν τις φθάνοι πᾶσαν διώκων τὴν πόλιν. ἀλλὰ γὰρ εἰ τοῖς πλείστοις ἔξεστι σιωπᾶν καὶ οὐδένα ὑμεῖς τῶν μὴ βουλομένων πράττειν τὰ κοινά, ἀλλὰ ἰδίᾳ τὴν ἡσυχίαν ἄγειν ἄκοντα καὶ βιαζόμενον εἰς τοῦτο ἕλκετε, τί δήποτε μόνῳ πάντων Ἀθηναίων ἐμοὶ ταύτης οὐ μεταδώσετε τῆς ἀδείας καὶ τῆς ἐπιεικείας τῆς πᾶσι κοινῆς;

    πολλῶν δὲ ἔμπειρός ποτε πραγμάτων ὤν, ὅτι μὲν ἐπολιτεύσαντό τινες οὐ δέον, ἀγῶνας καὶ κρίσεις οἶδα τούτοις γεγενημένας, ἡσυχίας δὲ οὐδεμιᾶς τοῖς ἰδιώταις γραφήν. ἀλλὰ τοὐναντίον ὄπωπέ τις καὶ [*](7 Ctesicl. chron. III apud Athenaeuni VI p. 272 b (Mueller fr. hist. gr. IV 375). Arist. rep. Ath. 24,3 13 Plat. Hipp. mai. p. 282 B) [*](1 εἰ non ante καὶ sed ante ἔδει Β et in marg Va | βουλο- μένοις Ma Mor 2 μὴ HV et e Mon Iacobs Lect 106 fortasse recte 3 προειρημένη om Ma 4 ἔστι Va sed γρ ἔχει su- prascr 7 ἀθηναῖοι Va 9 προσίασι scripsi ex ΗV cum Cobeto Coll 289 προίασι MaP edd προιᾶσι VaB Ι εἰς Ma 10 καὶ post εἰ Β Ι ἐστιν] τι MaP 11 διώκων πᾶσαν Ma | ἐν Ma 17 κοινῆς om Ma | πολλῶ VaB | δ’ H | ἔμπειρος V sed ρος add m 2 | ποτε om VaB 18 ἀγῶνας Ma sed ας in α corr) [*](19 οὐδὲ μιᾶς HVaP 20 γράφειν VaB Ι ὄπωπέ scripsi auctore Iacobsio App Pors 326 Lect 106 Rev 5 ὁπότε ὁπότε Ma) libri edd ἐνίοτέ τισι coni Re | τίς Η | καὶ om VaB)

    388
    ἐκείνων βίον ἐπαινούμενον καὶ τὰς μὲν τιμὰς καὶ δυ- νάμεις, ὥσπερ καὶ τοὺς κινδύνους, σὺν τοῖς πολιτευο- μένοις ὑπαρχούσας, τοῖς δ’ ἰδιώταις καὶ σιωπῶσιν ἀμφοτέρων τούτων οὖσαν ἀπαλλαγὴν καὶ πολλὴν τοῦ λανθάνειν ἀσφάλειαν. ἧς δέομαι μηδὲ ἐμοὶ φθονῆσαί τινα γεγενημένῳ τῶν πολλῶν ἐνί.

    23. Ἡδέως δ’ ἂν ἐροίμην τὸν κατήγορον· ὅτε ἐπολιτευόμην, ἔσθ’ ὑφ’ ὅτου κελευσθεὶς ταῦτ’ ἔπραττον, οὐκ αὐθαίρετος; ἀλλ’ οὐκ ἔστιν εἰπεῖν. οὐκοῦν ὥσπερ ἔλεγον ἐμαυτῷ δοκοῦν τῷ τοῖς ἐθέλου- σιν ἐφεῖσθαι λέγειν, οὑτωσὶ καὶ λέγων καὶ πολιτευ- όμενος πέπαυμαι καὶ τούτων ἀθῷός εἰμι τῷ α καὶ πᾶν πᾶσιν ἐξεῖναι.

