Declamatio 19

Libanius

Libanius, Declamatio 19, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

ἐγὼ καὶ τέμνεσθαι καὶ καί- εσθαι μᾶλλον ἂν καθ’ ἡμέραν δεξαίμην ἢ τῷ Φιλίππῳ συνειπεῖν ἐν ταῖς τιμαῖς Παρμενίωνος. τί δ’, ἂν κελεύῃ με πρεσβεύειν εἰς τὰς πόλεις καὶ παλινῳδίαν ᾄδειν, ὅτι ἐκεῖνα μὲν ἦν ἃ πρότερον ὑμῖν ἔλεγον συ- κοφάντου, ταυτὶ δὲ ἀπὸ τῆς ἀληθείας. Φίλιπ- πος ἀπόγονος μέν ἐστιν αὐτοῦ τοῦ Δῖός, χρη- στὸς δὲ τὸν τρόπον, τὴν δὲ δύναμιν ἀνυπόστα- τος, δίκαιος πρὸς τοὺς φίλους, θεῶν ἐπιμελής; ταύτας ἀφήσει Δημοσθένης τὰς φωνὰς ἐν Ἀργείοις καὶ Μεσσηνίοις καὶ τοῖς ἄλλοις Ἕλλησι;

35. Μὴ εἴη μοι σώζεσθαι καθ’ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, μηδ’ οὕτω ποτὲ μέγα ἡγησαίμην τὴν ψυχὴν ὥστε πόθῳ τοῦ ζῆν βλάψαι τὴν ἐνέγκασαν. βλάψαιμι [*](2 cf. p. 325, 17 4 Dern. 01. II p. 23, 15 sq. 6 Dem. Phil. II p. 73, 3 sq. Lib. vit. Dem. p. 4, 16 7 Plat. Gorg. p. 462 E 10 cf. p. 199, 1; 250, 15. Dem. fals. leg. p. 362, 29) [*](11 cf. p. 335, 1 14 cf. t. IV 283, 17 R 15 Dem. 01. I p. 10, 2; 19, 9 | [Dem.] Erot. p. 1410, 2 17 cf. t. IV 254, 15 R) [*](1 ἐνέγκαμεν ἂν καὶ ἐνέγκαιμεν ἂν Ath | ἢ ante ζῆν libri edd delevi διαζῆν coni Gasda | ἐν(2) inserui cum Gasda om libri edd 5 καλῶς coni Mor 6 ἐστι inserui ex Ath om Ρ edd 8 δὲ post ἐγὼ inserendum coni Gasda 9 καθη- μέραν Ρ 10 ἐγκαταλεγόμενος ad ἐν ταῖς in marg adscr P 2 14 ἐστιν om Ath 20 μὴ δ’ Ρ 21 ὥστε reposui e libris cum Iacobsio Lect 102 Rev 3 Anth Pal III 273 Sinteni Gasda οὔτε edd)

284
δ’ ἄν, εἰ ψήφισμα τοιοῦτο νικήσειε παρ’ ὑμῖν. ἀλλ᾿ οὐ νικήσει, μέχρις ἂν ᾖ κώνειον, οὐδὲ γράψει τις Ἀθήνησιν· ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ τῶν Ἀθη- ναίων Δημοσθένη <τὸν> Παιανιέα Φιλίππῳ Μακεδόνι δεδόσθαι ὅ τι βούλεται χρῆσθαι. μὴ γὰρ δέξαιτο τοιαῦτα τὸ Μητρῷον γράμματα μηδὲ ἀνα- μιχθείη τοῖς Ὑπερίδῃ καὶ Δημομέλει περὶ ἐμοῦ <γε- γραμμένοις> ἕτερα ἐκείνοις ἐναντία, αἰσχρὸν γάρ, σχρὸν ἐν ταὐτῇ πόλει τὸν αὐτὸν ἄνθρωπον νῦν μὲν ἀρετῆς ἕνεκα ἐστεφανῶσθαι, μικρὸν δὲ ὕστερον τοῖς ἐχθροῖς ἐκδίδοσθαι. ἀλλ’ ἔστω τὸ τελευταῖον σύμφωνον τοῖς προλαβοῦσι ψηφίσμασιν. ἐστεφανώθη ὁ Δημοσθέ- νης ὑπ’ Ἀθηναίων. ταῦτα κρατείτω καὶ τριβέτω τις τὸ φάρμακον.

