Declamatio 21

Libanius

Libanius, Declamatio 21, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

μὴ γὰρ δὴ ἐκεῖνο δείσητε, ὡς ἐγώ ποτε ἐμαυτὸν εἰς τἀκεί- νου δώσω πράγματα. ὁ μὲν γὰρ ἴσως ἐθελήσει παν- οῦργος ὢν καὶ δώσει καὶ χώραν καὶ οἰκίαν καὶ χρη- μάτων πλῆθος, ἀντὶ δὲ τούτων ἀξιώσει με περιελθόντα [*](12cf.t.III170,6.Dem.cor.p.272,20 15 Plat.rep.IIp.36lE) [*](19 cf. t. IV 319,12 R) [*](1 ἡμεῖς Ρ Mor Ι θέλοντας V θέλοντα Vi sed τὰς supra τὰ m 2 3 αὐτοὺς scripsi auctore Re αὐτοῖς libri edd 4 ὑπό- σχεσθε scripsi cum Cobeto Coll 288 ὑποστήσεσθε HVViMa sed in hoc in ὑπόσχεσθε corr m 2, CI ὑποσχεθήσεσυε Ρ edd | ἔσεσθαι scripsi ex Η cum Cobeto ἔσεσθε PVi sed in hoc εἷναι in marg m 2, Ma sed ε in αι corr m 2, CI edd εἷναι V 5 λεγόντων in ras V 2 7 ἦν V 9 ἄξιον HVMa sed in VMa ἀν antep m 2, CI Ι παραμυθήσασθαι reposui ex HPViMaCl ut coni Re παρα- μυθήσεσθε V edd 10 καὶ ante ὑμῖν Ma 12 τοῦ inserui ex HVMaCl om PVi edd 13 ἀπ’ — ἐκκλησίας in marg P 2 14 αὐτὸν HMa sed in ’ in ' in m 2, CI αὐτὴν Vi sed τὸν supra τὴν m 2 Ι ἐκχειριεῖ V 16 πυρὶ καὶ σιδήρῳ Ρ Mor 17 τὰ ἐκείνου VMaCl 18 ἐθελήσοι Ρ Mor)

335
τὴν Ἑλλάδα παλινῳδίαν ᾆσαι ὅτι Φίλιππος εὐσεβής, πιστός, δίκαιος, Ἑλληνικώτατος καὶ οὐδὲν ἢ <οὐ> α πολλὰ τῶν Ἀθηναίων ἐλάττων. βούλοιτο ἂν αὑτῷ τούτους ὑπάρξαι παρὰ τῆς ἐμῆς γλώττης τοὺς λόγους ἢ μυρίους αὑτῷ Πύθωνας γενέσθαι. οἶδε γὰρ ὧς ὁ μάλιστα αὐτὸν διαβεβληκὼς οὗτος ἂν μόνος καὶ μεταπεῖσαι δύναιτο.

Φίλιππον μὲν οὖν εἰκὸς οὐδὲ ταύτης ἀφέξεσθαι | τῆς πείρας, ἐγὼ δὲ αὐ- [*](RIV 278) τὸν οἶς ἐρῶ πρὸς ταχεῖαν ὀργὴν ἐπισπάσομαι πάλιν ὄλεθρον καλῶν, πάλιν βάρβαρον καὶ λέγων ὡς ἀθά- νατος ἡ τῶν Ἀθηναίων πόλις καὶ ὧς ἀμήχανον ψευδεῖς ἐλεγχθῆναι τὰς ὑπὲρ αὐτῆς μαντείας καὶ ὧς ἐγὼ μὲν αὐτῇ τοὺς αἰχμαλώτους ἀνα- σῶσαι δι’ ἐμαυτοῦ προσήκειν ὑπέλαβον, ἡ δὲ καὶ ἄνευ τούτων ἔρρωται καὶ οἶδεν ὅτι οὐ νενίκηκας.