    ἔτι τοίνυν οὓς μὲν ἂν ἀτιμά- ζητε, σιωπᾶν αὐτοῖς ἐπιτάττετε, εἰπεῖν δ’ οὐδὲ τῶν ἀδικούντων οὐδενὶ παρά γνώμην κελεύετε. καίτοι θαυ- [*](RIV 291) μαστόν, | ἐπεὶ μηδὲ τυραννίδες μηδὲ τριάκοντα. Κριτίας γοῦν σιωπᾶν μὲν ἐκέλευε Σωκράτει, λέγειν δὲ οὐδενί. ἔστι δὲ καὶ τῶν ποιητῶν ἀκούειν ποτὲ λε- γόντων ὡς ἀκίνδυνον γέρας εἴη τὸ τῆς σιωπῆς. νὴ [*](7 [Dem.] or. XLVI § 27 p. 1137,7; prooem. 35 p. 1444,23) [*](17 cf. ad t. V 47, 2; 135, 1; 123 not. 1 19 cf. p. 148, 10. Simon. Cei fr. 66 Bergk4. Aristid. or. pro IV viris t. II 192,5 Di.) [*](4 τούτων om Η | οὖσαν om VaB 5 μὴ δὲ HVaP μὴ Β Ι ἐμοὶ om Β 8 ἐπολιτευόμην, ἔσθ’ ὑφ’ ὅτου scripsi ἐπο- λιτευόμην. ἔσθ’ ὑπό του HV ἐπολιτευόμην ἔσθ’ ἔθ’ Β) ὑπό του VaB ἐπολιτευόμην ἔτι, ὑπό του ὑπὸ τοῦ Ma) MaP edd Ι κε- λευθεὶς libri edd | ταῦτα VaBPar qui hac voce rursus inc 9 αὐθαίρετος scripsi ex HVVaBMa αὐθαιρέτως ParP αὐται- ρέτως edd cf. p. 478, 4 10 τὸ VaBPar 12 ἀθῷος libri edd Ι καὶ om ParMa 13 μὲν om V | ἀτιμάζητε scripsi ἀτιμάσητε libri edd 14 οὐδὲν VaBPar 15 καίτοι scripsi auctore Iacobsio App Pors 326 Lect 106 Rev 5 καὶ τὸ libri edd 16 (1 et 2) μὴ δὲ HVaBPar 17 γοῦν scripsi ut coni Re οὖν HVMaP sed in hoc ο’ in γο corr, edd μὲν οὖν Va BPar Ι μὲν inser Ρ om VVaBPar | ἐκέλευσε Ma | σωκράτη VaB σωκράτην Par 19 τῆς σιωπῆς) σιωπᾶν VaBPar)

    389
    Δία, ἀλλ’ ᾧ μὲν οὐδὲ τὴν ἀρχὴν ἐπῆλθε λέγειν οὐδὲ δυνατὸς τοῦτο ποιεῖν οὐδὲ ἐπολιτεύσατο, συγγνώμην ἔχειν ὁ δῆμος εἴωθεν, ἐγὼ δὲ καὶ ῥήτωρ ὢν καὶ τάξας ἐμαυτὸν ταύτην τὴν τάξιν ἀναχωρῶν τῆς πολιτείας ἀδικεῖν νομίζομαι, ὥσπερ, εἰ πράξεως τις ἥψατο καὶ προσῆλθέ τῳ τῶν ἐπιτηδευμάτων, ἀναγκαῖον ὂν ἐν τούτῳ καταβιοῦν, ἀλλ’ οὐ μέχρι τις βούλεται καὶ ἐγ- χωρεῖ, ταῦτα προκείμενα τοῖς ἐλευθέροις.

