Declamatio 19
Libanius
Libanius, Declamatio 19, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
ἀλλ’ ὑμεῖς γε | ὑμῖν αὐτοῖς ἀντ’ [*](R IV 252) ἐμοῦ γένεσθε. καὶ τοῦ μὲν πένθους ὕφετε, πατέρες δὲ τῶν παίδων γεγενημένοι τῆς πόλεως, τουτὶ δέομαι, καὶ τὸν ἐπ’ ἐκείνοις ῥηθησόμενον λόγον σεμνύνατε. χειροτονεῖτε τὸν ἐροῦντα ἐκ τῶν ὡς ἀληθῶς λυπου- μένων, ἀλλὰ μὴ τῶν προσποιουμένων. ἐπειδὰν δὲ ἀπολοφύρησθε τοὺς ἀγαθοὺς ἐκείνους, ζητεῖτε τιμωρίαν ὧν πεπόνθατε λόγους γενναίους, ψήφισμα καλόν, πρᾶξιν ὠφέλιμον.
40. Ὑπερίδη καὶ Πολύευκτε καὶ Μοιρόκλεις, μηδὲν ὑμᾶς τὸ πρᾶγμα τοῦτο τὸ κατ’ ἐμὲ ποιείτω χείρονας. ἀλλ’ ἕως μὲν ἂν ἐξῇ, πολιτεύεσθε τὴν πολιτείαν ταύ- την τὴν ἐπικίνδυνον, καλὴ γάρ, εἰ καὶ κινδύνους ἔχει μεγάλους, ἢν δὲ αἴσθησθε πρέσβεις ἐφ’ ὑμᾶς ἐκ Μακε- δονίας ἐφ’ ὁμοίοις τρέχοντας, φθάσατε τοὺς λόγους αὐτῶν τῷ θανάτῳ. καὶ πλέον τί μου τῇ πόλει χαρί- [*](12 Thuc. II 46 15 cf. t. IV 265, 4 R. Dem. Phil. III p. 129,18 | Dem. fals. leg. p. 435,6. Plut. Dem. 13,5; 23,3. Arr. anab. | 10,4 cf. A. Schaefer Dem. III 137 2) [*](1 πεσόντ’ ἃς Ath 7 παραμυθηταί post γένεσθε inserendum vel χρῆσθε pro γένεσθε scribendum coni Iacobs Lect 103 Rev 4 | πατέρες scripsi σωτῆρες libri edd 8 γεγεννημένοι Re 9 τῶν ἐπ’ ἐκείνοις ῥηθησομένων λόγων ὑπομνῆσαι (sc. ὑμᾶς) ὑπομνήσεσθε δέ, εἰ vel λόγων οὐκ ἀμνηστεῖν· οὐκ ἀμνηστήσετε δέ, εἰ coni Iacobs Lect 103 | σεμνύνατε scripsi ὑμνήσειν· εἰ libri edd 15 Πολύευκτε reposui e libris cum Gasda πολύ- εκτε edd | Μοιρόκλεις scripsi (Mus. Rhen. XXXII 90) μυρόκλεις libri edd 17 πολιτεύεσθαι Ρ 20 ἐπὶ ὁμοίοις Ath)
41. Περὶ δὲ τῆς θυγατρός, κἂν μηδὲν ἐπισκήψω, θαρρῶ. πολλοὺς αὐτῇ καταλείπω πατέρας τοὺς ἐνταυ- θοῖ, τοὺς παρὰ τοῖς ἄλλοις ἔθνεσιν. οὐ γὰρ δὴ τὸν μὲν πατέρα αὐτῆς ἐστεφάνουν, αὐτῆς δ’ ἀμελήσουσι. καὶ τί δεῖ λέγειν τοὺς καθ’ ἕκαστον; ὁ δῆμος ἅπας ἐπιμελής ἔται τροφῆς, νυμφίου, γάμων. κἂν ἄρρεν τέκῃ, Δημοσθένης ἴσως ὄνομα αὐτῷ τεθήσεται. θυγατριδοῦς δὲ εἰ γένοιτο, τύχῃ μέν, ὦ θεοί, διενέγκοι τοῦ πάππου, τὰ δ’ ἄλλα ὅμοιος γένοιτο.
42. Ἄρ’ ἔστι τι ὑπόλοιπον ἄξιον εἰρῆσθαι; ναί. μικρά γε δεῖ τοὺς πρέσβεις ἀκούσαντας ἀπελθεῖν. ὦ διάκονοι τυράννου παρὰ τὴν ἀξίαν εὖ πράξαντος, ὧς μεγάλης τε καὶ λαμπρᾶς ἐλπίδος ἡμάρτετε. ὑμεῖς μὲν ᾤεσθέ με δεδεμένον ἄξειν παρὰ τοῦ δήμου λαβόντες διὰ τῆς ἀγορᾶς, διὰ τῆς Ἐλευσῖνος, διὰ Πλαταιέων, διὰ Θηβαίων, διὰ Φωκέων, διὰ Πυλῶν, διὰ Λαρίσσης ἐλέγχοντες ἐν ἐμοὶ τοῦ δήμου τὸν τρόπον, ἄπιτε δὲ κεναῖς χερσὶν ἰδόντες εὐψυχίαν ῥήτορος.
ἀγγέλλετε δὴ τῷ δεσπότῃ τἀληθῆ, ὅτι ὁ μὲν δῆμος οὔπω δῆλος [*](3 cf. p. 273,19; 278,10; 308,14. Dem. p. 954,15; 840,15. Aeschin. Ctes. § 77. Plut. Dem. 22, 2. vit. Χ or. p. 847 c 10 Soph. Ai. 550 14 Thuc. VII 77, 1 17 cf. p. 310, 13 19 cf. p. 269, 15) [*](6 μὲν om Ath | δὲ Ath edd 7 δὴ Ρ 8 τέκῃ scripsi cum Gasda τέκοι libri edd 12 τις ὑπόλοιπος ἄξιος Ρ et γρ in marg Mor 16 ᾤεσθέ scripsi cum Gasda et Cobeto Coll 287 οἴεσθε libri edd 19 ἐν om Ath 20 κεναῖς scripsi (Mus. Rh. XXXII 95) e Ρ coll t. I 500,21; t. IV 492,21; 830, 30; 835,25 R; ep. 335 cum Abreschio ad Aesch. Prom. 37 et Cobeto κέν Ath edd κἀν vel ἐν Iacobs Rev 4 (praesentes) et Philostr. Im. 668)