36. Ἀλλ’ ὀργιεῖται Φίλιππος, ἐρεῖ τις τῶν παρ’ ἐκείνου πλουτούντων, οὕτως ἀποθανόντος ἐμοῦ. βούλεται γὰρ αὐτὸς τῆς ψυχῆς καταστῆ- ναι κύριος. ἥδιον μὲν ἐκεῖνο τῷ Φιλίππῳ, καὶ αὐτὸς οὐκ ἀγνοῶ, μικρὸν δὲ οὐδὲ τοῦτο. καὶ γὰρ εἰ νόσῳ [*](6 cf. p. 336,4; 354,9; t. IV 257,16; 278,15; 296, 7 R 7 Dem. cor. p. 302, 25) [*](2 νικήσει et γράψει scripsi cum Iacobsio Rev 3 νικήσειε et γράψειε libri edd 2 τις om Ath 3 Ἀθήνησιν scripsi e Ρ ἀθήνησι Ath Ἀθήνῃσι edd 4 τὸν inserui coll t. IV 257, 2 R; p. 238,11; IV 118, 1 om libri edd 5 ὅτι Ath | βούλεται re- posui e libris βούληται edd 6 δέξαιτο scripsi cum Gasda et Cobeto Coli 287 δέξοιτο libri edd | μὴ δὲ Ρ 7 Ὑπερίδῃ scripsi coll p. 287,15; 332,14; t. IV 265,4; 306,14; 313,11; 321, 14 R ὐπερίδει Ath edd ὑπερίδη Ρ Ὑπερείδῃ Cobet Ὑπερίδου Gasda | Δημομέλει reposui e libris cum Cobeto δήμῳ μέλει edd Δημομέλους Gasda δήμῳ μέλοι Iacobs Rev 3 | γεγραμμένοις inserui cum Cobeto om libri edd 9 ταὐτῇ scripsi τοιαύτη libri edd τῇ αὐτῇ Cobet | αὐτὸν ἄνθρωπον scripsi ἄνθρωπον libri edd αὐτὸν Iacobs Rev 3 et Cobet 12 ψήφισμα Ath 13 ὐπ’ scripsi ὑπὸ libri edd 18 ἐκεῖνο scripsi ἐκεῖνος Ath ἐκείνως Ρ edd)

285
με τελευτῆσαι συνέβη, μέγα ἂν ἦν ἐκείνῳ. καὶ νῦν μὲν ἐπιθυμεῖ με κατακόψαι λαβών, ἥσθης ἔται δὲ καὶ τεθνεῶτος πυθόμενος. καὶ γὰρ οὐχ οὕτω τῶν ἔμπρο- σθεν μὴ δίκην ἐθέλει λαβεῖν ὡς ἀπηλλάχθαι πρὸς τὸν ἔπειτα χρόνον τῆς ἐμῆς πολιτείας. τρία γὰρ ταῦτα, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστα Φίλιππος δέδοικε, τὰς τῶν θεῶν ὑπὲρ τῆς πόλεως μαντείας, τὴν ἔμφυτον ὑμῶν πρὸς τοὺς κινδύνους ἀνδρείαν, | τὴν ἐμὴν ἐπὶ [*](R IV 251) τοῦ βήματος παρρησίαν. ἀκούει μὲν γὰρ τῶν χρησμῶν ἀσκὸν ἀβάπτιστον ᾀδόντων τὴν πόλιν, ἔγνω δὲ τὰς ὑμετέρας φύσεις ἐν τοῖς πεσοῦσι καλῶς, οἶδε δὲ τὴν ἐμὴν προθυμίαν οὐκ ἐνδιδοῦσαν καιρῷ δυσκόλῳ.

βούλετ’ οὖν με τεθνάναι καὶ μὴ τὴν εὐψυχίαν ὑμῶν καὶ τὴν τύχην ἔχειν τὸ τρίτον, τὴν Δημοσθένους εὔνοιαν, τοῦτο μὲν ἀκούων Θεμιστοκλέα γνώμῃ τῆς τοῦ Μήδου κρατήσαντα δυνάμεως ἐκείνης, τοῦτο δὲ Κόνωνα, ἄνδρα φυγάδα, Λακεδαιμονίους ἐξελάσαντα τῆς θαλάσσης. οὐκοῦν ὃ ἐζήτει μάλιστα, τοῦτο ἕξει. Δημοσθένης οἴχεται. εἰ δ’ οὐ ξίφει Μακεδονικῷ, κατὰ [*](2 cf. p. 296, 14 sq. 7 Dem. fals. leg. p. 436, 20 sq. 10 Orac. Sib. apud Plut. Thes. 24,5. cf. p. 335, 10 sq. Pind. Pyth. II 146 14 Dem. 01. II p. 24, 18 sq. 15 Dem. cor. p. 225, 26 17 Xen. Hell. II 1, 29) [*](2 με] μὲν P 3 οὐχ scripsi auctore Gasda οὐδ’ libri edd 4 μὴ scripsi auctore Sinteni μοι libri edd μοι <πε- πραγμένων> coni Gasda | ἐθέλειν Ρ 7 num ὑμὶν dum? 10 ᾀδόντων scripsi ex Ath καλούντων P edd 11 εἶδε Ρ et γρ in marg Mor 13 βούλετ’ scripsi ex Ath βούλεται Ρ edd | εὐψυχίαν scripsi coll p. 314, 7 cum Iacob- sio Lect 102 Rev 3 Sinteni Gasda εὐτυχίαν libri edd ψυχὴν Weiske Hyp. err. II 47 15 ἀκούω Ρ Ι τῆς τοῦ Μήδου κρατήσαντα scripsi ex Ath cum Sinteni κρατήσαντα τῆς τοῦ δήμου Ρ edd 18 οὐκοῦν ὃ reposui e libris cum Iacobsio Rev 3 et Sinteni οὐκ οὖν ἁ edd | ζητεῖ coni Sintenis | comma post μάλιστα posui, post ἐζήτει Ath edd om Ρ)

