Declamatio 21

Libanius

Libanius, Declamatio 21, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

πρὸς ταῦτά με κατακοπτέτω καὶ τῶν σπλάγχνων, εἰ βούλεται, γευέσθω. ῥᾳδίως οἴσω τὰ χαλεπώτατα. τί λογιζόμενος; ὅτι κἂν νῦν μυριάκις ἀποθάνω, τήν γε δόξαν ἢν ἔσχον παρὰ τοῖς Ἕλλησιν [*](1 cf. p. 283, 11 5 cf. ad p. 259, 19; 280,16; 328,9; t. IV 977, 13 R 10 sq. Dem. Phil. III p. 119, 6 sq. 11 cf. ad p. 285, 9 sq.) [*](2 ἡ Vi 3 οὐ inserui ut inser P 2 et coni Mor et Iacobs Rev 4 om libri edd οὐδὲν τὰ πολλὰ coni Gasda 4 αὑτῶ scripsi αὐτῷ HVPViMa edd αὐτὸ CI Ι ὑπάρξειν Mor Ι περὶ CI 5 αὐτῷ libri edd | πυθῶνας Vi Ι οἶδεν H οὐδὲν Ρ Mor qui οὐδεὶς coni 6 αὐτὸν reposui e libris αὐτὸν edd Ι οὕτως Mor sed γρ οὕτος in marg | μόνον in marg Vi 2 10 καλὸν Vi 13 ἀνασώσειν Vi 15 ἔρρωται scripsi cum Iacobsio Lect 105 ἔρρωτο libri edd | οἷδαεν Ma οἶδα Vi | οὐ scripsi με HVPMaCl edd om Vi οὐ post με inser CI οὐ- δένα ἢ ἐμὲ coni Re, μάτην Iacobs Add 167 Lect 105 Rev 4 | κοπτέτω Vi sed κάτα in marg add m 2 17 γενέσθω VVi Re)

336
οὐδεὶς ἐξαλείψει χρόνος. εἰ δ’ ἄρα καὶ τῶν ἄλλων τις τοῦτο Ἑλλήνων πάθοι, ἀλλ’ οὐ τῆς πόλεως τοῦτό ποτε ἔξεισιν, ἀλλ’ ἕως ἂν μένῃ τουτὶ τὸ βουλευτήριον καὶ ἡ Πνὺξ αὕτη καὶ τὰ δικαστήρια καὶ τὸ Μητρῷον, ἀεὶ δὲ μενεῖ, ταῦτα γὰρ οἱ θεοὶ λέγουσιν, ἔσται τις μνήμη τῶν ἐμοὶ πεπονημένων.

εἰ δ’ οὖν καὶ ἄλλων ἀμνημονήσειέ τις, πῶς ἂν τοῦ γε τελευταίου τούτου δύναιτο; τὰ καινὰ γὰρ ἥκιστα ὑπὸ λήθης ἀφανίζεται. τοιοῦτον δ’, οἶμαι, τὸ παρόν. ἀνὴρ πολέμιος ἄκων ἐπαινεῖ τὸν ἐχθρὸν ἐμέ. καὶ ἔγωγε ἐνεθυμήθην ὡς τὸ παρ’ ἀξίαν εὐτυχεῖν ἐξίστησι πολλάκις τοῦ φρονεῖν. ὁ γοῦν Φίλιππος οὐκ οἶδεν ὧς ἐν αὐτῷ τῷ ζητεῖν με λαβεῖν μάρτυς γίνεται τῆς ἐμῆς εἰς ὑμᾶς εὐνοίας καὶ μονονοὺ κηρύττει πρὸς ἅπαντας ὅτι διὰ τοῦτον μέν- τοι τὸν ἄνθρωπον οὐ κεκράτηκα τῆς Ἀττικῆς, ἀλλ’ ἔτι μοχθῶ καὶ στρατεύομαι πάλαι πάντα δυνάμενος ἔχειν.