    καὶ πολλοὺς ἴσμεν ἐκ φιλοσοφίας ἐπελθόντας τῷ δήμῳ δη- δημηγορεῖν, ὥσπερ φασὶν ἐκεῖνον Ἀλκιβιάδην, τοὺς δὲ ἀπαλλαγέντας ἐκ μέσης τῆς πολιτείας, οἴους πολλοὺς ἔχων εἰπεῖν ἀρκεῖν αὐτὸν ὑπολαμβάνω τὸν Σόλωνα. ἐκεῖνος γὰρ οὐχ ὥσπερ τις ἄλλος τῆς πολιτείας μετα- σχών, ἀλλ’ αὐτὸς αὐτὴν καταστήσας καὶ τοὺς νόμους θεὶς τῇ πόλει καὶ μανεὶς ὑπὲρ ὑμῶν, ἐμάνη γὰρ καὶ ὁ Σόλων ὧς ἐγώ, ὅτ’ ἔδοξεν αὐτῷ, παυσάμενος τού- του τοῦ βίου ἀπελθὼν ἐπλανᾶτο καὶ πράγματα ἄλλα ἔπραττε. τίς οὖν ἔκρινεν αὐτὸν ἐξιόντα τῆς πολιτείας; [*](4 cf. p. 328,1 15 cf. p. 433,12. Plut. Sol. 8,2 17 Her. I 29. Arist. rep. Ath. 11, 1) [*](1 μηδὲ Ma | τηναρχὴν Β 2 οὐδ’ HV 4 ἐμαυτῶ HV VaBPar | ἀναχωρῶ VaBParMa 5 νομίζομαι scripsi auctore Cobeto Coll 289 τοῦτό με libri edd sed κρίνομαι coni Mor, δοκῶ vel δοκοῖμ’ ἄν Iacobs Lect 107 Rev 5 | πράξεως τίς Η I τι V 6 προσῆλθε τῶ Va προσῆλθε τί HV Ι τῳ om Par Ι οὖν Η sed οῦ in ras, V 7 οὖ Η Ι τίς HVaParP | συγχωρεῖ MaP Mor 8 „videtur sic leg. καίτοι πολλοὺς ἴσμεν, τοὺς μὲν ἐκ φιλοσοφίας ἀπελθόντας (aut ἐξελθόντας) ἐπὶ τῷ ἐν τῷ δήμῳ δημηγορεῖν“ Re 9 ἴσμεν scripsi auctore Re μὲν libri (sed om V) edd Ι μετελθόντας VaBPar 10 δ’ HV 11 τῆς om HV 13 ἄλλος τις Πα Ι τίς Η 14 αὐτὸς — νόμους bis V ParP Re alterum delevi cum Sinteni et Cobeto 16 ὁ om Va Β | ὅτε VaBPar | ὅτε δόξαν Cobet Ι αὐτῷ παύσασθαι coni Mor | „fort. καὶ παυσάμενος“ Re 18 „fort. τί οὖν; ἔκρινεν αὐτόν τις“ Re ἦ τις οὖν Iacobs Lect 107 Rev 5)

    390
    [*](RIV 292) | οὐδὲ εἷς.

    τίς δὲ ὧν ἑκὼν ἤρξατο διατελεῖν τὸν αὑτοῦ βίον ἐν τούτοις ἐκέλευε πάντα; οὐδὲν γὰρ ἂν εἴη δουλότερον πολιτείας, εἰ μηδὲ ἀπαλλαγῆναι ταύτης τοῖς ἁψαμένοις ὑπάρξειέ ποτε, ἀλλ’ ὥσπερ τοῖς ἐμπεσοῦσιν εἰς δεσμωτήριον ἐν αὐτῷ μένειν. καίτοι, εἰ καὶ τοῖς δεσμώταις λύσις ποτὲ καὶ τοῖς οἰκέταις ἄφε- σίς τίς ἐστιν, οὐ δήπου τοῖς πολιτευομένοις ἀνάγκη τῆς ἀιδίου προεστάναι διατριβῆς, καλὸν δ’ ὥσπερ καὶ μυστηρίων μετασχόντα ἀπελθεῖν καὶ τελεσθέντα τὰ τοῦ δήμου μυστήρια παρέχειν μεθ’ αὑτὸν ἄλλοις τισὶν εἰς τὴν τελετὴν παρεῖναι.