286
δὲ τὸν παρ’ ὑμῖν νόμον, τὸ μὲν ἐκείνῳ χαρίσασθε τὸ μηκέτ’ εἶναί με, τὸ δὲ ὑμῖν αὐτ’ οἶς, τὸ μὴ παρ’ ἐκεί- νου με πεσεῖν, ἤ, εἰ βούλεσθε, τοῦτό γε καὶ ἐμοὶ χαρί- σασθε. πάντως γε ἄξιος ὑμῖν ταύτης ἐγὼ τῆς χάριτος, ἄλλως θ’ ὅτε καὶ διὰ πρεσβείας ἔξεστιν αὐτὸν πραῦναι λέγοντας ὅτι τὸν ἄνθρωπον ὅν ἐμίσεις σὺ σπου- δαῖον ἐν τοῖς ἡμετέροις ἡμεῖς εὑρήκαμεν καὶ οὐχ οἷοί τε γεγενήμεθα μὴ τοσοῦτον αὐτῷ χαρίσασθαι. συγγνώμην οὖν ἔχειν, εἰ τὸ πρᾶγμα τεμόντες σὲ μὲν ἐτιμήσαμεν τῷ θανάτῳ, τὸν δὲ τῷ ἐνταῦθ’ ἀρκέσαι πρὸς ἐκεῖνον, ἄλλως τε ὅτε καὶ Δημάδης ἐλθὼν παραιτεῖται καὶ πείθει φίλος σαυτῷ καὶ συνήθης ἄνθρωπος.

38. Μέλλων δὲ τελευτᾶν ἐρῶ πρὸς ὑμᾶς, ὦ ἄνδρες Ἀθηναἶοι, τίσι τε λυπούμενος καὶ τίσι χαίρων ἀπέρ- χομαι. χαίρω μὲν ὅτι πολλῶν ἐπ’ ἐμὲ συστάντων καὶ κατὰ τὴν ἡμέραν ἑκάστην κρινόντων, εἰσαγγελλόντων, γραφομένων ξῶ καὶ πολιτεύομαι καὶ κατήγορος ἅπας ἀπῆλθεν ἐρυθριῶν· ἀλγῶ δὲ ὅτι τοὺς γονέας τῶν ἐν [*](11 cf. p. 296, 1) [*](1 τομὲν Ρ | χαρίσασθε scripsi ex Ath cum Sinteni et Gasda χαρίσασθαι Ρ edd | τὸ om Ath 2 μηκέτι Ath | με inserui, ἐμέ Gasda om libri edd | το(1) P 5 ἀλλ’ ὥσθ’ Ath | ὅτε scripsi coll t. III 337, 11; IV 211, 1; V 14, 18 ὅτι libri edd | πραύναι libri edd cf. t. IV 279, 17 6 σὺ scripsi cum Iacobsio Add 32 Lect 102 Rev 3 Sinteni Cobeto Coll 287 οὐ libri edd 8 οἷόν τε Ath 9 <δεῖ> ἔχειν. οἱ coni Gasda at cf. ad t. II 553, 1 | scripsi cum Iacobsio 11. 11. οἱ libri edd 10 ἐτιμήσαμεν scripsi ἐτίμησαν libri edd | τον Ρ 11 ταῦτα Ath ταῦτ’ Ρ sed ταῦθ’ suprascr m 2, et γρ in marg Mor | ἀρκέσαι scripsi ἀρκέ- σειν libri edd | τὸν θάνατον post ἐκεῖνον inser P 2 12 ὅτε ecripsi δὲ libri edd 13 σαυτῷ scripsi αὐτῷ libri edd 15 λυπούμενος in lac 4 litt om Ath 16 χαίρων Ath 16 ἐπ’ om Re 19 γονέας τῶν scripsi auctore Cobeto Coll 287 τῶν ἀστῶν libri edd οἰκείους vel συγγενεῖς coni Gasda)

287
Χαιρωνείᾳ πεσόντων οὐκ ἔσχον ὡς ἐβουλόμην παρα- μυθήσασθαι. ἐγὼ μὲν γάρ, ὦ πατέρες παίδων γενναίων, ἐσκόπουν πῶς ἂν ἐκπέμψαιμι νῦν, πῶς ἂν δείξαιμι Μακεδόνων πλείους μὲν νεκρούς, πλείους δὲ αἰχμαλώ- τους, κωλύει δὲ ἐσπέρα, ὡς ὁρᾶτε, ταῦτα ὑπ’ ἐμοῦ πραχθῆναι.