    ὁρῶ δ’ ἔγωγε καὶ τοῖς ἀθληταῖς τοῖς Ὀλύμπια ἤ τινα ἄλλον τῶν στεφανιτῶν ἀγώνων ἠγωνισμένοις οὐχ ὅτι καὶ πρόσθεν ἠγωνί- ζοιτο, προσγινομένην ἀνάγκην τοῦ τὸν ἀεὶ χρόνον ἀγωνιζομένου ’ς διαμένειν, ἀλλὰ καὶ ὁ Μίλων ἐπαύσατο καὶ ὁ Πολυδάμας τὴν ἄσκησιν κατελύσατο. παυέτω δὴ καὶ τοὺς τῆς πόλεως ἀθλητὰς γῆρας καὶ <καιρῶν> μεταβολὴ καὶ μεγάλα πταίσματα.

    28. Καθόλου μὲν οὖν οὐδὲν χρήσιμον ὑμῖν παρὰ [*](15 Paus. VI 14, 5 16 cf. p. 180, 1) [*](1 οὐδείς VaBPar | ὢν VaPar | τί δέ; ὧν ἑκὼν — 2 ἐκέλευέ τις πάντα; οὐδείς. οὐδὲν coni Re 2 αὐτοῦ libri edd | οὐδὲ VaBPar 3 μὴ δὲ HVaBParP 4 ἀμειψαμένοις VaB | ὑπάρξει Par 7 οὐ δήπου scripsi ἤ που HV εἴ που Va ἦ που BParP edd sed οὐδεμία ante ἀνάγκη inserendum coni Re) [*](10 μεθ’ αὐτὸν scripsi μετ’ αὐτὸν HVMaP edd μετ’ αὐτῶν VaPar μετ’ αὐτ’ Β 11 τελευτὴν VaBPar | „malim παριέναι“ Re cui oblocutus est Iacobs Add 26 12 τοῖς] τὰ Par Ι ἄλλα VaBPar | στεφανιτῶν VaPar 13 ἀγωνισαμένοις HV 11 προσγιγνομένην Ma | τοῦ om VaBPar τοὺς HV 17 ἀθλη- ταῖς Par sed ὰς suprascr m 3 | καιρῶν inserui auctore Iacobsio Lect 107, ut τῆς τύχης intellegendum vel potius inserendum coni Re om libri edd 19 παρὰ scripsi ex HVaBPar cum Cobeto Coll 288 περὶ VMaP edd)

    391
    τῶν ῥητόρων ἀπαντᾷ. οὐ γὰρ οὗτοί γε τὴν γῆν ὑμῖν ἐργάζονται καὶ τὴν θάλατταν πλέουσιν οὐδὲ τὰς ἀναγ- καίας πρὸς τὸν βίον τέχνας ἐκπονοῦσιν οὗτοι οὐδὲ ταῖς τούτων εἰσφοραῖς καὶ χορηγίαις ἡ πόλις λαμπρύ- νεται οὐδὲ ἐν τοῖς τούτων ὅπλοις σώζεται. ἀργὸν ἔθνος καὶ περίεργον καὶ λάλον καὶ ἀστράτευτον καὶ δειλοὶ καὶ ἀλαζόνες καὶ φιλόνεικοι καὶ φιλοπόλεμοι, κραυγῆς καὶ θορύβου πάντα πληροῦντες, ἔρημοι δὲ νοῦ καὶ τῶν ἀναγκαίων λογισμῶν, γλῶτται μόνον ἃς ὥσπερ αὐλῶν εἴ τις αὐτῶν ἀφέλοι, τἄλλ’ οὐδέν εἰσιν ἢ ῥήματα καὶ σκιαί.